Showing posts with label Jokes. Show all posts
Showing posts with label Jokes. Show all posts

Thursday, July 17, 2025

Philogelos compendium

Today's post is a bit different: it's a review of the Philogelos jokes that I shared in previous posts drawn from various Greek readers. I'm about to start on a Philogelos project with Hector Tapia (grad student at UC Davis working on Aesopic humor and other jokes), and it may result in a reader for students, so I wanted to see what stories I had found in the old textbooks thus far.

Below you will find a list of titles linked to their blog posts, and you can also find all that content copied-and-pasted into this document: Philogelos jokes from old Greek textbooks. There are 58 of these little jokes, so that is already a good start! Having them all in one place lets you search the document for a keyword, for example, if you want to find all the donkeys or doctors, all the references to slaves, etc.

For more Philogelos jokes in Greek (there are over 250 total!), see You've Got to Be Joking: An English Translation of the Philogelos by Annie McCabe, an undergraduate (!) thesis available for download at New College of Florida.

I also found some Philogelos cartoons online at the Language Museum. This one Τίς ὁ τεθνηκώς; (the cartoon is in English, but it includes the Greek text below).

These are links to past blog posts:
  1. Ἀβδηρίτης καὶ ἰατρός
  2. Ἀβδηρίτης καὶ χοιρίδιον
  3. Ἀβδηρίτης τις κολυμβῶν
  4. Ἀβδηρίτου στρουθίον
  5. Αἱ πύλαι τῶν Ἀβδήρων
  6. Δειλὸς κυνηγὸς
  7. Δίδυμοι ἀδελφοί
  8. Δικαίως μωροὶ καλούμεθα
  9. Δύσκολος ἰατρός
  10. Δύσκολὸς καὶ δοῦλος
  11. Ἔμαθον ὅτι ἀπέθανες
  12. Ἐπὶ δεῖπνον κληθείς
  13. Ἡ λεκάνη μὴ ἔχουσα ὠτία
  14. Ἡ λήκυθος
  15. Ἡ μήτηρ Πριάμου
  16. Ἡ περὶ τῶν βιβλίων ἐπιστολή
  17. Καθ' ὕπνους ἰδὼν
  18. Κριτήρια ἐν ᾍδου
  19. Κυμαῖος ἰατρὸς
  20. Κυμαῖος καὶ συκῆ
  21. Κυμαῖός τις ἐν τῷ κολυμβᾶν
  22. Κυμαῖός τις μέλι ἐπώλει
  23. Ὀκνηρὸς υἱός
  24. Ὃν ἐπώλησάς μοι δοῦλον
  25. Ὄνος καὶ ἔλαιον
  26. Πλοῖα ἀσφαλέστερα
  27. Προσκεφάλαιον
  28. Σιδώνιος σχολαστικός
  29. Σχολαστικοὶ δύο καὶ μέλαινα ὄρνις
  30. Σχολαστικὸς ἰατρῷ συναντήσας
  31. Σχολαστικὸς καὶ ἀδελφοὶ δύο
  32. Σχολαστικὸς καὶ διδάσκαλος
  33. Σχολαστικὸς καὶ θρέμματα
  34. Σχολαστικὸς καὶ ἰατρός
  35. Σχολαστικός καὶ κλῖμαξ
  36. Σχολαστικὸς καὶ κόραξ
  37. Σχολαστικὸς καὶ κουρεύς
  38. Σχολαστικὸς καὶ οἰκία
  39. Σχολαστικὸς καὶ οἶνος
  40. Σχολαστικὸς καὶ ὄνος
  41. Σχολαστικὸς καὶ πώγων
  42. Σχολαστικὸς καὶ σελήνη
  43. Σχολαστικός καὶ στρουθοί
  44. Σχολαστικὸς καὶ τὰ βιβλία αὑτοῦ
  45. Σχολαστικὸς καὶ φρέαρ
  46. Σχολαστικὸς μαχόμενος τῷ πατρὶ
  47. Σχολαστικὸς ναυαγεῖν μέλλων
  48. Σχολαστικὸς ναυαγῶν
  49. Σχολαστικὸς νοσοῦντα ἐπισκεπτόμενος
  50. Σχολαστικὸς νοσῶν καὶ γυνὴ
  51. Σχολαστικὸς οἰκίαν πωλῶν
  52. Σχολαστικὸς πεπαιδευμένος
  53. Σχολαστικός τις ἐνοπτρίζεται
  54. Σχολαστικός τις καὶ ποταμός
  55. Σχολαστικοῦ υἱὸς
  56. Τίς ὁ τεθνηκώς;
  57. Ὑὸς κεφαλή
  58. Φιλάργυρος

So, enjoy the jokes, and I'll be back next week with more stories from the old readers.

Plus here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Monday, June 16, 2025

Greek Reading: 72

The fables below come from Bryce's First Greek Reader, while the joke comes from Abbott's Easy Greek Reader, both of which are available at the Internet Archive. (This is the last of the jokes from Abbott; I hope I can find another reader that has more of these jokes!)

You'll find the fables and joke below, first in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.


Ἀλώπηξ εἰς οἰκίαν ἐλθοῦσα ὑποκριτοῦ καὶ ἕκαστα τῶν αὐτοῦ σκευῶν διερευνωμένη, εὗρε καὶ κεφαλὴν μορμολυκείου εὐφυῶς κατεσκευασμένην, ἣν καὶ ἀναλαβοῦσα ταῖς χερσὶν ἔφη· Ὢ οἵα κεφαλή, καὶ ἔγκεφαλον οὐκ ἔχει.

Ἀλώπηξ εἰς οἰκίαν ἐλθοῦσα ὑποκριτοῦ 
καὶ ἕκαστα τῶν αὐτοῦ σκευῶν διερευνωμένη, 
εὗρε καὶ κεφαλὴν μορμολυκείου 
εὐφυῶς κατεσκευασμένην, 
ἣν καὶ ἀναλαβοῦσα ταῖς χερσὶν ἔφη· 
Ὢ οἵα κεφαλή, 
καὶ ἔγκεφαλον οὐκ ἔχει.

Ἀλώπηξ ἐλθοῦσα  ...  A fox went into
εἰς οἰκίαν ὑποκριτοῦ  ...  the house of an actor 
καὶ διερευνωμένη  ...  and examined
ἕκαστα τῶν αὐτοῦ σκευῶν  ...  all of his goods; 
εὗρε καὶ  ...  the fox also found
κεφαλὴν μορμολυκείου  ...  a comic mask, 
εὐφυῶς κατεσκευασμένην  ...  beautifully crafted,
ἣν καὶ ἀναλαβοῦσα  ...  which she picked up 
ταῖς χερσὶν  ...  in her paws 
ἔφη  ...  and said, 
Ὢ οἵα κεφαλή  ...  Oh, such a head! 
καὶ ἔγκεφαλον οὐκ ἔχει  ...  Yet it has no brains.



Λύκου λαιμῷ ὀστέον ἐπεπήγει· ὁ δὲ γεράνῳ μισθὸν παρέξειν εἶπεν, εἰ τὴν κεφαλὴν αὑτῆς ἐπιβαλοῦσα τὸ ὀστοῦν ἐκ τοῦ λαιμοῦ αὐτοῦ ἐκβάλοι· ἡ δ’ τοῦτ' ἐκβαλοῦσα, δολιχόδειρος οὖσα, τὸν μισθὸν ἐπεζήτει ὅστις γελάσας, καὶ τοὺς ὀδόντας θήξας, Ἀρκεῖ σοι μισθός, ἔφη, τοῦτο καὶ μόνον ὅτι ἐκ λύκου στόματος καὶ ὀδόντων ἐξεῖλες κάρα σῶον μηδὲν παθοῦσα.

Λύκου λαιμῷ 
ὀστέον ἐπεπήγει· 
ὁ δὲ 
γεράνῳ μισθὸν παρέξειν εἶπεν, 
εἰ τὴν κεφαλὴν αὑτῆς ἐπιβαλοῦσα 
τὸ ὀστοῦν ἐκ τοῦ λαιμοῦ αὐτοῦ ἐκβάλοι· 
ἡ δ’ τοῦτ' ἐκβαλοῦσα, 
δολιχόδειρος οὖσα, 
τὸν μισθὸν ἐπεζήτει 
ὅστις γελάσας, 
καὶ τοὺς ὀδόντας θήξας, 
Ἀρκεῖ σοι μισθός, ἔφη, 
τοῦτο καὶ μόνον 
ὅτι ἐκ λύκου στόματος καὶ ὀδόντων 
ἐξεῖλες κάρα σῶον 
μηδὲν παθοῦσα.

ὀστέον ἐπεπήγει  ...  A bone had gotten stuck
λύκου λαιμῷ  ...  in the throat of a wolf,
ὁ δὲ γεράνῳ εἶπεν  ...  and he told a crane
μισθὸν παρέξειν  ...  that he would pay a reward, 
εἰ ἐπιβαλοῦσα  ...  if she would insert
τὴν κεφαλὴν αὑτῆς  ...  her head 
τὸ ὀστοῦν ἐκβάλοι  ...  and dislodge the bone
ἐκ τοῦ λαιμοῦ αὐτοῦ  ...  from his throat.
ἡ δ’ τοῦτ' ἐκβαλοῦσα  ...  She dislodged it,
δολιχόδειρος οὖσα  ...  being long-necked,
τὸν μισθὸν ἐπεζήτει  ...  and requested her reward
ὅστις γελάσας  ...  but the wolf laughed,
καὶ τοὺς ὀδόντας θήξας  ...  grinding his teeth,
ἔφη  ... and said,
μισθός τοῦτο  ... This reward
καὶ μόνον   ...  and this alone
ἀρκεῖ σοι  ....  is enough for you:
ὅτι ἐκ λύκου στόματος  ...  that from the wolf's mouth 
καὶ ὀδόντων  ...  and teeth
ἐξεῖλες κάρα  ...  you pulled out your head 
σῶον  ...  safe and sound, 
μηδὲν παθοῦσα  ...  not having suffered harm.
Ὀκνηρῷ υἱῷ ἐκέλευσεν ὃ πατὴρ εἰς τὸν γείτονα ἀπελθεῖν καὶ χρήσασθαι ἀξίνην. ὁ δὲ ἔφη, οὐ δίδωσι. τοῦ δὲ πατρὸς ἐπιμένοντος, ἀπεκρίνατο, ἐγώ εἰμι ὁ γείτων, καὶ ἀξίνην οὐκ ἔχω.

Ὀκνηρῷ υἱῷ 
ἐκέλευσεν ὃ πατὴρ 
εἰς τὸν γείτονα ἀπελθεῖν 
καὶ χρήσασθαι ἀξίνην. 
ὁ δὲ ἔφη, 
οὐ δίδωσι. 
τοῦ δὲ πατρὸς ἐπιμένοντος, 
ἀπεκρίνατο, 
ἐγώ εἰμι ὁ γείτων, 
καὶ ἀξίνην οὐκ ἔχω.

ἐκέλευσεν ὃ πατὴρ  ...  A father ordered 
ὀκνηρῷ υἱῷ  ...  his lazy son
εἰς τὸν γείτονα ἀπελθεῖν  ...  to go to the neighbor 
καὶ χρήσασθαι ἀξίνην  ...  and borrow an axe.
ὁ δὲ ἔφη  ...  The son said,
οὐ δίδωσι  ...  "No axe to give."
τοῦ δὲ πατρὸς ἐπιμένοντος  ...  The father persisted, 
ἀπεκρίνατο  ...  and the son replied,
ἐγώ εἰμι ὁ γείτων  ...  I am your neighbor,
καὶ ἀξίνην οὐκ ἔχω  ...  And I've got not axe.

And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Thursday, June 12, 2025

Greek Reading: 71

The fables below come from Bryce's First Greek Reader, while the joke comes from Abbott's Easy Greek Reader, both of which are available at the Internet Archive. 

You'll find the fables and joke below, first in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.


Χειμῶνος ὥραι, τῶν σίτων βραχέντων, οἱ μύρμηκες ἔψυχον, τέττιξ δὲ λιμώττων ἤιτει αὐτοὺς τροφήν. Οἱ δὲ μύρμηκες εἶπον αὐτῷ· Διὰ τί τὸ θέρος οὐ συνῆγες τροφήν; Ὁ δὲ εἶπεν· Οὐκ ἐσχόλαζον, ἀλλ᾿ ᾖδον μουσικῶς. Οἱ δὲ γελάσαντες εἶπον· Ἀλλ᾿ εἰ θέρους ὥραις ηὔλεις, χειμῶνος ὀρχοῦ.

Χειμῶνος ὥραι, 
τῶν σίτων βραχέντων, 
οἱ μύρμηκες ἔψυχον, 
τέττιξ δὲ λιμώττων 
ἤιτει αὐτοὺς τροφήν. 
Οἱ δὲ μύρμηκες εἶπον αὐτῷ· 
Διὰ τί τὸ θέρος 
οὐ συνῆγες τροφήν; 
Ὁ δὲ εἶπεν· 
Οὐκ ἐσχόλαζον, 
ἀλλ᾿ ᾖδον μουσικῶς. 
Οἱ δὲ γελάσαντες εἶπον· 
Ἀλλ᾿ εἰ θέρους ὥραις ηὔλεις, 
χειμῶνος ὀρχοῦ.

Χειμῶνος ὥραι  ...  During winter time,
τῶν σίτων βραχέντων  ...  when food ran short, 
οἱ μύρμηκες ἔψυχον  ...  the ants were drying (their food). 
τέττιξ δὲ λιμώττων  ...  The grasshopper was starving
ἤιτει αὐτοὺς τροφήν  ...  and asked them for food. 
Οἱ δὲ μύρμηκες εἶπον αὐτῷ  ...  The ants asked him, 
Διὰ τί τὸ θέρος  ...  Why, during the summer, 
οὐ συνῆγες τροφήν  ...  did you not gather food? 
Ὁ δὲ εἶπεν  ...  The grasshopper said, 
Οὐκ ἐσχόλαζον  ...  I was not lazy! 
ἀλλ᾿ ᾖδον μουσικῶς  ...  I made my music.
Οἱ δὲ γελάσαντες εἶπον  ...  The ants laughed and said,
Ἀλλ᾿ εἰ ηὔλεις  ...  If you serenaded 
θέρους ὥραις  ...  during the summertime,
χειμῶνος ὀρχοῦ  ...  now dance for the winter!




Ἔχων τις κύνα Μελιταῖον καὶ ὄνον, διετέλει τῷ κυνὶ προσπαίζων· καὶ εἴ ποτε ἔξω δεῖπνον εἶχεν, εκόμιζέ τι αὐτῷ, καὶ προσιόντι παρέβαλεν· ὁ δὲ ὄνος ζηλώσας προσέδραμεν αὐτός, καὶ σκιρτῶν ἐλάκτισε τὸν δεσπότην. Καὶ οὗτος ἀγανακτήσας ἐκέλευσε παίοντα αὐτὸν ἀπαγαγεῖν πρὸς τὸν μυλῶνα, καὶ τοῦτον δῆσαι.

Ἔχων τις κύνα Μελιταῖον  ...  A man had a Maltese dog 
καὶ ὄνον  ...  and a donkey.
διετέλει προσπαίζων  ...  He constantly played
τῷ κυνὶ  ... with the dog,
καὶ εἴ ποτε  ...  and whenever
ἔξω δεῖπνον εἶχεν  ...  he had dinner out, 
εκόμιζέ τι αὐτῷ  ...  he brought the dog something, 
καὶ παρέβαλεν  ...  and tossed it to him
προσιόντι  ...  when he came up to him.
ὁ δὲ ὄνος ζηλώσας  ...  The donkey was jealous 
προσέδραμεν αὐτός  ...  so he also ran up, 
καὶ σκιρτῶν  ...  and leaped 
ἐλάκτισε τὸν δεσπότην  ...  putting his feet on him. 
Καὶ οὗτος ἀγανακτήσας  ...  The man was angry 
ἐκέλευσε  ...  and ordered  
παίοντα αὐτὸν  ... that the donkey be beaten
ἀπαγαγεῖν  ...  and led away 
πρὸς τὸν μυλῶνα  ...  to the mill-house 
καὶ τοῦτον δῆσαι  ...  and to tie him up there.




Σιδώνιος σχολαστικὸς ἀπὸ πολλῶν μιλίων χωρίον ἔχων καὶ θέλων αὐτὸ ἐγγύτερον ποιῆσαι, ἑπτὰ κίονας μιλίων κατέστρεψεν.

Σιδώνιος σχολαστικὸς 
ἀπὸ πολλῶν μιλίων χωρίον ἔχων 
καὶ θέλων αὐτὸ ἐγγύτερον ποιῆσαι, 
ἑπτὰ κίονας μιλίων κατέστρεψεν.

Σιδώνιος σχολαστικὸς  ...  A Sidonian dunce
χωρίον ἔχων  ...  owned a piece of land 
ἀπὸ πολλῶν μιλίων  ...  many miles away, 
καὶ θέλων  ...  and he wanted 
αὐτὸ ἐγγύτερον ποιῆσαι  ...  to make it closer, 
κατέστρεψεν  ...  so he knocked down
ἑπτὰ κίονας μιλίων  ...  seven mile-markers.

And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Tuesday, June 10, 2025

Greek Reading: 70

The fables below come from Bryce's First Greek Reader, while the joke comes from Abbott's Easy Greek Reader, both of which are available at the Internet Archive. 

You'll find the fables and joke below, first in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.



Ἵππος κατεῖχε λειμῶνα μόνος, ἐλθόντος δ᾽ ἐλάφου καὶ διαφθείροντος τὴν νομὴν βουλόμενος τιμωρήσασθαι τὸν ἔλαφον ἠρώτα τιν' ἄνθρωπον εἰ δύναιτο μετ᾽ αὐτοῦ κολάσαι τὸν ἔλαφον, ὁ δ᾽ ἔφησεν, ἐὰν λάβῃ χαλινὸν καὶ αὐτὸς ἀναβῇ ἐπ᾽ αὐτὸν ἔχων ἀκόντια: συνομολογήσαντος δὲ καὶ ἀναβάντος ἀντὶ τοῦ τιμωρήσασθαι αὐτὸς ἐδούλευσεν ἤδη τῷ ἀνθρώπῳ. 

Ἵππος κατεῖχε λειμῶνα μόνος, 
ἐλθόντος δ᾽ ἐλάφου 
καὶ διαφθείροντος τὴν νομὴν 
βουλόμενος τιμωρήσασθαι τὸν ἔλαφον 
ἠρώτα τιν' ἄνθρωπον 
εἰ δύναιτο μετ᾽ αὐτοῦ κολάσαι τὸν ἔλαφον, 
ὁ δ᾽ ἔφησεν, 
ἐὰν λάβῃ χαλινὸν 
καὶ αὐτὸς ἀναβῇ ἐπ᾽ αὐτὸν 
ἔχων ἀκόντια: 
συνομολογήσαντος δὲ 
καὶ ἀναβάντος ἀντὶ τοῦ τιμωρήσασθαι 
αὐτὸς ἐδούλευσεν ἤδη τῷ ἀνθρώπῳ. 

Ἵππος κατεῖχε  ...  A horse was master
λειμῶνα μόνος  ...  of a meadow all to himself
ἐλθόντος δ᾽ ἐλάφου  ...  but when a deer came 
καὶ διαφθείροντος τὴν νομὴν  ...  and wrecked the pasture 
βουλόμενος  ...  the horse wanted 
τιμωρήσασθαι τὸν ἔλαφον  ...  to get revenge on the deer 
ἠρώτα τιν' ἄνθρωπον  ...  and he asked a human being 
εἰ μετ᾽ αὐτοῦ δύναιτο  ...  if with him he could
κολάσαι τὸν ἔλαφον  ...  punish the deer,
ὁ δ᾽ ἔφησεν  ...  the man said 
ἐὰν λάβῃ χαλινὸν  ...  if the horse would accept a bridle 
καὶ αὐτὸς ἀναβῇ ἐπ᾽ αὐτὸν  ...  and let the man mount him 
ἔχων ἀκόντια  ...  while wielding his javelin: 
συνομολογήσαντος δὲ  ...  and when the horse agreed
καὶ ἀναβάντος  ...  and the man mounted him
ἀντὶ τοῦ τιμωρήσασθαι  ...  instead of getting revenge 
αὐτὸς ἐδούλευσεν ἤδη  ...  the horse was then a slave 
τῷ ἀνθρώπῳ  ...  to the man. 




Γεωργοῦ παῖς ὤπτα κοχλίας· ἀκούσας δὲ αὐτῶν τρυζόντων, ἔφη, Ὦ κάκιστα ζῶα, τῶν οἰκιῶν ὑμῶν ἐμπιπραμένων, αὐτοὶ ᾄδετε;

Γεωργοῦ παῖς 
ὤπτα κοχλίας· 
ἀκούσας δὲ αὐτῶν 
τρυζόντων, 
ἔφη, 
Ὦ κάκιστα ζῶα, 
τῶν οἰκιῶν ὑμῶν ἐμπιπραμένων, 
αὐτοὶ ᾄδετε;

Γεωργοῦ παῖς  ...  A farmer's child
ὤπτα κοχλίας  ...  was roasting snails,
ἀκούσας δὲ αὐτῶν  ...  and when he heard them 
τρυζόντων  ...  sizzling, 
ἔφη  ...  he said, 
Ὦ κάκιστα ζῶα  ...  O wretched creatures, 
τῶν οἰκιῶν ὑμῶν ἐμπιπραμένων  ...  your homes are on fire,  
αὐτοὶ ᾄδετε  ...  and you're singing?




Δυσκόλῳ ἰατρῷ προσελθών τις εἶπε· σοφιστὰ, ἀνακεῖσθαι οὐ δύναμαι, οὐδὲ ἑστάναι, ἀλλ' οὐδὲ καθῆσθαι. καὶ ὁ ἰατρὸς εἶπεν, οὐδὲν σοι λείπει ἢ κρεμασθῆναι.

Δυσκόλῳ ἰατρῷ 
προσελθών τις εἶπε· 
σοφιστὰ, 
ἀνακεῖσθαι οὐ δύναμαι, 
οὐδὲ ἑστάναι, 
ἀλλ' οὐδὲ καθῆσθαι. 
καὶ ὁ ἰατρὸς εἶπεν, 
οὐδὲν σοι λείπει 
ἢ κρεμασθῆναι.

προσελθών τις  ...  Someone went
δυσκόλῳ ἰατρῷ  ...  to a grumpy physician
εἶπε  ...  and said,
σοφιστὰ  ...  Doctor, 
ἀνακεῖσθαι οὐ δύναμαι  ...  I can't lie down, 
οὐδὲ ἑστάναι  ...  and I can't stand,
ἀλλ' οὐδὲ καθῆσθαι  ...  and I can't sit either.
καὶ ὁ ἰατρὸς εἶπεν  ...  And the physician said, 
οὐδὲν σοι λείπει  ...  Nothing left to do then
ἢ κρεμασθῆναι  ...  except hang yourself.


And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Monday, June 9, 2025

Greek Reading: 69

The fables below come from Bryce's First Greek Reader, while the joke comes from Abbott's Easy Greek Reader, both of which are available at the Internet Archive. 

You'll find the fables and joke below, first in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.


Ὄρνις ὄφεως ὠὰ εὑροῦσα ἐπιμελῶς ἐκθερμάνασα ἐξεκόλαψε. Χελιδὼν δὲ θεασαμένη αὐτὴν ἔφη· ὦ ματαία, τί ταῦτα τρέφεις, ἅπερ αὐξηθέντα ἀπὸ σοῦ πρώτης τοῦ ἀδικεῖν ἄρξεται;

Ὄρνις 
ὄφεως ὠὰ εὑροῦσα 
ἐπιμελῶς ἐκθερμάνασα 
ἐξεκόλαψε. 
Χελιδὼν δὲ 
θεασαμένη αὐτὴν ἔφη· 
ὦ ματαία, 
τί ταῦτα τρέφεις, 
ἅπερ αὐξηθέντα 
ἀπὸ σοῦ πρώτης 
τοῦ ἀδικεῖν ἄρξεται;

Ὄρνις  ...  A chicken
ὄφεως ὠὰ εὑροῦσα  ...  found some snake eggs
ἐπιμελῶς ἐκθερμάνασα  ...  and decided to warm them 
ἐξεκόλαψε  ...  and hatch them. 
Χελιδὼν δὲ  ...  A swallow 
θεασαμένη αὐτὴν ἔφη  ...  saw her and said, 
ὦ ματαία  ...  You fool! 
τί ταῦτα τρέφεις  ...  Why are you nourishing creatures  
ἅπερ αὐξηθέντα  ...  who as soon as they are grown
τοῦ ἀδικεῖν ἄρξεται  ...  will start doing harm
ἀπὸ σοῦ πρώτης  ...  beginning with you!




Γέρων ποτὲ ξύλα τεμὼν ἐξ ὄρους κἀπὶ τῶν ὤμων ἀράμενος, ἐπειδὴ πολλὴν ὁδὸν ἐπηχθισμένος ἐβάδισεν, ἀπειρηκὼς ἀπέθετό τε τὰ ξύλα, καὶ τὸν θάνατον ἐλθεῖν ἐπεκαλεῖτο. Τοῦ δὲ θανάτου εὐθὺς ἐπιστάντος, καὶ τὴν αἰτίαν πυνθανομένου, δ᾿ ἣν αὐτὸν καλοίη, ὁ γέρων ἔφη· ἵνα τὸν φόρτον τοῦτον ἄρας ἐπιθῇς μοι.

Γέρων ποτὲ 
ξύλα τεμὼν ἐξ ὄρους 
κἀπὶ τῶν ὤμων ἀράμενος, 
ἐπειδὴ πολλὴν ὁδὸν 
ἐπηχθισμένος ἐβάδισεν, 
ἀπειρηκὼς ἀπέθετό τε τὰ ξύλα, 
καὶ τὸν θάνατον ἐλθεῖν ἐπεκαλεῖτο. 
Τοῦ δὲ θανάτου εὐθὺς ἐπιστάντος, 
καὶ τὴν αἰτίαν πυνθανομένου, 
δ᾿ ἣν αὐτὸν καλοίη, 
ὁ γέρων ἔφη· 
ἵνα τὸν φόρτον τοῦτον ἄρας 
ἐπιθῇς μοι.

Γέρων ποτὲ  ...  There was once an old man
ξύλα τεμὼν  ...  who had cut wood  
ἐξ ὄρους  ...  from up on the mountain
καὶ ἀράμενος  ...  and was carrying the wood 
ἐπὶ τῶν ὤμων  ... upon his shoulders
ἐπειδὴ ἐβάδισεν  ...  and when he'd walked
πολλὴν ὁδὸν  ...  a long way
ἐπηχθισμένος  ...  burdened with the wood,
ἀπειρηκὼς  ...  he gave up,  
ἀπέθετό τε τὰ ξύλα  ...  and put the wood down, 
καὶ ἐπεκαλεῖτο  ...  and called out, 
τὸν θάνατον ἐλθεῖν  ...  for Death to come. 
εὐθὺς  ...  All of a sudden
τοῦ δὲ θανάτου ἐπιστάντος  ...  Death stood there 
καὶ πυνθανομένου  ...  and asked
τὴν αἰτίαν  ...  the reason why
δ᾿ ἣν αὐτὸν καλοίη  ...  he had summoned him. 
ὁ γέρων ἔφη  ...  The old man said, 
ἵνα τὸν φόρτον τοῦτον ἄρας ...  To lift up this burden 
ἐπιθῇς μοι  ...  and put it back on my shoulders.




Ἀβδηρίτου στρουθίον ἀπέθανε. μετὰ οὖν χρόνον ἰδὼν στρουθοκάμηλον, εἶπεν, εἰ ἔζη τὸ στρουθίον μου, ἤδη ἂν τηλικοῦτον ὑπῆρχεν.

Ἀβδηρίτου στρουθίον 
ἀπέθανε. 
μετὰ οὖν χρόνον 
ἰδὼν στρουθοκάμηλον, 
εἶπεν, 
εἰ ἔζη τὸ στρουθίον μου, 
ἤδη ἂν τηλικοῦτον ὑπῆρχεν.

Ἀβδηρίτου στρουθίον  ...  A dunce's pet sparrow
ἀπέθανε  ...  died.
μετὰ οὖν χρόνον  ...  After a while 
ἰδὼν στρουθοκάμηλον  ...  he saw an ostrich, 
εἶπεν  ...  and said:
εἰ ἔζη τὸ στρουθίον μου  ...  If my sparrow had lived, 
ἤδη ἂν τηλικοῦτον ὑπῆρχεν  ...  he would be that size now!

(The word for ostrich in Greek is στρουθοκάμηλος, sparrow-camel.)


And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Thursday, June 5, 2025

Greek Reading: 68

The fable below comes from Arnold's Greek Reading Book (this is the final fable from Arnold), while the joke comes from Abbott's Easy Greek Reader, both of which are available at the Internet Archive. 

You'll find the fable and joke below, first in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.



Ἀηδὼν ἐπὶ δένδρου καθεζομένη κατὰ τὸ εἰωθὸς ᾖδεν. Ἱέραξ δὲ θεασάμενος καὶ τροφῆς ἀπορῶν συνείληφεν ἐπιπτάς. Ἡ δ’ ἀναιρεῖσθαι μέλλουσα ἐδεῖτο τοῦ ἱέρακος μὴ βρωθῆναι· μηδὲ γὰρ ἱκανὴ εἶναι ἱέρακος γαστέρα πληροῦν, δεῖν δὲ αὐτὸν τροφῆς προσδεόμενον ἐπὶ τὰ μείζω τῶν ὀρνέων τραπέσθαι. Καὶ ὁ ἱέραξ ὑπολαϐὼν εἶπεν· Ἀλλ’ ἔγωγε ἄφρων ἂν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην τροφὴν ἀφεὶς τὰ μὴ φαινόμενά πω διώκοιμι.

Ἀηδὼν 
ἐπὶ δένδρου καθεζομένη 
κατὰ τὸ εἰωθὸς ᾖδεν. 
Ἱέραξ δὲ θεασάμενος 
καὶ τροφῆς ἀπορῶν 
συνείληφεν ἐπιπτάς. 
Ἡ δ’ 
ἀναιρεῖσθαι μέλλουσα 
ἐδεῖτο τοῦ ἱέρακος 
μὴ βρωθῆναι· 
μηδὲ γὰρ ἱκανὴ εἶναι 
ἱέρακος γαστέρα πληροῦν, 
δεῖν δὲ 
αὐτὸν τροφῆς προσδεόμενον 
ἐπὶ τὰ μείζω τῶν ὀρνέων τραπέσθαι. 
Καὶ ὁ ἱέραξ 
ὑπολαϐὼν εἶπεν· 
Ἀλλ’ ἔγωγε ἄφρων ἂν εἴην, 
εἰ τὴν ἐν χερσὶν ἑτοίμην τροφὴν 
ἀφεὶς 
τὰ μὴ φαινόμενά πω διώκοιμι.

Ἀηδὼν  ...  A nightingale
ἐπὶ δένδρου καθεζομένη  ...  seated in a tree 
κατὰ τὸ εἰωθὸς ᾖδεν  ...  was singing as usual. 
Ἱέραξ δὲ θεασάμενος  ...  A hawk noticed her 
καὶ τροφῆς ἀπορῶν  ...  and, lacking food, 
ἐπιπτάς  ...  swooped down
συνείληφεν  ...  and grabbed her.
Ἡ δ’ ἀναιρεῖσθαι μέλλουσα  ...  About to be killed 
ἐδεῖτο τοῦ ἱέρακος  ...  she begged the hawk 
μὴ βρωθῆναι  ...  not to eat her, 
μηδὲ γὰρ ἱκανὴ εἶναι  ...  for she was not enough 
ἱέρακος γαστέρα πληροῦν  ...  to fill a hawk's stomach, 
δεῖν δὲ αὐτὸν  ...  and he should
τροφῆς προσδεόμενον  ...  since he needed more food 
τραπέσθαι  ...  to direct his attention
ἐπὶ τὰ μείζω τῶν ὀρνέων  ...  to bigger birds. 
Καὶ ὁ ἱέραξ  ...  And the hawk 
ὑπολαϐὼν εἶπεν  ...  interrupted and said, 
Ἀλλ’ ἔγωγε ἄφρων ἂν εἴην  ...  But i would indeed be a fool, 
εἰ ἀφεὶς  ...  if I let go  
τὴν ἐν χερσὶν ἑτοίμην τροφὴν  ...  ready food in my hands 
διώκοιμι  ... to chase
τὰ μὴ φαινόμενά πω  ...  things that are not yet visible.




Ἀβδηρίτης ἀπαγξασθαι βουλόμενος καὶ τοῦ σχοινίου διαρραγέντος, τὴν κεφαλὴν ἐπλήγη. λαβὼν οὖν ἔμπλαστρον παρὰ τοῦ ἰατροῦ καὶ θεὶς κατὰ τοῦ τραύματος, ἐπελθὼν πάλιν ἀπήγξατο.

Ἀβδηρίτης 
ἀπαγξασθαι βουλόμενος 
καὶ τοῦ σχοινίου διαρραγέντος, 
τὴν κεφαλὴν ἐπλήγη. 
λαβὼν οὖν ἔμπλαστρον 
παρὰ τοῦ ἰατροῦ 
καὶ θεὶς 
κατὰ τοῦ τραύματος, 
ἐπελθὼν 
πάλιν ἀπήγξατο.

Ἀβδηρίτης  ...  A dunce
ἀπαγξασθαι βουλόμενος  ...  wanted to hang himself 
καὶ τοῦ σχοινίου διαρραγέντος  ...  and the rope snapped
τὴν κεφαλὴν ἐπλήγη  ...  and he hit his head. 
λαβὼν οὖν ἔμπλαστρον  ...  He got a bandage 
παρὰ τοῦ ἰατροῦ  ...  from his doctor
καὶ θεὶς  ...  and applied it 
κατὰ τοῦ τραύματος  ...  to the wound, 
ἐπελθὼν  ...  and then he went off 
πάλιν ἀπήγξατο  ...  to hang himself again.

And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Tuesday, June 3, 2025

Greek Reading: 67

The fable below comes from Arnold's Greek Reading Book, while the joke comes from Abbott's Easy Greek Reader, both of which are available at the Internet Archive. 

You'll find the fable and joke below, first in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.


Ἔριφος ὑστερήσασα τῆς ποίμνης ὑπὸ λύκου κατεδιώκετο· ἐπιστραφεῖσα δὲ πρὸς αὐτὸν εἶπεν· Ὦ λύκε, ἐπεὶ πέπεισμαι ὅτι σὸν βρῶμα γενήσομαι, ἵνα μὴ ἀηδῶς ἀποθάνω, αὔλησον πρῶτον, ὅπως ὀρχήσωμαι. Τοῦ δὲ λύκου αὐλοῦντος καὶ τῆς ἐρίφου ὀρχουμένης, οἱ κύνες ἀκούσαντες τὸν λύκον ἐδίωκον. Ὁ δὲ ἐπιστραφεὶς τῇ ἐρίφῳ φησί· Δικαίως ταῦτά μοι γίνεται· ἔδει γάρ με μάγειρον ὄντα αὐλητὴν μὴ μιμεῖσθαι.

Ἔριφος 
ὑστερήσασα τῆς ποίμνης 
ὑπὸ λύκου κατεδιώκετο· 
ἐπιστραφεῖσα δὲ πρὸς αὐτὸν 
εἶπεν· 
Ὦ λύκε, 
ἐπεὶ πέπεισμαι 
ὅτι σὸν βρῶμα γενήσομαι, 
ἵνα μὴ ἀηδῶς ἀποθάνω, 
αὔλησον πρῶτον, 
ὅπως ὀρχήσωμαι. 
Τοῦ δὲ λύκου αὐλοῦντος 
καὶ τῆς ἐρίφου ὀρχουμένης, 
οἱ κύνες ἀκούσαντες 
τὸν λύκον ἐδίωκον. 
Ὁ δὲ ἐπιστραφεὶς 
τῇ ἐρίφῳ φησί· 
Δικαίως ταῦτά μοι γίνεται· 
ἔδει γάρ 
με μάγειρον ὄντα 
αὐλητὴν μὴ μιμεῖσθαι.

Ἔριφος  ...  A kid
ὑστερήσασα τῆς ποίμνης  ...  lagging behind the flock 
ὑπὸ λύκου κατεδιώκετο  ...  was chased by a wolf. 
ἐπιστραφεῖσα δὲ πρὸς αὐτὸν  ...  Facing the wolf 
εἶπεν  ...  the kid said, 
Ὦ λύκε  ...  O wolf! 
ἐπεὶ πέπεισμαι  ...  Since I'm sure  
ὅτι σὸν βρῶμα γενήσομαι  ...  that I'll be your food, 
ἵνα μὴ ἀηδῶς ἀποθάνω  ...  I don't want a brutal death: 
αὔλησον πρῶτον  ...  play on your pipe first, 
ὅπως ὀρχήσωμαι  ...  so that I can dance. 
Τοῦ δὲ λύκου αὐλοῦντος  ...  So the wolf piped, 
καὶ τῆς ἐρίφου ὀρχουμένης  ...  and the kid danced, 
οἱ κύνες ἀκούσαντες  ...  which the dogs heard 
τὸν λύκον ἐδίωκον  ...  and they pursued the wolf. 
Ὁ δὲ ἐπιστραφεὶς τῇ ἐρίφῳ   ...  Facing the kid
φησί  ...  the wolf said, 
Δικαίως ...  It's right
ταῦτά μοι γίνεται  ...  that this happened to me
ἔδει γάρ  ...  for I was supposed 
με μάγειρον ὄντα  ...  to be a butcher, 
αὐλητὴν μὴ μιμεῖσθαι  ...  not to pretend to be a piper.




Σχολαστικὸς διὰ χρόνου εἰς τὸν ἀγρὸν παραγενόμενος ἐθεάσατο τὰ θρέμματα ἐξιόντα ἐπὶ βόσκησιν. καὶ ὡς εἴωθε βληχόμενα ἰδὼν, ἠρώτα τὴν αἰτίαν. τοῦ δὲ οἰκονόμου προσπαίξαντος καὶ εἰπόντος, Ἀσπάζονταί σε, Τὴν ἐμήν σοι σωτηρίαν, φησίν, ἐμοῦ ἕνεκα ἀργίαν αὐτοῖς δὸς καὶ τρεῖς ἡμέρας μὴ ἐξαγάγῃς αὐτὰ εἰς νομήν.

Σχολαστικὸς 
διὰ χρόνου 
εἰς τὸν ἀγρὸν παραγενόμενος 
ἐθεάσατο τὰ θρέμματα 
ἐξιόντα ἐπὶ βόσκησιν. 
καὶ ὡς εἴωθε βληχόμενα ἰδὼν, 
ἠρώτα τὴν αἰτίαν. 
τοῦ δὲ οἰκονόμου 
προσπαίξαντος καὶ εἰπόντος, 
Ἀσπάζονταί σε, 
Τὴν ἐμήν σοι σωτηρίαν, 
φησίν, 
ἐμοῦ ἕνεκα 
ἀργίαν αὐτοῖς δὸς 
καὶ τρεῖς ἡμέρας 
μὴ ἐξαγάγῃς αὐτὰ εἰς νομήν.

Σχολαστικὸς  ...  The dunce
διὰ χρόνου  ...   at a certain time
παραγενόμενος  ...  went
εἰς τὸν ἀγρὸν  ...  to his country estate
ἐθεάσατο τὰ θρέμματα  ...  Observing the flocks 
ἐξιόντα ἐπὶ βόσκησιν  ...  going out to pasture 
καὶ ἰδὼν  ...  and seeing them
ὡς εἴωθε βληχόμενα ...  bleating as usual,
ἠρώτα τὴν αἰτίαν  ...  he asked the reason why. 
τοῦ δὲ οἰκονόμου  ...  The steward, 
προσπαίξαντος  ...  joking with him,
καὶ εἰπόντος  ...  said, 
Ἀσπάζονταί σε  ...  They are saluting you! 
φησίν  ...  So he said,
Τὴν ἐμήν σοι σωτηρίαν  ...  Bless my soul! 
ἐμοῦ ἕνεκα  ...  On my behalf 
ἀργίαν αὐτοῖς δὸς  ...  give them a holiday 
καὶ τρεῖς ἡμέρας  ...  and for three days 
μὴ ἐξαγάγῃς αὐτὰ  ...  don't lead them out 
εἰς νομήν  ...  to the pasture.

And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Sunday, June 1, 2025

Greek Reading: 66

The fable below comes from Abbott's Easy Greek Reader, which is available at the Internet Archive. This is the last of the fables from Abbott, and it's a long one, so there is just the one story today: first in Greek, then segmented, and then interwoven with English. The title is linked to the Internet Archive page.

Μύες δύο, ὁ μὲν ἀρουραῖος, ὁ δὲ οἰκόσιτος κοινὸν εἶχον τὸν βίον. Ὁ δὲ οἰκόσιτος ἦλθε πρῶτος δειπνήσων ἐπὶ τῆς ἀρούρης ἔτι ἀνθούσης. Τρώγων δὲ σῖτον καὶ ῥίζας σὺν τοῖς βώλοις εἶπεν· Μύρμηκος ζῇς βίον ταλαιπώρου· ἐμοὶ δὲ πολλὰ ἔνεστιν ἀγαθά· τὸ κέρας οἰκῶ τῆς Ἀμαλθείας ὡς πρὸς σέ. Ἐὰν ἔλθῃς μετ᾿ ἐμοῦ, ὡς θέλεις ἀσωτεύσῃ. Ἀπῆγε πείσας τὸν μῦν ἐν τῷ οἴκῳ. Ἔδειξε δὲ αὐτῷ σῖτον καὶ ἄλευρα καὶ ὄσπρια καὶ σῦκα καὶ μέλι καὶ φοίνικας. Οὗτος δὲ ἐτέρφθη καὶ διεχύθη. Ὁ δὲ ἤγαγε καὶ τυρὸν ἐκ κανισκίου σύρων. Ἤνοιξέ τις τὴν θύραν· οἱ δὲ ἔφυγον εἰς στενὴν τρώγλην, ἔτριζον δὲ ὑπ᾿ ἀλλήλων στενούμενοι. Ὡς δὲ πάλιν ἤμελλον ἐκκύψαι καὶ μικρὰν ἰσχάδα σῦραι, ἕτερος ἦλθεν ἄλλο τι ἆραι· οἱ δὲ ἔνδον ἐκρύπτοντο. Ὁ δὲ ἀρουραῖος μῦς, καίπερ τοσαῦτα πεινῶν, εἶπε· Χαῖρε καὶ πλούτει καὶ τρύφα, ἔχων τὰ πάντα μετὰ κινδύνων· ἐγὼ δὲ βοτάνας καὶ ῥίζας τρώγων ἀφόβως καὶ λιτῶς ζήσω.

Μύες δύο, 
ὁ μὲν ἀρουραῖος, 
ὁ δὲ οἰκόσιτος 
κοινὸν εἶχον τὸν βίον. 
Ὁ δὲ οἰκόσιτος ἦλθε πρῶτος 
δειπνήσων ἐπὶ τῆς ἀρούρης 
ἔτι ἀνθούσης. 
Τρώγων δὲ σῖτον καὶ ῥίζας 
σὺν τοῖς βώλοις 
εἶπεν· 
Μύρμηκος ζῇς βίον ταλαιπώρου· 
ἐμοὶ δὲ πολλὰ ἔνεστιν ἀγαθά· 
τὸ κέρας οἰκῶ τῆς Ἀμαλθείας 
ὡς πρὸς σέ. 
Ἐὰν ἔλθῃς μετ᾿ ἐμοῦ, 
ὡς θέλεις ἀσωτεύσῃ. 
Ἀπῆγε 
πείσας τὸν μῦν 
ἐν τῷ οἴκῳ.
Ἔδειξε δὲ αὐτῷ 
σῖτον καὶ ἄλευρα καὶ ὄσπρια 
καὶ σῦκα καὶ μέλι καὶ φοίνικας. 
Οὗτος δὲ ἐτέρφθη καὶ διεχύθη. 
Ὁ δὲ ἤγαγε 
καὶ τυρὸν ἐκ κανισκίου σύρων. 
Ἤνοιξέ τις τὴν θύραν· 
οἱ δὲ ἔφυγον 
εἰς στενὴν τρώγλην, 
ἔτριζον δὲ 
ὑπ᾿ ἀλλήλων στενούμενοι. 
Ὡς δὲ πάλιν ἤμελλον ἐκκύψαι 
καὶ μικρὰν ἰσχάδα σῦραι, 
ἕτερος ἦλθεν 
ἄλλο τι ἆραι· 
οἱ δὲ ἔνδον ἐκρύπτοντο. 
Ὁ δὲ ἀρουραῖος μῦς, 
καίπερ τοσαῦτα πεινῶν, 
εἶπε· 
Χαῖρε καὶ πλούτει 
καὶ τρύφα, 
ἔχων τὰ πάντα μετὰ κινδύνων· 
ἐγὼ δὲ 
βοτάνας καὶ ῥίζας 
τρώγων ἀφόβως 
καὶ λιτῶς ζήσω.

Μύες δύο  ...  There were two mice, 
ὁ μὲν ἀρουραῖος  ...  one a field mouse
ὁ δὲ οἰκόσιτος  ...  one a house mouse
εἶχον τὸν βίον  ...  and they shared their life
κοινὸν  ...  in common.
Ὁ δὲ οἰκόσιτος  ...  The house-mouse 
ἦλθε πρῶτος δειπνήσων  ...  came first to dine
ἐπὶ τῆς ἀρούρης  ...  in the field 
ἔτι ἀνθούσης  ...  while it was still blooming. 
Τρώγων δὲ σῖτον  ...  Eating the grain
καὶ ῥίζας  ...  and roots 
σὺν τοῖς βώλοις  ...  with clods of dirt, 
εἶπεν  ...  he said:
ζῇς βίον  ...  You're living the life
μύρμηκος ταλαιπώρου  ...  of a wretched ant.
ἐμοὶ δὲ ἔνεστιν  ...  But I have
πολλὰ ἀγαθά  ...  lots of good things —
οἰκῶ  ...  Where I live
ὡς πρὸς σέ  ...  you have before you
τὸ κέρας τῆς Ἀμαλθείας  ...  the horn of Amaltheia.
Ἐὰν ἔλθῃς μετ᾿ ἐμοῦ  ...  If you come with me, 
ἀσωτεύσῃ  ...  you will live in luxury
ὡς θέλεις  ...  as you wish.
πείσας  ...  Having persuaded him
ἀπῆγε τὸν μῦν  ...  he led the mouse
ἐν τῷ οἴκῳ  ...  to his house.
Ἔδειξε δὲ αὐτῷ  ...  And he showed him 
σῖτον καὶ ἄλευρα  ...  grain and flour
καὶ ὄσπρια καὶ σῦκα  ...  and pulses and figs
καὶ μέλι καὶ φοίνικας  ...  and honey and cabbage. 
Οὗτος δὲ ἐτέρφθη  ... The field mouse enjoyed himself
καὶ διεχύθη  ...  and relaxed. 
Ὁ δὲ ἤγαγε καὶ τυρὸν   ...  His host also brought cheese
ἐκ κανισκίου σύρων  ...  dragging it out from its container. 
Ἤνοιξέ τις τὴν θύραν  ...  But someone opened the door 
οἱ δὲ ἔφυγον  ...  and the mice fled
εἰς στενὴν τρώγλην  ...  into a narrow hole
ἔτριζον δὲ  ...  and they squealed 
ὑπ᾿ ἀλλήλων στενούμενοι  ...  as they pressed one another.
Ὡς δὲ ἤμελλον ἐκκύψαι  ...  As they were about to creep out 
πάλιν  ... once again
καὶ μικρὰν ἰσχάδα σῦραι  ...  and to grab a little dried fig, 
ἕτερος ἦλθεν  ...  someone else came in 
ἄλλο τι ἆραι  ...  to get something or other 
οἱ δὲ ἔνδον ἐκρύπτοντο  ...  and they hid themselves inside. 
Ὁ δὲ ἀρουραῖος μῦς  ...  And the field mouse, 
καίπερ τοσαῦτα πεινῶν  ...  although hungry for such goods, 
εἶπε  ...  said: 
Χαῖρε καὶ πλούτει καὶ τρύφα  ...  Rejoice, be rich, and feast,
ἔχων τὰ πάντα μετὰ κινδύνων  ...  having all that with dangers. 
ἐγὼ δὲ  ...  Meanwhile I 
τρώγων ἀφόβως  ...  will eat without fear
βοτάνας καὶ ῥίζας  ...  grass and roots 
καὶ λιτῶς ζήσω  ...  and will live frugally.


And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Thursday, May 29, 2025

Greek Reading: 65

Both the fable and the joke below come from Abbott's Easy Greek Reader, which is available at the Internet Archive. So, here are the stories in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.


Λέων καὶ ἄρκτος βρῶμά τι εὑρόντες ἐν ἕλει, περὶ τούτου ἐμάχοντο. Δεινῶς οὖν ὑπ’ ἀλλήλων κατακοπέντες ἐσκοτίσθησαν ἐκ τῆς πολλῆς μάχης, καὶ ἔκειντο ἡμιθανεῖς. Ἀλώπηξ δὲ περιιοῦσα καὶ θεασαμένη πεπτωκότας, ἰδοῦσα καὶ τὸ βρῶμα κείμενον ἐν μέσῳ, ἄρασα τοῦτο δρομαίως ᾦχετο. Οἱ δὲ ἰδόντες αὐτὴν καὶ μὴ δυνάμενοι ἀναστῆναι, εἶπον· ἄθλιοι ὄντως ἡμεῖς, ὅτι δι’ ἀλώπεκα ἐμαχόμεθα.

Λέων καὶ ἄρκτος 
βρῶμά τι εὑρόντες ἐν ἕλει, 
περὶ τούτου ἐμάχοντο. 
Δεινῶς οὖν 
ὑπ’ ἀλλήλων κατακοπέντες 
ἐσκοτίσθησαν 
ἐκ τῆς πολλῆς μάχης, 
καὶ ἔκειντο ἡμιθανεῖς. 
Ἀλώπηξ δὲ 
περιιοῦσα 
καὶ θεασαμένη πεπτωκότας, 
ἰδοῦσα καὶ τὸ βρῶμα 
κείμενον ἐν μέσῳ, 
ἄρασα τοῦτο 
δρομαίως ᾦχετο. 
Οἱ δὲ ἰδόντες αὐτὴν 
καὶ μὴ δυνάμενοι ἀναστῆναι, 
εἶπον· 
ἄθλιοι ὄντως ἡμεῖς, 
ὅτι δι’ ἀλώπεκα ἐμαχόμεθα.

Λέων καὶ ἄρκτος  ... A lion and a bear
βρῶμά τι εὑρόντες  ... found some food
ἐν ἕλει  ... in a meadow, 
περὶ τούτου ἐμάχοντο  ... and fought over it. 
Δεινῶς οὖν  ... and terribly 
ὑπ’ ἀλλήλων κατακοπέντες  ... they beat one another 
ἐσκοτίσθησαν  ... and grew dizzy 
ἐκ τῆς πολλῆς μάχης  ... from the long fight, 
καὶ ἔκειντο ἡμιθανεῖς  ... and lay down half-dead. 
Ἀλώπηξ δὲ  ... Then a fox 
περιιοῦσα  ... passing by 
καὶ θεασαμένη πεπτωκότας  ... saw them collapsed there, 
ἰδοῦσα καὶ τὸ βρῶμα  ... and seeing the food 
κείμενον ἐν μέσῳ  ... lying in between them
ἄρασα τοῦτο  ... picked it up
δρομαίως ᾦχετο  ... and took off at a run. 
Οἱ δὲ ἰδόντες αὐτὴν  ... The fox and bear saw her 
καὶ μὴ δυνάμενοι ἀναστῆναι  ... but were unable to get up, 
εἶπον  ... and they said, 
ἄθλιοι ὄντως ἡμεῖς  ... We are truly wretched, 
ὅτι ἐμαχόμεθα  ... because we fought.
δι’ ἀλώπεκα  ...  for the fox.



Εν Ἀβδήροις ὄνος λαθὼν εἰς τὸ γυμνάσιον εἰσῆλθε καὶ τὸ ἔλαιον ἐξέχεεν. οἱ δὲ συνελθόντες καὶ μεταπεμψάμενοι πάντας τοὺς ἐν τῇ πόλει ὄνους καὶ εἰς ἕνα
συναγαγόντες τόπον, πρὸς τὸ ἀσφαλίσασθαι ἐνώπιον αὐτῶν τὸν ὄνον ἐμαστίγωσαν.

Εν Ἀβδήροις 
ὄνος λαθὼν 
εἰς τὸ γυμνάσιον εἰσῆλθε 
καὶ τὸ ἔλαιον ἐξέχεεν. 
οἱ δὲ συνελθόντες 
καὶ μεταπεμψάμενοι 
πάντας τοὺς ἐν τῇ πόλει ὄνους 
καὶ εἰς ἕνα συναγαγόντες τόπον, 
πρὸς τὸ ἀσφαλίσασθαι 
ἐνώπιον αὐτῶν 
τὸν ὄνον ἐμαστίγωσαν.

Εν Ἀβδήροις  ...  In the city of dunces
ὄνος λαθὼν  ...  a donkey escaped,
εἰσῆλθε εἰς τὸ γυμνάσιον  ...  entered the gym 
καὶ τὸ ἔλαιον ἐξέχεεν  ...  and spilled the oil. 
οἱ δὲ συνελθόντες  ...  The people assembled 
καὶ μεταπεμψάμενοι  ...  and sent for 
πάντας ὄνους  ...  all the donkeys
τοὺς ἐν τῇ πόλει  ...  in the city
καὶ συναγαγόντες  ...  and drove them together
εἰς ἕνα τόπον  ...  into one place. 
πρὸς τὸ ἀσφαλίσασθαι  ...  To prevent this in the future 
ἐνώπιον αὐτῶν  ...  in the sight of the others
τὸν ὄνον ἐμαστίγωσαν  ...  they whipped the donkey.

And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Sunday, May 25, 2025

Greek Reading: Fables 63

Both the fable and the joke below come from Abbott's Easy Greek Reader, which is available at the Internet Archive. 

So, here are the stories in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.


Ἀλώπηξ καὶ πίθηξ ἐπὶ τὸ αὐτὸ ὡδοιπόρουν. Παρερχόμενοι δὲ διὰ τινῶν μνημείων, ἔφη ὁ πίθηξ τῇ ἀλώπεκι, ὡς πάντες οἱ νεκροὶ οὗτοι ἀπελεύθεροι τῶν ἐμῶν γεννητόρων ὑπάρχουσιν. Ἡ δὲ ἀλώπηξ λέγει τῷ πίθηκι· εὐκαίρως ἐψεύσω· οὐδεὶς γὰρ τῶν ἐνταῦθα ταφέντων ἀπελέγξαι σε δύναται. 

Ἀλώπηξ καὶ πίθηξ 
ἐπὶ τὸ αὐτὸ ὡδοιπόρουν. 
Παρερχόμενοι δὲ 
διὰ τινῶν μνημείων, 
ἔφη ὁ πίθηξ τῇ ἀλώπεκι, 
ὡς πάντες οἱ νεκροὶ οὗτοι 
ἀπελεύθεροι 
τῶν ἐμῶν γεννητόρων 
ὑπάρχουσιν. 
Ἡ δὲ ἀλώπηξ 
λέγει τῷ πίθηκι· 
εὐκαίρως ἐψεύσω· 
οὐδεὶς γὰρ 
τῶν ἐνταῦθα ταφέντων 
ἀπελέγξαι σε δύναται. 

Ἀλώπηξ καὶ πίθηξ  ... A fox and an ape 
ἐπὶ τὸ αὐτὸ ὡδοιπόρουν  ... were walking along the same road. 
Παρερχόμενοι δὲ  ... Going along
διὰ τινῶν μνημείων  ... through some funeral monuments,
ἔφη ὁ πίθηξ τῇ ἀλώπεκι ὡς   ... the ape said to the fox that 
πάντες οἱ νεκροὶ οὗτοι  ... "All these dead people here 
ἀπελεύθεροι ὑπάρχουσιν  ... were the freedmen 
τῶν ἐμῶν γεννητόρων  ... of my ancestors." 
Ἡ δὲ ἀλώπηξ  ... So the fox 
λέγει τῷ πίθηκι  ... said to the ape, 
εὐκαίρως ἐψεύσω  ... "You've lied at just the right time
οὐδεὶς γὰρ  ... for not one 
τῶν ἐνταῦθα ταφέντων  ... of those entombed here 
ἀπελέγξαι σε δύναται  ... is able to refute you." 




Εν Ἀβδήροις διῃρεῖτο ἡ πόλις εἰς δύο μέρη, οἵ τε πρὸς ἀνατολὰς οἰκοῦντες καὶ οἱ πρὸς δύσιν. πολεμίων οὖν ἄφνω τὴν πόλιν ἐφορμησάντων καὶ πάντων θορυβουμένων οἱ πρὸς τὸ ἀνατολικὸν οἰκοῦντες μέρος πρὸς ἀλλήλους ἔλεγον· Ἡμεῖς μὴ θορυβηθῶμεν· οἱ γὰρ πολέμιοι ἐπὶ τὰς δυσικὰς εἰσέρχονται πύλας.

Εν Ἀβδήροις 
διῃρεῖτο ἡ πόλις 
εἰς δύο μέρη, 
οἵ τε πρὸς ἀνατολὰς οἰκοῦντες 
καὶ οἱ πρὸς δύσιν. 
πολεμίων οὖν ἄφνω 
τὴν πόλιν ἐφορμησάντων 
καὶ πάντων θορυβουμένων 
οἱ πρὸς τὸ ἀνατολικὸν οἰκοῦντες μέρος 
πρὸς ἀλλήλους ἔλεγον· 
Ἡμεῖς μὴ θορυβηθῶμεν· 
οἱ γὰρ πολέμιοι 
ἐπὶ τὰς δυσικὰς εἰσέρχονται πύλας.

Εν Ἀβδήροις  ...  In Abdera (the home of dunces)
διῃρεῖτο ἡ πόλις  ...  the city was divided
εἰς δύο μέρη  ...  into two halves:
οἵ τε οἰκοῦντες  ...  those who lived
πρὸς ἀνατολὰς  ...  on the eastern side
καὶ οἱ πρὸς δύσιν  ...  and those on the western side.
πολεμίων οὖν ἄφνω  ...  All of a sudden, enemies 
τὴν πόλιν ἐφορμησάντων  ...  attacked the city, 
καὶ πάντων θορυβουμένων  ...  and everyone was frantic.
οἱ οἰκοῦντες μέρος  ...  the people inhabiting the half 
πρὸς τὸ ἀνατολικὸν  ...  on the eastern side 
πρὸς ἀλλήλους ἔλεγον  ...  said to one another,
Ἡμεῖς μὴ θορυβηθῶμεν  ...  "No need for us to be frantic
οἱ γὰρ πολέμιοι ...  since the enemy 
εἰσέρχονται  ...  are moving against
ἐπὶ τὰς δυσικὰς πύλας  ...  the western gate."

And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Tuesday, May 20, 2025

Greek Reading: Fables 61

Both the fable and the joke below come from Abbott's Easy Greek Reader which is available at the Internet Archive. 

So, here are the stories in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.


Ἑρμῆς θρησκευόμενος ὑπό τινος περιττῶς χῆνα αὐτῷ ἐχαρίσατο ὠὰ χρύσεα τίκτουσαν· ὁ δὲ οὐκ ἀναμείνας τὴν κατὰ μικρὸν ὠφέλειαν, ὑπολαβὼν δὲ, ὅτι πάντα τὰ ἐντὸς χρύσεα ἔχει ὁ χὴν, οὐδὲν μελλήσας ἔθυσεν αὐτήν. Συνέβη δ᾿ αὐτὸν μὴ μόνον ὃ προσεδόκησε σφαλῆναι, ἀλλὰ καὶ τὰ ὠὰ ἀποβαλεῖν· τὰ γὰρ ἐντὸς πάντα σαρκώδη εὗρεν.

Ἑρμῆς 
θρησκευόμενος ὑπό τινος περιττῶς 
χῆνα αὐτῷ ἐχαρίσατο 
ὠὰ χρύσεα τίκτουσαν· 
ὁ δὲ οὐκ ἀναμείνας 
τὴν κατὰ μικρὸν ὠφέλειαν, 
ὑπολαβὼν δὲ
ὅτι πάντα τὰ ἐντὸς χρύσεα 
ἔχει ὁ χὴν, 
οὐδὲν μελλήσας 
ἔθυσεν αὐτήν. 
Συνέβη δ᾿ αὐτὸν 
μὴ μόνον 
ὃ προσεδόκησε σφαλῆναι, 
ἀλλὰ καὶ 
τὰ ὠὰ ἀποβαλεῖν· 
τὰ γὰρ ἐντὸς 
πάντα σαρκώδη εὗρεν.

Ἑρμῆς  ...  Hermes
θρησκευόμενος περιττῶς  ...  was worshipped devoutly 
ὑπό τινος  ...  by a certain man 
χῆνα αὐτῷ ἐχαρίσατο  ...  so he thanked him with a goose 
ὠὰ χρύσεα τίκτουσαν  ...  that laid golden eggs. 
ὁ δὲ οὐκ ἀναμείνας  ...  But the man wouldn't wait 
τὴν κατὰ μικρὸν ὠφέλειαν  ...  for the profit bit bit bit, 
ὑπολαβὼν δὲ  ...  and, supposing
ὅτι ἔχει ὁ χὴν  ...  that the goose
πάντα τὰ ἐντὸς χρύσεα  ...  was all golden inside,
οὐδὲν μελλήσας  ...  he didn't hesitate 
ἔθυσεν αὐτήν  ...  to butcher her. 
Συνέβη δ᾿  ...  As a result  
αὐτὸν μὴ μόνον σφαλῆναι  ...  not only did he fail to get
ὃ προσεδόκησε  ...  what he expected 
ἀλλὰ καὶ  ...  but he also 
τὰ ὠὰ ἀποβαλεῖν  ...  lost the eggs, 
τὰ γὰρ ἐντὸς  ...  for inside the goose
πάντα σαρκώδη εὗρεν  ...  he found only flesh.



(you've also seen another version of this story)

Κερδὼ βότρυν βλέπουσα μακρᾶς ἀμπέλου,
πρὸς ὕψος ἦρτο, καὶ καμοῦσα πολλάκις
ἑλεῖν ἀπεῖτε· πρὸς ἑαυτὴν ταῦτ' ἔφη·
μὴ κάμνε· ῥᾶγες ὀμφακίζουσιν μάλα.

The meter is iambic; here is the meter marked:

Κερδὼ | βότρυν || βλέπου|σα μα||κρᾶς ἀμ|πέλου,
πρὸς ὕ|ψος ἦρ||το, καὶ | καμοῦ||σα πολ|λάκις
ἑλεῖν | ἀπεῖ||τε· πρὸς | ἑαυ||τὴν ταῦτ' | ἔφη·
μὴ κάμ|νε· ῥᾶ||γες ὀμ|φακί||ζουσιν | μάλα.

Κερδὼ 
βότρυν βλέπουσα 
μακρᾶς ἀμπέλου,
πρὸς ὕψος ἦρτο, 
καὶ καμοῦσα πολλάκις
ἑλεῖν ἀπεῖτε· 
πρὸς ἑαυτὴν ταῦτ' 
ἔφη·
μὴ κάμνε· 
ῥᾶγες ὀμφακίζουσιν μάλα.

Κερδὼ  ...  The sly (fox)
βότρυν βλέπουσα  ...  saw a bunch of grapes 
μακρᾶς ἀμπέλου  ...  on a high vine,
πρὸς ὕψος ἦρτο  ...  so she jumped up, 
καὶ καμοῦσα  ...  and wore herself out
πολλάκις ἑλεῖν  ...  grabbing again and again.
ἀπεῖτε  ...  Then she walked away
πρὸς ἑαυτὴν ταῦτ' ἔφη  ...  saying to herself,
μὴ κάμνε  ...  Stop making such an effort!
ῥᾶγες ὀμφακίζουσιν μάλα  ...  The grapes are all sour.




Σχολαστικὸς γράφων πρὸς τὸν πατέρα ἀπὸ τῶν ᾿Αθηνῶν, καὶ ἐναβρυνόμενος, ὅτι πεπαίδευται, προσέθηκεν· Εὔχομαι δέ σε εὑρεῖν κεφαλικὴν φεύγοντα δίκην, ἵνα σοι δείξω τὸν ῥήτορα.

Σχολαστικὸς 
γράφων πρὸς τὸν πατέρα 
ἀπὸ τῶν ᾿Αθηνῶν, 
καὶ ἐναβρυνόμενος
ὅτι πεπαίδευται
προσέθηκεν· 
Εὔχομαι δέ 
σε εὑρεῖν 
κεφαλικὴν φεύγοντα δίκην, 
ἵνα σοι δείξω 
τὸν ῥήτορα.

Σχολαστικὸς  ...  A dunce
γράφων πρὸς τὸν πατέρα  ...  wrote to his father 
ἀπὸ τῶν ᾿Αθηνῶν  ...  from Athens, 
καὶ ἐναβρυνόμενος  ...  bragging
ὅτι πεπαίδευται  ...  how he had gotten educated.
προσέθηκεν  ...  Then he added,
Εὔχομαι δέ σε εὑρεῖν  ...  And I hope to find you 
φεύγοντα  ...  trying to escape
κεφαλικὴν δίκην  ...  a death sentence
ἵνα σοι δείξω  ...  so that I can show you
τὸν ῥήτορα  ...  what an orator I've become!


And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Sunday, May 18, 2025

Greek Reading: Fables 60

Both the fable and the joke below come from Abbott's Easy Greek Reader which is available at the Internet Archive. 

So, here are the stories in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.


Ἄνθρωπόν ποτε λέγεται πρὸς Σάτυρον φιλίαν σπείσασθαι. Καὶ δὴ χειμῶνος καταλαβόντος καὶ ψύχους γενομένου ὁ ἄνθρωπος τὰς χεῖρας τῷ στόματι ἐπέπνει. Τοῦ δὲ Σατύρου τὴν αἰτίαν ἐρομένου, δι' ἣν τοῦτο πράττει, ἔλεγεν, ὅτι θερμαίνει τὰς χεῖρας διὰ τὸ κρύος. Ὕστερον δὲ παρατεθείσης αὐτοῖς τραπέζης καὶ προσφαγήματος θερμοῦ σφόδρα ὄντος, ὁ ἄνθρωπος ἀναιρούμενος κατὰ μικρὸν τῷ στόματι προσέφερε καὶ ἐφύσα· πυνθανομένου δὲ πάλιν τοῦ Σατύρου, τί τοῦτο ποιεῖ; ἔφασκε καταψύχειν τὸ ἔδεσμα, ἐπεὶ λίαν θερμόν ἐστι. Κἀκεῖνος ἔφη πρὸς αὐτόν· ἀλλ' ἀποτάσσομαί σου τῇ φιλίᾳ, ὦ οὗτος, ὅτι ἐκ τοῦ αὐτοῦ στόματος τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐξιεῖς.

Ἄνθρωπόν ποτε λέγεται 
πρὸς Σάτυρον φιλίαν σπείσασθαι. 
Καὶ δὴ χειμῶνος καταλαβόντος 
καὶ ψύχους γενομένου 
ὁ ἄνθρωπος 
τὰς χεῖρας τῷ στόματι ἐπέπνει. 
Τοῦ δὲ Σατύρου 
τὴν αἰτίαν ἐρομένου, 
δι' ἣν τοῦτο πράττει, 
ἔλεγεν, ὅτι 
θερμαίνει τὰς χεῖρας 
διὰ τὸ κρύος. 
Ὕστερον δὲ 
παρατεθείσης αὐτοῖς τραπέζης 
καὶ προσφαγήματος 
θερμοῦ σφόδρα ὄντος, 
ὁ ἄνθρωπος 
ἀναιρούμενος κατὰ μικρὸν τῷ στόματι 
προσέφερε καὶ ἐφύσα· 
πυνθανομένου δὲ πάλιν 
τοῦ Σατύρου, 
τί τοῦτο ποιεῖ; 
ἔφασκε 
καταψύχειν τὸ ἔδεσμα, 
ἐπεὶ λίαν θερμόν ἐστι. 
Κἀκεῖνος ἔφη πρὸς αὐτόν· 
ἀλλ' ἀποτάσσομαί 
σου τῇ φιλίᾳ, 
ὦ οὗτος, 
ὅτι ἐκ τοῦ αὐτοῦ στόματος 
τὸ θερμὸν καὶ τὸ ψυχρὸν 
ἐξιεῖς.

Ἄνθρωπόν ποτε λέγεται  ...  A man is once said
φιλίαν σπείσασθαι  ...  to have pledged friendship 
πρὸς Σάτυρον  ...  with a Satyr.
Καὶ δὴ χειμῶνος καταλαβόντος  ...  And when winter came on
καὶ ψύχους γενομένου  ...  and it became cold
ὁ ἄνθρωπος  ...  the man 
τῷ στόματι ἐπέπνει  ...  blew with his mouth
τὰς χεῖρας  ...  on his hands.
Τοῦ δὲ Σατύρου  ...  When the Satyr 
τὴν αἰτίαν ἐρομένου  ...  asked the reason, 
δι' ἣν τοῦτο πράττει  ...  that he did that, 
ἔλεγεν, ὅτι  ...  the man said that 
θερμαίνει τὰς χεῖρας  ...  he was warming his hands 
διὰ τὸ κρύος  ...  through the frost. 
Ὕστερον δὲ  ...  Later 
παρατεθείσης αὐτοῖς τραπέζης  ...  when their table was set 
καὶ προσφαγήματος  ...  and the food 
θερμοῦ σφόδρα ὄντος  ...  was very hot, 
ὁ ἄνθρωπος  ...  the man 
ἀναιρούμενος κατὰ μικρὸν  ...  taking up a little 
τῷ στόματι προσέφερε  ...  put it to his mouth 
καὶ ἐφύσα  ...  blew blew on it.
πυνθανομένου δὲ πάλιν  ...  Asked again 
τοῦ Σατύρου  ...  by the Satyr, 
τί τοῦτο ποιεῖ  ...  why he did that,
ἔφασκε  ...  the man said that 
καταψύχειν τὸ ἔδεσμα  ...  it warmed the meat 
ἐπεὶ λίαν θερμόν ἐστι  ...  since it was very hot. 
Κἀκεῖνος ἔφη  ...  Then the Satyr said 
πρὸς αὐτόν  ...  to him,
ἀλλ' ἀποτάσσομαί  ...  Well then, I renounce
σου τῇ φιλίᾳ  ...  your friendship,
ὦ οὗτος  ...  you so-and-so,
ὅτι ἐξιεῖς  ...  because you're blowing out
τὸ θερμὸν καὶ τὸ ψυχρὸν  ...  both hot and cold
ἐκ τοῦ αὐτοῦ στόματος  ...  from the same mouth.


Αβδηρίτης λεκάνην ἐπώλει μὴ ἔχουσαν ὠτία. ἐρωτήσαντος δὲ τινὸς διὰ τί αὐτῆς ἦρε τὰ ὠτία, ἀπεκρίνατο· ῞Ινα μὴ ἀκούσασα, ὅτι πωλεῖται, φύγῃ.

Αβδηρίτης 
λεκάνην ἐπώλει 
μὴ ἔχουσαν ὠτία. 
ἐρωτήσαντος δὲ τινὸς 
διὰ τί 
αὐτῆς ἦρε τὰ ὠτία, 
ἀπεκρίνατο· 
Ἵνα μὴ ἀκούσασα, 
ὅτι πωλεῖται, 
φύγῃ.

As you read this one, think about the very elegant English saying, "Little pitchers have big ears." This is about the ears/handles of a Greek basin:

Αβδηρίτης  ...  A dunce
λεκάνην ἐπώλει  ...  sold a basin 
μὴ ἔχουσαν ὠτία  ...  without ears (handles). 
ἐρωτήσαντος δὲ τινὸς διὰ τί  ...  Asked by someone why
αὐτῆς ἦρε τὰ ὠτία  ...  he took off the basin's ears
ἀπεκρίνατο  ...  he replied, 
Ἵνα μὴ φύγῃ  ...  So that the basin wouldn't run away 
ἀκούσασα ...  when it heard
ὅτι πωλεῖται  ...  that it was going to be sold.


And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Tuesday, May 13, 2025

Greek Reading: Fables 59

Both the fable and the joke below come from Abbott's Easy Greek Reader which is available at the Internet Archive. 

So, here are the stories in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.


Λύκος δήποτε ἄρας ἀρνίον ἐκ ποίμνης ἀπεκόμιζεν εἰς τὴν ἰδίαν κοίτην· λέων δὲ τούτῳ ἐξαίφνης συναντήσας, ἦρεν ἐξ αὐτοῦ τὸ ἀρνίον. Στὰς δὲ πόῤῥωθεν πρὸς αὐτὸν ταῦτα λέγει· ἵνα τί, ἄναξ, ἐξ ἐμοῦ τοῦτο ἦρας; πῶς δὲ οὐ τηρεῖς τοὺς θεσμοὺς τοὺς ἀρχαίους, τοῦ μὴ τυραννεῖν χειρὶ δυνατωτάτῃ, ἀλλὰ πάντοτε ἐκδικεῖν τοῖς ἀπόροις; Ὁ δὲ γελάσας πρὸς αὐτὸν ταῦτα λέγει· σὺ δὲ, ὦ λύκε, δικαίως τοῦτʼ ἂν ἔσχες, εἴ τις τῶν φίλων αὐτὸ κεχάρικέ σοι.

Λύκος δήποτε 
ἄρας ἀρνίον ἐκ ποίμνης 
ἀπεκόμιζεν 
εἰς τὴν ἰδίαν κοίτην· 
λέων δὲ 
τούτῳ ἐξαίφνης συναντήσας, 
ἦρεν ἐξ αὐτοῦ τὸ ἀρνίον. 
Στὰς δὲ πόῤῥωθεν 
πρὸς αὐτὸν ταῦτα λέγει· 
ἵνα τί, ἄναξ, 
ἐξ ἐμοῦ τοῦτο ἦρας; 
πῶς δὲ 
οὐ τηρεῖς 
τοὺς θεσμοὺς τοὺς ἀρχαίους, 
τοῦ μὴ τυραννεῖν χειρὶ δυνατωτάτῃ, 
ἀλλὰ πάντοτε 
ἐκδικεῖν τοῖς ἀπόροις; 
Ὁ δὲ γελάσας 
πρὸς αὐτὸν ταῦτα λέγει· 
σὺ δὲ, ὦ λύκε, 
δικαίως τοῦτʼ ἂν ἔσχες, 
εἴ τις τῶν φίλων 
αὐτὸ κεχάρικέ σοι.

Λύκος δήποτε  ...  There was once a wolf 
ἄρας ἀρνίον  ...  who seized a lamb
ἐκ ποίμνης  ...  from the flock, 
ἀπεκόμιζεν  ...  and carried it away 
εἰς τὴν ἰδίαν κοίτην  ...  to his lair. 
λέων δὲ ἐξαίφνης  ...  All of a sudden, a lion 
τούτῳ συναντήσας  ...  ran into him, 
ἦρεν ἐξ αὐτοῦ τὸ ἀρνίον  ...  and took the lamb. 
Στὰς δὲ πόῤῥωθεν  ...  Standing at a distance 
πρὸς αὐτὸν ταῦτα λέγει  ...  the wolf said to him, 
ἵνα τί, ἄναξ  ...  Why, my lord, 
ἐξ ἐμοῦ τοῦτο ἦρας  ...  did you take that from me? 
πῶς δὲ οὐ τηρεῖς  ...  How can you not heed 
τοὺς θεσμοὺς τοὺς ἀρχαίους  ...  the ancient laws 
τοῦ μὴ τυραννεῖν  ...   against ruling absolutely
χειρὶ δυνατωτάτῃ  ...  by the most powerful hand, 
ἀλλὰ πάντοτε  ...  but rather always 
ἐκδικεῖν τοῖς ἀπόροις  ...  showing justice to the helpless? 
Ὁ δὲ γελάσας  ...  And the lion laughed 
πρὸς αὐτὸν ταῦτα λέγει  ...  and said to him, 
σὺ δὲ, ὦ λύκε  ...  And you, wolf:
τοῦτʼ ἂν ἔσχες  ...  I suppose you got the lamb
δικαίως  ...  lawfully,
εἴ τις τῶν φίλων  ...  some friend of yours 
αὐτὸ κεχάρικέ σοι  ...  having given it to you as a gift.




Σχολαστικὸς συμφοιτητὰς ἐπὶ δεῖπνον καλέσας, ἐπαινεσάντων αὐτῶν ὑὸς κεφαλὴν καὶ ἀξιωσάντων καὶ τῇ ὑστεραίᾳ παρ’ αὐτῷ ἑστιαθῆναι, ἀπελθὼν πρὸς τὸν μάγειρον· Δός μοι, ἔφη, ἀπὸ τοῦ αὐτοῦ χοίρου κεφαλὴν ἑτέραν· ἡ γὰρ χθὲς ἡμῖν πάνυ ἤρεσεν.

Σχολαστικὸς 
συμφοιτητὰς ἐπὶ δεῖπνον καλέσας, 
ἐπαινεσάντων αὐτῶν 
ὑὸς κεφαλὴν 
καὶ ἀξιωσάντων 
καὶ τῇ ὑστεραίᾳ 
παρ’ αὐτῷ ἑστιαθῆναι, 
ἀπελθὼν πρὸς τὸν μάγειρον· 
Δός μοι, ἔφη, 
ἀπὸ τοῦ αὐτοῦ χοίρου 
κεφαλὴν ἑτέραν· 
ἡ γὰρ χθὲς 
ἡμῖν πάνυ ἤρεσεν.

Σχολαστικὸς 
συμφοιτητὰς ἐπὶ δεῖπνον καλέσας, 
ἐπαινεσάντων αὐτῶν 
ὑὸς κεφαλὴν 
καὶ ἀξιωσάντων 
καὶ τῇ ὑστεραίᾳ 
παρ’ αὐτῷ ἑστιαθῆναι, 
ἀπελθὼν πρὸς τὸν μάγειρον· 
Δός μοι, ἔφη, 
ἀπὸ τοῦ αὐτοῦ χοίρου 
κεφαλὴν ἑτέραν· 
ἡ γὰρ χθὲς 
ἡμῖν πάνυ ἤρεσεν.

Σχολαστικὸς  ...  A dunce
συμφοιτητὰς καλέσας  ...  invited his schoolfellows
ἐπὶ δεῖπνον  ...  to dinner.
ἐπαινεσάντων αὐτῶν  ...  When they praised 
ὑὸς κεφαλὴν  ...  the pig's head,
καὶ ἀξιωσάντων  ...  and encouraged him 
παρ’ αὐτῷ ἑστιαθῆναι  ...  to serve it at dinner
καὶ τῇ ὑστεραίᾳ  ...  again the next day.
ἀπελθὼν πρὸς τὸν μάγειρον  ...  He went to the butcher, 
Δός μοι, ἔφη  ...  and said, "Give me 
κεφαλὴν ἑτέραν  ...  another head
ἀπὸ τοῦ αὐτοῦ χοίρου  ...  from that same pig.
ἡμῖν πάνυ ἤρεσεν  ...  We really enjoyed
ἡ γὰρ χθὲς  ...  the one yesterday.


And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.