Showing posts with label Week 061. Show all posts
Showing posts with label Week 061. Show all posts

Thursday, June 5, 2025

Greek Reading: 68

The fable below comes from Arnold's Greek Reading Book (this is the final fable from Arnold), while the joke comes from Abbott's Easy Greek Reader, both of which are available at the Internet Archive. 

You'll find the fable and joke below, first in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.



Ἀηδὼν ἐπὶ δένδρου καθεζομένη κατὰ τὸ εἰωθὸς ᾖδεν. Ἱέραξ δὲ θεασάμενος καὶ τροφῆς ἀπορῶν συνείληφεν ἐπιπτάς. Ἡ δ’ ἀναιρεῖσθαι μέλλουσα ἐδεῖτο τοῦ ἱέρακος μὴ βρωθῆναι· μηδὲ γὰρ ἱκανὴ εἶναι ἱέρακος γαστέρα πληροῦν, δεῖν δὲ αὐτὸν τροφῆς προσδεόμενον ἐπὶ τὰ μείζω τῶν ὀρνέων τραπέσθαι. Καὶ ὁ ἱέραξ ὑπολαϐὼν εἶπεν· Ἀλλ’ ἔγωγε ἄφρων ἂν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην τροφὴν ἀφεὶς τὰ μὴ φαινόμενά πω διώκοιμι.

Ἀηδὼν 
ἐπὶ δένδρου καθεζομένη 
κατὰ τὸ εἰωθὸς ᾖδεν. 
Ἱέραξ δὲ θεασάμενος 
καὶ τροφῆς ἀπορῶν 
συνείληφεν ἐπιπτάς. 
Ἡ δ’ 
ἀναιρεῖσθαι μέλλουσα 
ἐδεῖτο τοῦ ἱέρακος 
μὴ βρωθῆναι· 
μηδὲ γὰρ ἱκανὴ εἶναι 
ἱέρακος γαστέρα πληροῦν, 
δεῖν δὲ 
αὐτὸν τροφῆς προσδεόμενον 
ἐπὶ τὰ μείζω τῶν ὀρνέων τραπέσθαι. 
Καὶ ὁ ἱέραξ 
ὑπολαϐὼν εἶπεν· 
Ἀλλ’ ἔγωγε ἄφρων ἂν εἴην, 
εἰ τὴν ἐν χερσὶν ἑτοίμην τροφὴν 
ἀφεὶς 
τὰ μὴ φαινόμενά πω διώκοιμι.

Ἀηδὼν  ...  A nightingale
ἐπὶ δένδρου καθεζομένη  ...  seated in a tree 
κατὰ τὸ εἰωθὸς ᾖδεν  ...  was singing as usual. 
Ἱέραξ δὲ θεασάμενος  ...  A hawk noticed her 
καὶ τροφῆς ἀπορῶν  ...  and, lacking food, 
ἐπιπτάς  ...  swooped down
συνείληφεν  ...  and grabbed her.
Ἡ δ’ ἀναιρεῖσθαι μέλλουσα  ...  About to be killed 
ἐδεῖτο τοῦ ἱέρακος  ...  she begged the hawk 
μὴ βρωθῆναι  ...  not to eat her, 
μηδὲ γὰρ ἱκανὴ εἶναι  ...  for she was not enough 
ἱέρακος γαστέρα πληροῦν  ...  to fill a hawk's stomach, 
δεῖν δὲ αὐτὸν  ...  and he should
τροφῆς προσδεόμενον  ...  since he needed more food 
τραπέσθαι  ...  to direct his attention
ἐπὶ τὰ μείζω τῶν ὀρνέων  ...  to bigger birds. 
Καὶ ὁ ἱέραξ  ...  And the hawk 
ὑπολαϐὼν εἶπεν  ...  interrupted and said, 
Ἀλλ’ ἔγωγε ἄφρων ἂν εἴην  ...  But i would indeed be a fool, 
εἰ ἀφεὶς  ...  if I let go  
τὴν ἐν χερσὶν ἑτοίμην τροφὴν  ...  ready food in my hands 
διώκοιμι  ... to chase
τὰ μὴ φαινόμενά πω  ...  things that are not yet visible.




Ἀβδηρίτης ἀπαγξασθαι βουλόμενος καὶ τοῦ σχοινίου διαρραγέντος, τὴν κεφαλὴν ἐπλήγη. λαβὼν οὖν ἔμπλαστρον παρὰ τοῦ ἰατροῦ καὶ θεὶς κατὰ τοῦ τραύματος, ἐπελθὼν πάλιν ἀπήγξατο.

Ἀβδηρίτης 
ἀπαγξασθαι βουλόμενος 
καὶ τοῦ σχοινίου διαρραγέντος, 
τὴν κεφαλὴν ἐπλήγη. 
λαβὼν οὖν ἔμπλαστρον 
παρὰ τοῦ ἰατροῦ 
καὶ θεὶς 
κατὰ τοῦ τραύματος, 
ἐπελθὼν 
πάλιν ἀπήγξατο.

Ἀβδηρίτης  ...  A dunce
ἀπαγξασθαι βουλόμενος  ...  wanted to hang himself 
καὶ τοῦ σχοινίου διαρραγέντος  ...  and the rope snapped
τὴν κεφαλὴν ἐπλήγη  ...  and he hit his head. 
λαβὼν οὖν ἔμπλαστρον  ...  He got a bandage 
παρὰ τοῦ ἰατροῦ  ...  from his doctor
καὶ θεὶς  ...  and applied it 
κατὰ τοῦ τραύματος  ...  to the wound, 
ἐπελθὼν  ...  and then he went off 
πάλιν ἀπήγξατο  ...  to hang himself again.

And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Wednesday, June 4, 2025

Proverbs Slideshow/Crossword: June 5

For today, it's a new review slideshow for Groups 161, 162 and 163. Here's the post with the details about how the slideshows work, and there's a random cat at the bottom of the post! Plus more cats.

The slideshow is embedded in the blog post, and you can also access today's slideshow directly, full-sized view. And remember: each time you see the English translation on a slide, you can click to access the original blog post with the notes for each proverb.


There's also a crossword puzzle PDF that you can print; here's a screenshot of the puzzle and key. :-)



These are the proverbs, linked back to their blog post:
  1. Ἀεὶ κολοιὸς παρὰ κολοιῷ ἰζάνει.
  2. Γλῶσσα ποῖ πορεύῃ;
  3. Δελφῖνα νήχεσθαι διδάσκεις.
  4. Ἐν ἅλῳ κρύπτῃ.
  5. Ἔχει καὶ χολὴν ὁ μύρμηξ.
  6. Ἔχεται δ' ὥσπερ πολύπους πέτρας.
  7. Ἔχων χαρίζου.
  8. Μέγα στόμα τοῦ ἐνιαυτοῦ.
  9. Ὁ δὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς.
  10. Ὃς ἔχει ὦτα ἀκούειν ἀκουέτω.
  11. Πίθηκος ἐν πορφύραι.
  12. Τὸν ὑψόθεν σκοπὸν ἐπισκόπει, φύλακα πολυπόνων.
  13. Ὕπνος πέφυκε σωμάτων σωτηρία.
  14. Φιλήκοον εἶναι μᾶλλον ἢ πολύλαλον.
  15. Χρησμοὺς θαύμαζε.


And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.


Tuesday, June 3, 2025

Greek Reading: 67

The fable below comes from Arnold's Greek Reading Book, while the joke comes from Abbott's Easy Greek Reader, both of which are available at the Internet Archive. 

You'll find the fable and joke below, first in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.


Ἔριφος ὑστερήσασα τῆς ποίμνης ὑπὸ λύκου κατεδιώκετο· ἐπιστραφεῖσα δὲ πρὸς αὐτὸν εἶπεν· Ὦ λύκε, ἐπεὶ πέπεισμαι ὅτι σὸν βρῶμα γενήσομαι, ἵνα μὴ ἀηδῶς ἀποθάνω, αὔλησον πρῶτον, ὅπως ὀρχήσωμαι. Τοῦ δὲ λύκου αὐλοῦντος καὶ τῆς ἐρίφου ὀρχουμένης, οἱ κύνες ἀκούσαντες τὸν λύκον ἐδίωκον. Ὁ δὲ ἐπιστραφεὶς τῇ ἐρίφῳ φησί· Δικαίως ταῦτά μοι γίνεται· ἔδει γάρ με μάγειρον ὄντα αὐλητὴν μὴ μιμεῖσθαι.

Ἔριφος 
ὑστερήσασα τῆς ποίμνης 
ὑπὸ λύκου κατεδιώκετο· 
ἐπιστραφεῖσα δὲ πρὸς αὐτὸν 
εἶπεν· 
Ὦ λύκε, 
ἐπεὶ πέπεισμαι 
ὅτι σὸν βρῶμα γενήσομαι, 
ἵνα μὴ ἀηδῶς ἀποθάνω, 
αὔλησον πρῶτον, 
ὅπως ὀρχήσωμαι. 
Τοῦ δὲ λύκου αὐλοῦντος 
καὶ τῆς ἐρίφου ὀρχουμένης, 
οἱ κύνες ἀκούσαντες 
τὸν λύκον ἐδίωκον. 
Ὁ δὲ ἐπιστραφεὶς 
τῇ ἐρίφῳ φησί· 
Δικαίως ταῦτά μοι γίνεται· 
ἔδει γάρ 
με μάγειρον ὄντα 
αὐλητὴν μὴ μιμεῖσθαι.

Ἔριφος  ...  A kid
ὑστερήσασα τῆς ποίμνης  ...  lagging behind the flock 
ὑπὸ λύκου κατεδιώκετο  ...  was chased by a wolf. 
ἐπιστραφεῖσα δὲ πρὸς αὐτὸν  ...  Facing the wolf 
εἶπεν  ...  the kid said, 
Ὦ λύκε  ...  O wolf! 
ἐπεὶ πέπεισμαι  ...  Since I'm sure  
ὅτι σὸν βρῶμα γενήσομαι  ...  that I'll be your food, 
ἵνα μὴ ἀηδῶς ἀποθάνω  ...  I don't want a brutal death: 
αὔλησον πρῶτον  ...  play on your pipe first, 
ὅπως ὀρχήσωμαι  ...  so that I can dance. 
Τοῦ δὲ λύκου αὐλοῦντος  ...  So the wolf piped, 
καὶ τῆς ἐρίφου ὀρχουμένης  ...  and the kid danced, 
οἱ κύνες ἀκούσαντες  ...  which the dogs heard 
τὸν λύκον ἐδίωκον  ...  and they pursued the wolf. 
Ὁ δὲ ἐπιστραφεὶς τῇ ἐρίφῳ   ...  Facing the kid
φησί  ...  the wolf said, 
Δικαίως ...  It's right
ταῦτά μοι γίνεται  ...  that this happened to me
ἔδει γάρ  ...  for I was supposed 
με μάγειρον ὄντα  ...  to be a butcher, 
αὐλητὴν μὴ μιμεῖσθαι  ...  not to pretend to be a piper.




Σχολαστικὸς διὰ χρόνου εἰς τὸν ἀγρὸν παραγενόμενος ἐθεάσατο τὰ θρέμματα ἐξιόντα ἐπὶ βόσκησιν. καὶ ὡς εἴωθε βληχόμενα ἰδὼν, ἠρώτα τὴν αἰτίαν. τοῦ δὲ οἰκονόμου προσπαίξαντος καὶ εἰπόντος, Ἀσπάζονταί σε, Τὴν ἐμήν σοι σωτηρίαν, φησίν, ἐμοῦ ἕνεκα ἀργίαν αὐτοῖς δὸς καὶ τρεῖς ἡμέρας μὴ ἐξαγάγῃς αὐτὰ εἰς νομήν.

Σχολαστικὸς 
διὰ χρόνου 
εἰς τὸν ἀγρὸν παραγενόμενος 
ἐθεάσατο τὰ θρέμματα 
ἐξιόντα ἐπὶ βόσκησιν. 
καὶ ὡς εἴωθε βληχόμενα ἰδὼν, 
ἠρώτα τὴν αἰτίαν. 
τοῦ δὲ οἰκονόμου 
προσπαίξαντος καὶ εἰπόντος, 
Ἀσπάζονταί σε, 
Τὴν ἐμήν σοι σωτηρίαν, 
φησίν, 
ἐμοῦ ἕνεκα 
ἀργίαν αὐτοῖς δὸς 
καὶ τρεῖς ἡμέρας 
μὴ ἐξαγάγῃς αὐτὰ εἰς νομήν.

Σχολαστικὸς  ...  The dunce
διὰ χρόνου  ...   at a certain time
παραγενόμενος  ...  went
εἰς τὸν ἀγρὸν  ...  to his country estate
ἐθεάσατο τὰ θρέμματα  ...  Observing the flocks 
ἐξιόντα ἐπὶ βόσκησιν  ...  going out to pasture 
καὶ ἰδὼν  ...  and seeing them
ὡς εἴωθε βληχόμενα ...  bleating as usual,
ἠρώτα τὴν αἰτίαν  ...  he asked the reason why. 
τοῦ δὲ οἰκονόμου  ...  The steward, 
προσπαίξαντος  ...  joking with him,
καὶ εἰπόντος  ...  said, 
Ἀσπάζονταί σε  ...  They are saluting you! 
φησίν  ...  So he said,
Τὴν ἐμήν σοι σωτηρίαν  ...  Bless my soul! 
ἐμοῦ ἕνεκα  ...  On my behalf 
ἀργίαν αὐτοῖς δὸς  ...  give them a holiday 
καὶ τρεῖς ἡμέρας  ...  and for three days 
μὴ ἐξαγάγῃς αὐτὰ  ...  don't lead them out 
εἰς νομήν  ...  to the pasture.

And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Monday, June 2, 2025

Greek Vocabulary Challenge: June 3

Here are today's vocabulary words; it's Group 171. Click on the word to learn more at Logeion:

θεός ~ θεοῦ (noun c.): god, goddess 
νεκρός ~ νεκροῦ (noun m.): corpse, dead man 
οὐρανός ~ οὐρανοῦ (noun m.): sky, heaven 
εὔνοια ~ εὐνοίας (noun f.): good will, gift 
δαίμων ~ δαίμονος (noun m.): divine being 

These are the proverbs (and there are always more proverbs at the blog):

Χυτρεοῦς θεός.

Νεκρὸν ἰατρεύειν.

Εἰς οὐρανὸν τοξεύεις.

Ἄκαιρος εὔνοι' οὐδὲν ἔχθρας διαφέρει.

Πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει.


And now, some commentary:

Χυτρεοῦς θεός.
A clay god.
This proverbial phrase refers to a god who is useless, not worthy of worship and unable to come to your aid. The adjective χυτρεοῦς is from the noun, χύτρα, a clay pot used for cooking. 

Νεκρὸν ἰατρεύειν.
To doctor a dead man.
This is one of those proverbial fool's errands: doctoring is not going to do any good for someone who is already dead. There's also this compound saying: νεκρὸν ἰατρεύειν καὶ γέροντα νουθετεῖν ταὐτόν, "to doctor the dead and to chastise an old man is the same thing," i.e. both are hopeless causes.

Εἰς οὐρανὸν τοξεύεις.
You're shooting an arrow at the sky.
This Greek saying appears as part of a delightful list of ἀδύνατα, "impossibilities," sometimes included as part of Plutarch's Moralia, and it also appears in the ancient Greek proverb collections. Of course, there is no way you can hit the sky with an arrow, so this is a fool's errand. Even worse, the arrow can fall back down and hit you. Compare the saying in the Biblical book of Ecclesiasticus: 
"If one cast a stone on high, it will fall upon his own head." Compare also a saying you saw in an earlier blog post: Εἰς οὐρανὸν πτύεις.

Ἄκαιρος εὔνοι' οὐδὲν ἔχθρας διαφέρει.
Affection at the wrong time is no different from hatred.
The saying is cited in Zenobius, who explains that these are the words Hippolytus speaks to Phaedra, rebuking his stepmother's unnatural affection towards him, although there is no extant Greek play about Hippolytus in which this expression is found. Note that the adjective ἄκαιρος, like other alpha-privative and many other compound adjectives, is both masculine and feminine in gender; in this saying, it is feminine: ἄκαιρος εὔνοια.

Πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει.
A city that is flourishing honors its divinities.
The words are spoken by Eteocles in Aeschylus's Seven Against Thebes. He is begging the gods to spare his city, including the divine curse, Ἐρινύς, pronounced by his father Oedipus. A city that is destroyed, Eteocles argues, cannot honor its gods, but a city that is flourishing can indeed honor its gods, which means it is in the gods' interests for the city to flourish.

And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Sunday, June 1, 2025

Greek Reading: 66

The fable below comes from Abbott's Easy Greek Reader, which is available at the Internet Archive. This is the last of the fables from Abbott, and it's a long one, so there is just the one story today: first in Greek, then segmented, and then interwoven with English. The title is linked to the Internet Archive page.

Μύες δύο, ὁ μὲν ἀρουραῖος, ὁ δὲ οἰκόσιτος κοινὸν εἶχον τὸν βίον. Ὁ δὲ οἰκόσιτος ἦλθε πρῶτος δειπνήσων ἐπὶ τῆς ἀρούρης ἔτι ἀνθούσης. Τρώγων δὲ σῖτον καὶ ῥίζας σὺν τοῖς βώλοις εἶπεν· Μύρμηκος ζῇς βίον ταλαιπώρου· ἐμοὶ δὲ πολλὰ ἔνεστιν ἀγαθά· τὸ κέρας οἰκῶ τῆς Ἀμαλθείας ὡς πρὸς σέ. Ἐὰν ἔλθῃς μετ᾿ ἐμοῦ, ὡς θέλεις ἀσωτεύσῃ. Ἀπῆγε πείσας τὸν μῦν ἐν τῷ οἴκῳ. Ἔδειξε δὲ αὐτῷ σῖτον καὶ ἄλευρα καὶ ὄσπρια καὶ σῦκα καὶ μέλι καὶ φοίνικας. Οὗτος δὲ ἐτέρφθη καὶ διεχύθη. Ὁ δὲ ἤγαγε καὶ τυρὸν ἐκ κανισκίου σύρων. Ἤνοιξέ τις τὴν θύραν· οἱ δὲ ἔφυγον εἰς στενὴν τρώγλην, ἔτριζον δὲ ὑπ᾿ ἀλλήλων στενούμενοι. Ὡς δὲ πάλιν ἤμελλον ἐκκύψαι καὶ μικρὰν ἰσχάδα σῦραι, ἕτερος ἦλθεν ἄλλο τι ἆραι· οἱ δὲ ἔνδον ἐκρύπτοντο. Ὁ δὲ ἀρουραῖος μῦς, καίπερ τοσαῦτα πεινῶν, εἶπε· Χαῖρε καὶ πλούτει καὶ τρύφα, ἔχων τὰ πάντα μετὰ κινδύνων· ἐγὼ δὲ βοτάνας καὶ ῥίζας τρώγων ἀφόβως καὶ λιτῶς ζήσω.

Μύες δύο, 
ὁ μὲν ἀρουραῖος, 
ὁ δὲ οἰκόσιτος 
κοινὸν εἶχον τὸν βίον. 
Ὁ δὲ οἰκόσιτος ἦλθε πρῶτος 
δειπνήσων ἐπὶ τῆς ἀρούρης 
ἔτι ἀνθούσης. 
Τρώγων δὲ σῖτον καὶ ῥίζας 
σὺν τοῖς βώλοις 
εἶπεν· 
Μύρμηκος ζῇς βίον ταλαιπώρου· 
ἐμοὶ δὲ πολλὰ ἔνεστιν ἀγαθά· 
τὸ κέρας οἰκῶ τῆς Ἀμαλθείας 
ὡς πρὸς σέ. 
Ἐὰν ἔλθῃς μετ᾿ ἐμοῦ, 
ὡς θέλεις ἀσωτεύσῃ. 
Ἀπῆγε 
πείσας τὸν μῦν 
ἐν τῷ οἴκῳ.
Ἔδειξε δὲ αὐτῷ 
σῖτον καὶ ἄλευρα καὶ ὄσπρια 
καὶ σῦκα καὶ μέλι καὶ φοίνικας. 
Οὗτος δὲ ἐτέρφθη καὶ διεχύθη. 
Ὁ δὲ ἤγαγε 
καὶ τυρὸν ἐκ κανισκίου σύρων. 
Ἤνοιξέ τις τὴν θύραν· 
οἱ δὲ ἔφυγον 
εἰς στενὴν τρώγλην, 
ἔτριζον δὲ 
ὑπ᾿ ἀλλήλων στενούμενοι. 
Ὡς δὲ πάλιν ἤμελλον ἐκκύψαι 
καὶ μικρὰν ἰσχάδα σῦραι, 
ἕτερος ἦλθεν 
ἄλλο τι ἆραι· 
οἱ δὲ ἔνδον ἐκρύπτοντο. 
Ὁ δὲ ἀρουραῖος μῦς, 
καίπερ τοσαῦτα πεινῶν, 
εἶπε· 
Χαῖρε καὶ πλούτει 
καὶ τρύφα, 
ἔχων τὰ πάντα μετὰ κινδύνων· 
ἐγὼ δὲ 
βοτάνας καὶ ῥίζας 
τρώγων ἀφόβως 
καὶ λιτῶς ζήσω.

Μύες δύο  ...  There were two mice, 
ὁ μὲν ἀρουραῖος  ...  one a field mouse
ὁ δὲ οἰκόσιτος  ...  one a house mouse
εἶχον τὸν βίον  ...  and they shared their life
κοινὸν  ...  in common.
Ὁ δὲ οἰκόσιτος  ...  The house-mouse 
ἦλθε πρῶτος δειπνήσων  ...  came first to dine
ἐπὶ τῆς ἀρούρης  ...  in the field 
ἔτι ἀνθούσης  ...  while it was still blooming. 
Τρώγων δὲ σῖτον  ...  Eating the grain
καὶ ῥίζας  ...  and roots 
σὺν τοῖς βώλοις  ...  with clods of dirt, 
εἶπεν  ...  he said:
ζῇς βίον  ...  You're living the life
μύρμηκος ταλαιπώρου  ...  of a wretched ant.
ἐμοὶ δὲ ἔνεστιν  ...  But I have
πολλὰ ἀγαθά  ...  lots of good things —
οἰκῶ  ...  Where I live
ὡς πρὸς σέ  ...  you have before you
τὸ κέρας τῆς Ἀμαλθείας  ...  the horn of Amaltheia.
Ἐὰν ἔλθῃς μετ᾿ ἐμοῦ  ...  If you come with me, 
ἀσωτεύσῃ  ...  you will live in luxury
ὡς θέλεις  ...  as you wish.
πείσας  ...  Having persuaded him
ἀπῆγε τὸν μῦν  ...  he led the mouse
ἐν τῷ οἴκῳ  ...  to his house.
Ἔδειξε δὲ αὐτῷ  ...  And he showed him 
σῖτον καὶ ἄλευρα  ...  grain and flour
καὶ ὄσπρια καὶ σῦκα  ...  and pulses and figs
καὶ μέλι καὶ φοίνικας  ...  and honey and cabbage. 
Οὗτος δὲ ἐτέρφθη  ... The field mouse enjoyed himself
καὶ διεχύθη  ...  and relaxed. 
Ὁ δὲ ἤγαγε καὶ τυρὸν   ...  His host also brought cheese
ἐκ κανισκίου σύρων  ...  dragging it out from its container. 
Ἤνοιξέ τις τὴν θύραν  ...  But someone opened the door 
οἱ δὲ ἔφυγον  ...  and the mice fled
εἰς στενὴν τρώγλην  ...  into a narrow hole
ἔτριζον δὲ  ...  and they squealed 
ὑπ᾿ ἀλλήλων στενούμενοι  ...  as they pressed one another.
Ὡς δὲ ἤμελλον ἐκκύψαι  ...  As they were about to creep out 
πάλιν  ... once again
καὶ μικρὰν ἰσχάδα σῦραι  ...  and to grab a little dried fig, 
ἕτερος ἦλθεν  ...  someone else came in 
ἄλλο τι ἆραι  ...  to get something or other 
οἱ δὲ ἔνδον ἐκρύπτοντο  ...  and they hid themselves inside. 
Ὁ δὲ ἀρουραῖος μῦς  ...  And the field mouse, 
καίπερ τοσαῦτα πεινῶν  ...  although hungry for such goods, 
εἶπε  ...  said: 
Χαῖρε καὶ πλούτει καὶ τρύφα  ...  Rejoice, be rich, and feast,
ἔχων τὰ πάντα μετὰ κινδύνων  ...  having all that with dangers. 
ἐγὼ δὲ  ...  Meanwhile I 
τρώγων ἀφόβως  ...  will eat without fear
βοτάνας καὶ ῥίζας  ...  grass and roots 
καὶ λιτῶς ζήσω  ...  and will live frugally.


And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.