Today's stories are from Smith's Initia Graeca, available at the Internet Archive. You can use the linked titles to access the book, and it has a dictionary in the back.
Here are the stories, presented in Greek, segmented, and then interwoven with English.
Μύρμηξ διψήσας, κατελθὼν εἰς πηγήν, παρασυρεὶς ὑπὸ τοῦ ῥεύματος ἀπεπνίγετο. Περιστερὰ δὲ τοῦτο θεασαμένη κλῶνα δένδρου περιελοῦσα εἰς τὴν πηγὴν ἔρριψεν, ἐφ’ οὗ καὶ καθίσας ὁ μύρμηξ διεσώθη. Ἰξευτὴς δέ τις μετὰ τοῦτο τοὺς καλάμους συνθεὶς ἐπὶ τὸ τὴν περιστερὰν συλλαβεῖν ᾔει. Τοῦτο δ’ ὁ μύρμηξ ἑωρακὼς τὸν τοῦ ἰξευτοῦ πόδα ἔδακεν. Ὁ δὲ ἀλγήσας τούς τε καλάμους ἔρριψε καὶ τὴν περιστερὰν αὐτίκα φυγεῖν ἐποίησεν.
Μύρμηξ διψήσας,
κατελθὼν εἰς πηγὴν,
παρασυρεὶς ὑπὸ τοῦ ῥεύματος
ἀπεπνίγετο.
Περιστερὰ δὲ
τοῦτο θεασαμένη,
κλῶνα δένδρου περιελοῦσα
εἰς τὴν πηγὴν ἔρριψεν,
ἐφ' οὗ καὶ καθίσας
ὁ μύρμηξ διεσώθη.
Ἰξευτὴς δέ τις
μετὰ τοῦτο
τοὺς καλάμους συνθεὶς
ἐπὶ τὸ τὴν περιστερὰν συλλαβεῖν ᾔει.
Τοῦτο δὲ ὁ μύρμηξ ἑωρακὼς
τὸν τοῦ ἰξευτοῦ πόδα ἔδακεν.
Ὁ δὲ ἀλγήσας
τούς τε καλάμους ἔρριψε
καὶ τὴν περιστερὰν αὐτίκα φυγεῖν ἐποίησεν.
Μύρμηξ διψήσας ... An ant, thirsty,
κατελθὼν εἰς πηγὴν ... went down to a spring;
παρασυρεὶς ὑπὸ τοῦ ῥεύματος ... swept away by the current,
ἀπεπνίγετο ... he was drowning.
Περιστερὰ δὲ τοῦτο θεασαμένη ... A dove saw this,
κλῶνα δένδρου περιελοῦσα ... grabbed a twig from a tree
εἰς τὴν πηγὴν ἔρριψεν ... threw it into the spring,
ἐφ' οὗ καὶ καθίσας ... and having sat on it,
ὁ μύρμηξ διεσώθη ... the ant was saved.
Ἰξευτὴς δέ τις μετὰ τοῦτο ᾔει ... after this a birdcatcher came,
τοὺς καλάμους συνθεὶς ... arranged his (limed) reeds
ἐπὶ τὸ τὴν περιστερὰν συλλαβεῖν ... to trap the dove.
Τοῦτο δὲ ὁ μύρμηξ ἑωρακὼς ... The ant, seeing this,
τὸν τοῦ ἰξευτοῦ πόδα ἔδακεν ... bit the birdcatcher on the foot.
Ὁ δὲ ἀλγήσας ... In pain,
τούς τε καλάμους ἔρριψε ... he cast aside his reeds
καὶ ἐποίησεν ... and thus made
τὴν περιστερὰν αὐτίκα φυγεῖν ... the dove fly off immediately.
Ἀηδὼν ἐπί τινος ὑψηλῆς δρυὸς καθημένη κατὰ τὸ σύνηθες ᾖδεν· ἱέραξ δὲ αὐτὴν θεασάμενος, ὡς ἠπόρει τροφῆς, ἐπιπτὰς συνέλαβεν· ἡ δὲ μέλλουσα ἀναιρεῖσθαι ἐδέετο μεθεῖναι αὐτήν, λέγουσα, ὡς οὐχ ἱκανή ἐστιν ἱέρακος γαστέρα αὐτὴ πληρῶσαι· δεῖν δὲ αὐτόν, εἰ τροφῆς ἀπορεῖ, ἐπὶ τὰ μείζονα τῶν ὀρνέων τρέπεσθαι. Καὶ ὅς ὑποτυχὼν εἶπεν· ἀλλ' ἔγωγε ἀπόπληκτος ἂν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην βορὰν ἀφεὶς τὰ μηδέπω φαινόμενα διώκοιμι.
Ἀηδὼν
ἐπί τινος ὑψηλῆς δρυὸς καθημένη
κατὰ τὸ σύνηθες ᾖδεν·
ἱέραξ δὲ αὐτὴν θεασάμενος,
ὡς ἠπόρει τροφῆς,
ἐπιπτὰς συνέλαβεν·
ἡ δὲ μέλλουσα ἀναιρεῖσθαι
ἐδέετο μεθεῖναι αὐτήν, λέγουσα,
ὡς οὐχ ἱκανή ἐστιν
ἱέρακος γαστέρα αὐτὴ πληρῶσαι·
δεῖν δὲ αὐτόν,
εἰ τροφῆς ἀπορεῖ,
ἐπὶ τὰ μείζονα τῶν ὀρνέων τρέπεσθαι.
Καὶ ὅς ὑποτυχὼν εἶπεν·
ἀλλ' ἔγωγε ἀπόπληκτος ἂν εἴην,
εἰ τὴν ἐν χερσὶν ἑτοίμην βορὰν ἀφεὶς
τὰ μηδέπω φαινόμενα διώκοιμι.
Ἀηδὼν ... A nightingale
ἐπί τινος ὑψηλῆς δρυὸς καθημένη ... settled on a high tree
κατὰ τὸ σύνηθες ᾖδεν ... was singing as usual·
ἱέραξ δὲ αὐτὴν θεασάμενος ... but a hawk saw her,
ὡς ἠπόρει τροφῆς ... as he was in need of food,
ἐπιπτὰς συνέλαβεν ... flew up and grabbed her·
ἡ δὲ μέλλουσα ἀναιρεῖσθαι ... she, about to be killed,
ἐδέετο μεθεῖναι αὐτήν, λέγουσα ... begged him to let her go,
ὡς οὐχ ἱκανή ἐστιν αὐτὴ ... as she was not sufficient
ἱέρακος γαστέρα πληρῶσαι ... to fill a hawk's stomach;
εἰ τροφῆς ἀπορεῖ ... if he needed food,
δεῖν δὲ αὐτόν τρέπεσθαι ... he should turn to
ἐπὶ τὰ μείζονα τῶν ὀρνέων ... the bigger birds.
Καὶ ὅς ὑποτυχὼν εἶπεν ... And, interrupting, he said·
ἀλλ' ἔγωγε ἀπόπληκτος ἂν εἴην ... but I would be struck dumb,
εἰ ἀφεὶς ... If I let go
τὴν ἐν χερσὶν ἑτοίμην βορὰν ... ready meat in my hand
τὰ μηδέπω φαινόμενα διώκοιμι ... pursuing as yet invisible things.
And here's a random proverb and a random LOLCat too :
No comments:
Post a Comment