Showing posts with label Myths. Show all posts
Showing posts with label Myths. Show all posts

Friday, February 16, 2024

Dialogue: Zeus and Hermes

A Greek Reader for the Use of Schools by C. C. Felton. Internet Archive link. This is reading 2 in the Lucian section. There are notes for each story and also a vocabulary in the back of the book. You will find Aesop, Lucian, and a variety of other authors in this book: table of contents.

Ζεύς. Τὴν τοῦ Ἰνάχου παῖδα τὴν καλὴν οἶσθα, ὦ Ερμῆ;
Ἑρμῆς. Ναί· τὴν Ἰὼ λέγεις.
Ζεύς. Οὐκέτι παῖς ἐκείνη ἐστίν, ἀλλὰ δάμαλις.
Ἑρμῆς. Τεράστιον τοῦτο· τῷ τρόπῳ δ᾽ ἐνηλλάγη;
Ζεύς. Ζηλοτυπήσασα ἡ Ἥρα μετέβαλεν αὐτήν. ἀλλα καὶ καινὸν ἄλλο τι δεινὸν ἐπιμεμηχάνηται τῇ κακοδαίμονι· βουκόλον τινὰ πολυόμματον Ἄργον τοὔνομα ἐπέστησεν, ὃς νέμει τὴν δάμαλιν ἄϋπνος ὤν.
Ἑρμῆς. Τί οὖν ἡμᾶς χρὴ ποιεῖν;
Ζεύς. Καταπτάμενος ἐς τὴν Νεμεαν — ἐκεῖ δέ που ὁ Ἄργος βουκολεῖ — ἐκεῖνον μὲν ἀπόκτεινον, τὴν δὲ Ἰὼ διὰ τοῦ πελάγους ἐς τὴν Αἴγυπτον ἀπαγαγὼν, Ἶσιν ποίησον. Καὶ τὸ λοιπὸν ἔστω θεὸς τοῖς ἐκεῖ· καὶ τὸν Νεῖλον ἀναγέτω, καὶ τοὺς ἀνέμους ἐπιπεμπέτω, καὶ σωζέτω τοὺς πλέοντας.

Ζεύς. ὦ Ερμῆ,
οἶσθα
τὴν τοῦ Ἰνάχου παῖδα
τὴν καλὴν;

Ἑρμῆς. Ναί·
λέγεις τὴν Ἰὼ.

Ζεύς. ἐκείνη
οὐκέτι ἐστίν παῖς,
ἀλλὰ δάμαλις.

Ἑρμῆς. τοῦτο τεράστιον ·
τῷ τρόπῳ δε
ἐνηλλάγη;

Ζεύς.  ἡ Ἥρα,
ζηλοτυπήσασα,
μετέβαλεν αὐτήν.
ἀλλα
καὶ ἄλλο τι καινὸν δεινὸν
ἐπιμεμηχάνηται
τῇ κακοδαίμονι·
ἐπέστησεν
βουκόλον τινὰ
πολυόμματον
Ἄργον τοὔνομα,
ὃς
νέμει τὴν δάμαλιν
ὤν ἄϋπνος.

Ἑρμῆς. Τί οὖν
χρὴ
ἡμᾶς ποιεῖν;

Ζεύς. Καταπτάμενος
ἐς τὴν Νεμεαν —
ἐκεῖ δέ που
ὁ Ἄργος βουκολεῖ —
ἀπόκτεινον μὲν
ἐκεῖνον,
ἀπαγαγὼν δὲ
τὴν Ἰὼ
διὰ τοῦ πελάγους
ἐς τὴν Αἴγυπτον,
ποίησον
Ἶσιν.
Καὶ 
ἔστω θεὸς
τοῖς ἐκεῖ
τὸ λοιπὸν·
καὶ ἀναγέτω τὸν Νεῖλον,
καὶ ἐπιπεμπέτω τοὺς ἀνέμους ,
καὶ σωζέτω τοὺς πλέοντας.


Zeus.
The beautiful daughter of Inachus
Τὴν τοῦ Ἰνάχου παῖδα
τὴν καλὴν
do you know her. O Hermes?
οἶσθα, ὦ Ερμῆ;
Hermes.
Yes
Ναί·
you're talking about Io
τὴν Ἰὼ λέγεις.
Zeus.
She is no longer a girl
Οὐκέτι παῖς
ἐκείνη ἐστίν,
but is a heifer
ἀλλὰ δάμαλις.
Hermes.
That's weird
Τεράστιον
τοῦτο·
how did she get changed?
τῷ τρόπῳ δ᾽
ἐνηλλάγη;
Zeus.
Hera got jealous
Ζηλοτυπήσασα
ἡ Ἥρα
and changed her
μετέβαλεν
αὐτήν.
But on top of that
ἀλλα καὶ
she's devised
a new suffering
καινὸν
ἄλλο τι δεινὸν
ἐπιμεμηχάνηται
for the wretched creature
τῇ κακοδαίμονι·
She's appointed
a many-eyed cowherd,
Argus by name
βουκόλον τινὰ
πολυόμματον
Ἄργον τοὔνομα
ἐπέστησεν,
who drives the heifer
ὃς νέμει
τὴν δάμαλιν,
unsleeping as he is
ἄϋπνος ὤν.
Hermes.
So what do we need to do?
Τί οὖν
ἡμᾶς χρὴ ποιεῖν;
Zeus. Fly down to Nemea
Καταπτάμενος
ἐς τὴν Νεμεαν —
for that's where Argus
is herding her
ἐκεῖ δέ που
ὁ Ἄργος βουκολεῖ —
kill him
ἐκεῖνον μὲν
ἀπόκτεινον,
lead Io
across the sea
to Egypt
τὴν δὲ Ἰὼ
διὰ τοῦ πελάγους
ἐς τὴν Αἴγυπτον
ἀπαγαγὼν,
and make her
into Isis
Ἶσιν ποίησον.
And hereafter
Καὶ τὸ λοιπὸν
let her be a goddess
to the people there
ἔστω θεὸς
τοῖς ἐκεῖ·
and let her raise
the Nile
καὶ τὸν Νεῖλον
ἀναγέτω,
and let her send forth
the winds
καὶ τοὺς ἀνέμους
ἐπιπεμπέτω,
and let her
rescue sailors
καὶ σωζέτω
τοὺς πλέοντας.


Tuesday, February 13, 2024

The Theft of Fire

A Greek Reader, by Peter Bullions. Internet Archive link. This is reading 3 in the 7. Miscellaneous Fables. There are notes for each story and also a vocabulary in the back of the book. This book contains the Jacobs readings, followed by Incredible Stories, plus long selections from Isocrates and Xenophanes.

Προμηθεὺς, Ἰαπετοῦ καὶ Ἀσίας υἱὸς, ἔξ ὕδατος καὶ γῆς ἀνθρώπους  πλάσας, ἔδωκεν αὐτοῖς καὶ πῦρ, λάθρᾳ Διὸς, ἐν νάρθηκι κρύψας. ὡς δὲ ᾔσθετο Ζεύς, ἐπέταξεν Ἡφαίστῳ τῷ Καυκάσῳ ὄρει τὸ σῶμα αὐτοῦ προσηλῶσαι. Τοῦτο δὲ Σκυθικὸν ὄρος ἐστίν. ἐν δὴ τούτῳ προσηλωθεὶς Προμηθεὺς πολλῶν ἐτῶν ἀριθμὸν διετέλεσε. Καθ᾽ ἑκάστην δὲ ἡμέραν ἀετὸς ἐφιπτάμενος, τὸ ἧπαρ αὐτοῦ ἐνέμετο, αὐξανομένον διὰ νυκτός. Καὶ Προμηθεὺς μὲν πυρὸς κλαπέντος δίκην ἔτινε ταύτην, μέχρις Ἡρακλῆς αὐτὸν  ἔλυσεν.

Προμηθεὺς,
υἱὸς Ἰαπετοῦ καὶ Ἀσίας,
πλάσας ἀνθρώπους
ἔξ ὕδατος καὶ γῆς,
ἔδωκεν αὐτοῖς
καὶ πῦρ,
λάθρᾳ Διὸς,
κρύψας
ἐν νάρθηκι .

ὡς δὲ
Ζεύς ᾔσθετο,
ἐπέταξεν Ἡφαίστῳ
προσηλῶσαι
τὸ σῶμα αὐτοῦ
τῷ Καυκάσῳ ὄρει.

Τοῦτο δὲ
Σκυθικὸν ὄρος ἐστίν.

Προμηθεὺς δὴ,
προσηλωθεὶς
ἐν τούτῳ, 
διετέλεσε
ἀριθμὸν πολλῶν ἐτῶν.

Καθ᾽ ἑκάστην δὲ ἡμέραν
ἀετὸς,
ἐφιπτάμενος,
ἐνέμετο
τὸ ἧπαρ αὐτοῦ,
αὐξανομένον
διὰ νυκτός.

Καὶ Προμηθεὺς μὲν
ἔτινε
ταύτην δίκην
πυρὸς κλαπέντος
μέχρις
Ἡρακλῆς
ἔλυσεν αὐτὸν .


Prometheus
Προμηθεὺς, 
the son of Iapetus and Asia
Ἰαπετοῦ καὶ Ἀσίας
υἱὸς, 
having molded people
from water and earth
ἔξ ὕδατος καὶ γῆς
ἀνθρώπους πλάσας, 
gave them also fire
ἔδωκεν αὐτοῖς
καὶ πῦρ, 
unbeknownst to Zeus
λάθρᾳ Διὸς, 
having hidden it
in a fennel stalk
ἐν νάρθηκι
κρύψας. 
But when Zeus
realized this
ὡς δὲ ᾔσθετο
Ζεύς, 
he ordered Hephaestus
ἐπέταξεν Ἡφαίστῳ 
to pin his body
to Mount Caucasus
τῷ Καυκάσῳ ὄρει
τὸ σῶμα αὐτοῦ
προσηλῶσαι. 
That is
a mountain in Scythia.
Τοῦτο δὲ
Σκυθικὸν ὄρος ἐστίν. 
Pinned there
ἐν δὴ τούτῳ
προσηλωθεὶς 
Prometheus passed
a total of many years
Προμηθεὺς
πολλῶν ἐτῶν ἀριθμὸν
διετέλεσε. 
Each day
Καθ᾽ ἑκάστην δὲ ἡμέραν 
an eagle flew to him
ἀετὸς ἐφιπτάμενος, 
and consumed
his liver
τὸ ἧπαρ αὐτοῦ
ἐνέμετο, 
which grew back
by night
αὐξανομένον
διὰ νυκτός. 
And so Prometheus
paid this penalty
for the theft of fire
Καὶ Προμηθεὺς μὲν
πυρὸς κλαπέντος
δίκην ἔτινε ταύτην, 
until Heracles
freed him
μέχρις Ἡρακλῆς
αὐτὸν ἔλυσεν.



Saturday, January 27, 2024

Orpheus

A First Greek Reader for Use at Eton, by Edmund Fowle. Internet Archive link. This is reading 11. There are notes for each story that provide some context along with detailed comments on the Greek. The reading materials come from Jacobs.

Ὀπφεύς, Καλλιόπης Μούσης καὶ Οἰάγρου υἱός, ᾄδων ἐκίνει λίθους τε καὶ δένδρα. Ἀποθανούσης δὲ Εὐρυδίκης, τῆς γυναικὸς αὐτοῦ, δηχθείσης ὑπὸ ὄφεως, κατῆλθεν εἰς ᾅδου καὶ Πλούτωνα ἔπεισεν ἀναπέμψαι αὐτήν. Ὁ δὲ ὑπέσχετο τοῦτο ποιήσειν, ἂν μὴ πορευόμενος Ὀρφεὺς ἐπιστραφῇ, πρὶν εἰς τὴν οἰκίαν αὑτοῦ παραγενέσθαι. Ὁ δὲ ἀπιστῶν ἐπιστραφεὶς ἐθεάσατο τὴν γυναῖκα· ἡ δὲ πάλιν ὑπέστρεψεν.

Ὀπφεύς,
υἱός
Καλλιόπης Μούσης καὶ Οἰάγρου,
ᾄδων
ἐκίνει
λίθους τε καὶ δένδρα.

Εὐρυδίκης δὲ ἀποθανούσης
τῆς γυναικὸς αὐτοῦ,
δηχθείσης
ὑπὸ ὄφεως,
κατῆλθεν εἰς ᾅδου
καὶ  ἔπεισεν Πλούτωνα
ἀναπέμψαι αὐτήν.

Ὁ δὲ
ὑπέσχετο
ποιήσειν τοῦτο,
ἂν μὴ
Ὀρφεὺς,
πορευόμενος,
ἐπιστραφῇ,
πρὶν
παραγενέσθαι
εἰς τὴν οἰκίαν αὑτοῦ.

Ὁ δὲ,
ἀπιστῶν,
ἐπιστραφεὶς
ἐθεάσατο τὴν γυναῖκα·
ἡ δὲ
πάλιν ὑπέστρεψεν.


Orpheus, the son
of the Muse Calliope
and of Oeagrus
Ὀπφεύς,
Καλλιόπης Μούσης καὶ Οἰάγρου
υἱός,
by his singing
moved stones and trees
ᾄδων
ἐκίνει
λίθους τε καὶ δένδρα.
When his wife Eurydice
died
Ἀποθανούσης δὲ Εὐρυδίκης,
τῆς γυναικὸς αὐτοῦ,
bitten by a snake
δηχθείσης ὑπὸ ὄφεως,
he went down
to Hades
κατῆλθεν εἰς ᾅδου
and persuaded Pluto
καὶ Πλούτωνα ἔπεισεν 
to send her back up
ἀναπέμψαι αὐτήν. 
Pluto promised
to do this
Ὁ δὲ ὑπέσχετο
τοῦτο ποιήσειν, 
provided that,
as he went,
Orpheus not turn around
ἂν μὴ
πορευόμενος
Ὀρφεὺς ἐπιστραφῇ, 
before
reaching his own home
πρὶν εἰς τὴν οἰκίαν αὑτοῦ
παραγενέσθαι. 
But Orpheus,
being in doubt
Ὁ δὲ ἀπιστῶν 
turned around
and saw his wife
ἐπιστραφεὶς
ἐθεάσατο τὴν γυναῖκα· 
and she
went back down
ἡ δὲ πάλιν ὑπέστρεψεν.



Friday, January 26, 2024

Niobe

Stories in Attic Greek, Forming a Greek Reading Book by Francis David Morice. Internet Archive link. There are notes for the stories (Niobe is story 5), and a vocabulary in the back of the book. There are many short stories in this book in a variety of genres, but the stories not organized in any particular order: Table of Contents.

ἡ τοῦ Ταντάλου θυγάτηρ Νιόβη, ἔχουσα τέκνα πολλά τε καὶ καλὰ, ἐπὶ τούτοις λίαν ἐσεμνύνετο. διαλεγομένη γὰρ αὐτῇ ποτε γυνή τις τῶν συνηθῶν ἔφη κατὰ τύχην, ὅτι ἡ Λητώ ἐστι καλλίπαις, οἱ γὰρ παῖδες αὐτῆς θεοί εἰσιν, ὁ τε Ἀπόλλων καὶ ἡ Ἄρτεμισ· ἀκούσασα δὲ ταῦτα ἡ Νιόβη ἔφη μεγαλαυχουμένη ὡς τὰ ἑαυτῆς τέκνα πολλῷ εὐειδέστερά ἐστιν ἢ τὰ ἐκείνης. διὰ ταῦτα οὖν ἀγανακτήσασα ἡ Λητὼ πέμπει τὸν Ἀπόλλωνα καὶ τὴν Ἄρτεμιν. οἱ δὲ ἀφικόμενοι τὰ τῆς Νιόβης τέκνα πάντα κατετόξευσαν. ἡ δὲ Νιὀβη συνεχῶς δακρύουσα κατετήκετο, καὶ ἐγένετο πέτρα καταχέουσα ἀεὶ χειμῶνός τε καὶ θέρους ὑδάτια.

ἡ θυγάτηρ τοῦ Ταντάλου,
Νιόβη,
ἔχουσα 
πολλά τε καὶ καλὰ τέκνα,
λίαν ἐσεμνύνετο
ἐπὶ τούτοις. 

γυνή τις γὰρ τῶν συνηθῶν
διαλεγομένη  αὐτῇ ποτε
ἔφη,
κατὰ τύχην,
ὅτι ἡ Λητώ ἐστι καλλίπαις,
οἱ γὰρ παῖδες αὐτῆς
εἰσιν θεοί,
ὁ τε Ἀπόλλων καὶ ἡ Ἄρτεμις·

ἀκούσασα δὲ ταῦτα
ἡ Νιόβη 
μεγαλαυχουμένη
ἔφη
ὡς τὰ τέκνα ἑαυτῆς
ἐστιν εὐειδέστερά πολλῷ
ἢ τὰ ἐκείνης. 

διὰ ταῦτα οὖν
ἡ Λητὼ
ἀγανακτήσασα
πέμπει 
τὸν Ἀπόλλωνα καὶ τὴν Ἄρτεμιν. 

οἱ δὲ
ἀφικόμενοι
κατετόξευσαν
πάντα
τὰ τέκνα
τῆς Νιόβης. 

ἡ δὲ Νιὀβη,
συνεχῶς δακρύουσα,
κατετήκετο,
καὶ ἐγένετο πέτρα
ἀεὶ καταχέουσα 
ὑδάτια
χειμῶνός τε καὶ θέρους.


Niobe, the daughter of Tantalus
ἡ τοῦ Ταντάλου θυγάτηρ
Νιόβη, 
having children
ἔχουσα τέκνα 
both numerous and beautiful
πολλά τε καὶ καλὰ, 
was extremely proud of them
ἐπὶ τούτοις
λίαν ἐσεμνύνετο. 
A woman of her acquaintance
γυνή τις τῶν συνηθῶν 
speaking with her
on some occasion
διαλεγομένη γὰρ αὐτῇ ποτε 
happened to remark
ἔφη κατὰ τύχην 
that Leto was blessed
with beautiful children
ὅτι ἡ Λητώ
ἐστι καλλίπαις 
for her children
were gods
οἱ γὰρ παῖδες αὐτῆς
θεοί εἰσιν, 
Apollo and Artemis.
ὁ τε Ἀπόλλων
καὶ ἡ Ἄρτεμισ· 
Hearing these words
ἀκούσασα δὲ ταῦτα 
Niobe said boastfully
ἡ Νιόβη ἔφη
μεγαλαυχουμένη 
that her children
were far better-looking
ὡς τὰ ἑαυτῆς τέκνα
πολλῷ
εὐειδέστερά ἐστιν 
than Leto's children
ἢ τὰ ἐκείνης.
So, because of what
Niobe said
διὰ ταῦτα οὖν 
Leto was angry
ἀγανακτήσασα
ἡ Λητὼ 
and dispatched
Apollo and Artemis
πέμπει
τὸν Ἀπόλλωνα
καὶ τὴν Ἄρτεμιν. 
They arrived
οἱ δὲ ἀφικόμενοι 
and killed
all the children of Niobe
with their arrows
τὰ τῆς Νιόβης τέκνα
πάντα
κατετόξευσαν. 
Niobe, weeping continually,
melted
ἡ δὲ Νιὀβη
συνεχῶς δακρύουσα
κατετήκετο 
and she became
a stone
καὶ ἐγένετο πέτρα 
forever pouring forth
streams
καταχέουσα ἀεὶ ὑδάτια 
during both winter
and summer
χειμῶνός τε καὶ θέρους.