Proverbs Index

  1. Ἀγαθὴ καὶ μᾶζα μετ᾽ ἄρτον.
  2. Ἀγαθὴ σοφία ὑπὲρ σκεύη πολέμου.
  3. Ἀγαθὸν μέγιστον ἡ φρόνησίς ἐστ' ἀεί.
  4. Ἀγαθοὺς τίμα.
  5. Ἀγαμέμνονος θυσία.
  6. Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν.
  7. Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
  8. Ἄγει δὲ πρὸς φῶς τὴν ἀλήθειαν χρόνος.
  9. Ἀγέλαστος πέτρα.
  10. Ἄγουσιν ἑορτὴν οἱ κλέπται.
  11. Ἀγροίκου μὴ καταφρόνει ῥήτορος.
  12. Ἀγὼν οὐ δέχεται σκήψεις.
  13. Ἄδακρυς πόλεμος.
  14. Ἀδελφὸς ἀνδρὶ παρείη.
  15. Ἀδύνατα θηρᾷς.
  16. Ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι.
  17. Ἀεὶ γεωργὸς εἰς νέωτα πλούσιος.
  18. Ἀεὶ Ἰλίῳ κακά.
  19. Ἀεὶ κολοιὸς παρὰ κολοιῷ ἰζάνει.
  20. Ἀεὶ Λιβύη φέρει τι καινόν.
  21. Ἀεὶ ὁ θεὸς γεωμετρεῖ.
  22. Ἀεὶ τὰ πέρυσι βελτίω.
  23. Ἀεὶ τὰ πέρυσι καλά.
  24. Ἀεί τι καινὸν ἡμέρα παιδεύεται.
  25. Ἀεργοῖς αἰὲν ἑορτά.
  26. Ἀετὸν γλαυκὶ συγκρίνεις.
  27. Ἀετὸν ἵπτασθαι διδάσκεις.
  28. Ἀετὸν κάνθαρος μαιεύεται.
  29. Ἀετὸς ἐν νεφέλαις.
  30. Ἀετὸς θρίπας ὁρῶν.
  31. Ἀετὸς μυίας οὐ θηρεύει.
  32. Αἱ Ἰβύκου γέρανοι.
  33. Αἱ Χάριτες γυμναί.
  34. Αἰγιαλῷ λαλεῖς.
  35. Ἄιδεις ὥσπερ εἰς Δῆλον πλέων.
  36. Αἰέτιον χάριν ἐκτίνειν.
  37. Αἲξ θάλασσαν.
  38. Αἲξ οὔπω τέτοκεν, ἔριφος δ᾿ ἐπὶ δώματι παίζει.
  39. Αἲξ Σκυρία.
  40. Αἴξ τὴν μάχαιραν.
  41. Αἰσώπειον αἷμα.
  42. Αἰὼν πάντα φέρει.
  43. Ἄκαιρος εὔνοι' οὐδὲν ἔχθρας διαφέρει.
  44. Ἄκουε πάντα.
  45. Ἄκουε τοῦ τέσσαρα ὦτα ἔχοντος.
  46. Ἀκούσας νόει.
  47. Ἀκρὸν λάβε, καὶ μέσον ἕξεις.
  48. Ἅλας ἄγων καθεύδεις.
  49. Ἁλιεὺς πληγεὶς νοῦν οἴσει.
  50. Ἀλκήστιδος ἀνδρεία.
  51. Ἄλλην δρῦν βαλάνιζε.
  52. Ἄλλο γλαὺξ, ἄλλο κορώνη φθέγγεται.
  53. Ἄλλοι μὲν κάμον, ἄλλοι δ᾽ ὤναντο.
  54. Ἄλλος βίος, ἄλλη δίαιτα.
  55. Ἄλλος οὗτος Ἡρακλῆς.
  56. Ἄλλων ἰατρός, αὐτὸς ἕλκεσιν βρύων.
  57. Ἀλύπως βίου.
  58. Ἁλῶν δὲ φόρτος ἔνθεν ἦλθεν, ἔνθ' ἔβη.
  59. Ἀλωπεκίζειν πρὸς ἑτέραν ἀλώπεκα.
  60. Ἀλώπηξ οὐ δωροδοκεῖται.
  61. Ἀλώπηξ τὸν βοῦν ἐλαύνει.
  62. Ἅμ᾽ ἔπος, ἅμ᾽ ἔργον.
  63. Ἅμαξα τὸν βοῦν ἕλκει.
  64. Ἁμαρτάνων μετανόει.
  65. Ἄμμον μετρεῖς.
  66. Ἀνάγκῃ δ' οὐδὲ θεοὶ μάχονται.
  67. Ἀνδρὶ σοφῷ πᾶσα γῆ βατή.
  68. Ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ οὔθ᾽ ἑλετή.
  69. Ἀνδρῶν ἡρώων τέκνα πήματα.
  70. Ἄνδρῶν ἡρώων τέκνα πήματα.
  71. Ἀνελεύθεροι γάρ εἰσιν οἱ φιλάργυροι.
  72. Ἀνέλπιστον βίον ζῇς.
  73. Ἀνέμους γεωργεῖν.
  74. Ἄνευ ξύλου μὴ βάδιζε.
  75. Ἄνευ πτερῶν ζητεῖς ἵπτασθαι.
  76. Ἀνεῳγμέναι Μουσῶν θύραι.
  77. Ἀνὴρ ἀτεχνὴς τοῖς πᾶσίν ἐστι δοῦλος.
  78. Ἀνὴρ ὁ φεύγων καὶ πάλιν μαχήσεται.
  79. Ἄνθρακες ὁ θησαυρὸς πέφηνεν.
  80. Ἄνθρακες ὁ θησαυρός.
  81. Ἄνθρωπος ἀνθρώπῳ δαιμόνιον.
  82. Ἄνθρωπος μέτρον.
  83. Ἀνόητος νεοττὸς ἑκὼν δείκνυσι τὴν ἑαυτοῦ νοσσιάν.
  84. Ἀντὶ ἡμέρας νὺξ ἐγένετο.
  85. Ἀντὶ κακῆς κυνὸς ὓν ἀπαιτεῖς.
  86. Ἀντὶ πέρκης σκορπίον.
  87. Ἄνω κάτω πάντα.
  88. Ἄνω ποταμῶν χωροῦσι πηγαί.
  89. Ἀξία ἡ κύων τοῦ βρώματος.
  90. Ἀξία ἡ κύων τοῦ θρόνου.
  91. Ἅπαντα τοῖς σοφοῖσιν εὔκολα.
  92. Ἅπαντας ἐχθροὺς τῶν Θεῶν ἡγοῦ πλέον.
  93. Ἅπας ἐχῖνος τραχύς.
  94. Ἅπας μὲν ἀὴρ αἰετῷ περάσιμος.
  95. Ἅπασα δὲ χθὼν ἀνδρὶ γενναίῳ πατρίς.
  96. Ἁπλῶς διαλέγου.
  97. Ἀπὸ λεπτοῦ μίτου τὸ ζῆν ἠρτῆσθαι.
  98. Ἀπὸ μηχανῆς θεός.
  99. Ἀπὸ ὄνων ἐφ᾽ ἵππους.
  100. Ἀπὸ τοῦ ἡλίου μετάστηθι.
  101. Ἀπολύετε, καὶ ἀπολυθήσεσθε.
  102. Ἀπώλεσας τὸν οἶνον ἐπιχέας ὕδωρ.
  103. Ἀρετὴν εἰ μὲν ἔχοις πάνθ᾽ ἕξεις.
  104. Ἄριστον μὲν ὕδωρ.
  105. Ἄριστος ἰατρὸς ἡ φύσις.
  106. Ἄρκτου παρούσης, ἴχνη μὴ ζήτει.
  107. Ἄρτι μῦς πίττης γεύεται.
  108. Ἄρτον τις φαφεῖν οὐκ ἔχων προσφάγιον ἐζήτει.
  109. Ἀρχαϊκὰ φρονεῖς.
  110. Ἄρχε σεαυτοῦ.
  111. Ἄρχεσθαι μαθὼν ἄρχειν ἐπιστήσῃ.
  112. Ἀρχὴ ἄνδρα δείκνυσιν.
  113. Ἀρχὴ ἥμισυ παντός.
  114. Ἀρχὴ σοφίας φόβος θεοῦ.
  115. Ἀρχὴ τῆς σοφίας ἡ παιδεία.
  116. Ἀτενὲς ὁρᾷς ὥσπερ ἡ αἲξ τὴν θάλασσαν.
  117. Ἄτλας τὸν οὐρανόν.
  118. Ἀτρέως ὄμματα.
  119. Αὐλητοῦ βίον ζῇς.
  120. Αὐτοὶ χελώνας ἔσθεθ᾿ οἵπερ εἵλετε.
  121. Αὐτοὶ χελώνας ἐσθίετε.
  122. Αὑτὸν οὐ τρέφων κύνας τρέφεις.
  123. Αὐτὸς αὑτὸν αὐλεῖ.
  124. Ἀφ' Ἑστίας ἀρχόμενοι.
  125. Ἀφ᾽ ἵππων ἐπ᾽ ὄνον.
  126. Ἀφροδίτῃ ὗν τέθυκεν.
  127. Ἀφωνότερος πέρδικος.
  128. Βάλλ᾽ ἐς ὕδωρ.
  129. Βασιλεῖ νόμος ἄγραφος.
  130. Βασίλεια δ' εἰκών ἐστιν ἔμψυχος θεοῦ.
  131. Βατράχοις οἰνοχοεῖς.
  132. Βατράχῳ ὕδωρ καὶ στέαρ γαλῇ.
  133. Βατράχῳ ὕδωρ.
  134. Βέβαιον οὐδέν ἐστιν ἐν θνητῷ βίῳ.
  135. Βελισαρίῳ ὀβολὸν δότε τῷ στρατηλάτῃ.
  136. Βελλεροφόντης τὰ γράμματα.
  137. Βέλτιόν ἐστι σῶμά γ' ἢ ψυχὴν νοσεῖν.
  138. βέλτιον ὁψιμαθῆ μᾶλλον ἢ ἀμαθῆ σε καλεῖσθαι.
  139. Βίος ἐστὶν ἄν τις τῷ βίῳ χαίρῃ βιῶν.
  140. Βλέποντα ὀξύτερον τοῦ Λυγκέως.
  141. Βλέπων πεπαίδευμ' εἰς τὰ τῶν ἄλλων κακά.
  142. Βοιωτία ὗς.
  143. Βοιώτιος νοῦς.
  144. Βουλὴ πονηρὰ χρηστὸν οὐκ ἔχει τέλος.
  145. Βουλῆς γὰρ ὀρθῆς οὐδὲν ἀσφαλέστερον.
  146. Βοῦν ἐπὶ γλώττης.
  147. Βοῦς ἕβδομος.
  148. Βοῦς ἐν πόλει.
  149. Βοῦς ἐφ' ἑαυτῷ κονιεῖται.
  150. Βοῶν ὦτα ἔχετε.
  151. Βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται.
  152. Γάλα ὀρνίθων.
  153. Γαλῇ στέαρ.
  154. Γαλῇ χιτών.
  155. Γαλῆν ἔχεις.
  156. Γάμος Αἰγύπτου.
  157. Γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται.
  158. Γέρων ἀλώπηξ οὐχ ἁλίσχεται.
  159. Γέρων δὲ καὶ μῦς οὐχ ἁλισκεται πάγῃ.
  160. Γέρων πίθηκος οὐχ ἁλίσκεται.
  161. Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ.
  162. Γῆρας διδάσκει πάντα.
  163. Γῆρας λέοντος κρεῖττον ἀκμαίων νεβρῶν.
  164. Γῆρας προσδέχου.
  165. Γηράσκω δ' ἀεὶ πολλὰ διδασκόμενος.
  166. Γλαῦκας εἰς Ἀθήνας.
  167. Γλυκὺ τὸ φῶς.
  168. Γλυκὺς ἀπείρῳ πόλεμος.
  169. Γλυκὺς ὕπνος τοῦ δούλου.
  170. Γλῶσσα ποῖ πορεύῃ;
  171. Γλώσσῃ ματαίᾳ ζημία προστρίβεται.
  172. Γλῶτταν ἴσχε.
  173. Γνοὺς πρᾶττε.
  174. Γνῶθι σεαυτόν.
  175. Γνώμη γερόντων ἀσφαλεστέρα νέων.
  176. Γνώμη δὲ κρείσσων ἐστίν ἢ ῥώμη χερῶν.
  177. Γονεῖς αἰδοῦ.
  178. Γόνυ κνήμης ἔγγιον.
  179. Γόργειον βλέπειν.
  180. Γόρδιος δεσμός.
  181. Γυμνὸς ὡς ἐκ μήτρας.
  182. Δακρυόεν γελάσασα.
  183. Δασύπους κρεῶν ἐπιθυμεῖ.
  184. Δάτος ἀγαθῶν.
  185. Δεῖ τοὺς μὲν εἶναι δυστυχεῖς, τοὺς δ’ εὐτυχεῖς.
  186. Δεῖ φέρειν τὰ τῶν θεῶν.
  187. Δειλότερος εἶ τῶν λαγωῶν.
  188. Δεινῆς ἀνάγκης οὐδὲν ἰσχυρότερον.
  189. Δεινότερον οὐδὲν ἄλλο μητρυιᾶς κακόν.
  190. Δελφῖνα νήχεσθαι διδάσκεις.
  191. Δελφῖνα πρὸς τὸ οὐραῖον δεῖς.
  192. Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων.
  193. Δεύτερος πλοῦς.
  194. Διὰ Θεῶν πόλιν νεμόμεθ' ἀδάματον.
  195. Δίδοτε, καὶ δοθήσεται ὑμῖν.
  196. Δίκαιος εἶναι μᾶλλον ἢ δοκεῖν θέλε.
  197. Δίκαιος εἶναι μᾶλλον ἢ χρηστὸς θέλε.
  198. Δικαίως κτῶ.
  199. Δίκη δίκην τίκτει, καὶ βλάβη βλάβην.
  200. Δίκην ὑφέξει κἂν ὄνος δάκῃ κύνα.
  201. Δίκης ὀφθαλμός.
  202. Δικτύῳ ἄνεμον θηρᾶς.
  203. Διομήδειος ἀνάγκη.
  204. Διὸς ἐγκέφαλος.
  205. Διὸς ἵμερος οὐκ εὐθήρατος ἐτύχθη.
  206. Δὶς ἐξαμαρτεῖν ταὐτὸν οὐκ ἀνδρὸς σοφοῦ.
  207. Δὶς καὶ τρὶς τὸ καλόν, τὸ δὲ κακὸν οὐδ' ἅπαξ.
  208. Δὶς καὶ τρὶς τὸ καλόν.
  209. Δὶς κράμβη θάνατος.
  210. Δὶς παῖδες οἱ γέροντες.
  211. Δὶς πρὸς τὸν αυτὸν αἰσχρὸν προσκρούειν λίθον.
  212. Διώκει παῖς ποτανὸν ὄρνιν.
  213. Δόλον φοβοῦ.
  214. Δόξαν δίωκε.
  215. Δός μοι ποῦ στῶ, καὶ κινῶ τὴν γῆν.
  216. Δός τι καὶ λάβε τι.
  217. Δόσις δ᾿ ὀλίγη τε φίλη τε.
  218. Δράσαντι παθεῖν.
  219. Δρυὸς πεσούσης πᾶς ἀνὴρ ξυλεύεται.
  220. Δωδωναῖον χαλκεῖον.
  221. Δῶρα καὶ θεὸυς ἔπεισεν.
  222. Δῶρα πείθειν καὶ θεοὺς λόγος.
  223. Ἐὰν ᾖς φιλομαθής, ἔσει πολυμαθής.
  224. Ἐὰν μὴ πάθῃς, οὐ μὴ μάθῃς.
  225. Ἔγνω δὲ θὴρ θῆρα.
  226. Ἐγὼ γὰρ εἰμὶ τῶν ἐμῶν ἐμὸς μόνος.
  227. Ἐγὼ δὲ καὶ σὺ ταὐτὸν ἕλκομεν ζυγόν.
  228. Εἰ ἀεὶ ἡ ἀλήθεια ἡμῖν ἐστὶν ἐν τῇ ψυχῇ, ἀθάνατος ἂν ἡ ψυχὴ εἴη.
  229. Εἰ θνητὸς εἶ, βέλτιστε, θνητὰ καὶ φρόνει.
  230. Ἐὶ καὶ λύκου ἐμνήσθης.
  231. Εἰ μὴ δύναιο βοῦν, ἔλαυνε ὄνον.
  232. Εἰδὼς σίγα.
  233. Εἰπὲ ἃ θέλεις, καὶ ἄκουε ἃ μὴ θέλεις.
  234. Εἶπεν ἡ γυνή ὁ ὄφις ἠπάτησέν με καὶ ἔφαγον.
  235. Εἰπὼν ἃ θέλεις, ἀντάκουε ἃ μὴ θέλεις.
  236. Εἷς ἀνὴρ οὐ πάνθ᾽ ὁρᾷ.
  237. Εἶς ἀνὴρ οὐδεὶς ἀνήρ.
  238. Εἰς ἀρχαίας φάτνας.
  239. Εἰς θεῶν ὦτα ἤλθεν.
  240. Εἰς θεῶν ὦτα ἦλθεν.
  241. Εἷς κοίρανος ἔστω, εἷς βασιλεύς.
  242. Εἰς κόλπον πτύειν.
  243. Εἰς κόρακας.
  244. Εἷς οὐδείς, δύο πολλοί, τρεῖς ὄχλος, τέσσαρες πανήγυρις.
  245. Εἰς οὐρανὸν πτύεις.
  246. Εἰς οὐρανὸν τοξεύεις.
  247. Εἰς τέφραν γράφειν.
  248. Εἰς τὸ πῦρ ἐκ τοῦ κάπνου.
  249. Εἰς ὕδωρ γράφεις.
  250. Εἰς ὕδωρ σπείρεις.
  251. Ἐκ λύκου στόματος.
  252. Ἐκ τοῦ βοῦς ἡ μάστιξ.
  253. Ἐκ τοῦ καρποῦ τὸ δένδρον γιγνώσκω.
  254. Ἐκ τοῦ καρποῦ τὸ δένδρον γινώσκω.
  255. Ἐκ τοῦ ὁρᾶν γίγνεται τὸ ἐρᾶν.
  256. Ἐκ τῶν ὀνύχων τὸν λέοντα γινώσκειν.
  257. Ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται.
  258. Ἐκτὸς πηλοῦ πόδας ἔχεις.
  259. Ἐλαίῳ πῦρ σβεννύεις.
  260. Ἐλεύθεραι αἶγες ἀρότρων.
  261. Ἐλέφαντα ἐκ μυίας ποιεῖς.
  262. Ἐλέφας μῦν οὐ δάκνει.
  263. Ἐλέφας μῦν οὐχ ἁλίσκει.
  264. Ἐλπίδα αἴνει.
  265. Ἐμοὶ ἐχθὲς καί σοὶ σήμερον.
  266. Ἐμοῦ θανόντος γαῖα μιχθήτω πυρί.
  267. Ἐμπεδοκλέους ἔχθρα.
  268. Ἐν ἅλῳ κρύπτῃ.
  269. Ἐν ἀμούσοις καὶ κόρυδος φθέγγεται.
  270. Ἐν λιμένι ναυαγεῖν.
  271. Ἐν νυκτὶ βουλὴ τοῖς σοφοῖσι γίγνεται.
  272. Ἐν νυκτὶ βουλή.
  273. Ἓν οἶδα — ὅτι οὐδὲν οἶδα.
  274. Ἐν οἴνῳ ἀλήθεια.
  275. Ἐν ὄρφνῃ δραπέτης μέγα σθένει.
  276. Ἐν παντὶ σκορπίος φρουρεῖ λίθῳ.
  277. Ἐν πίθῳ τὴν κεραμείαν μανθάνω.
  278. Ἐν πυρὶ βέβηκας.
  279. Ἐν σκότῳ ὀρχεῖσθαι.
  280. Ἐν τριόδῳ εἰμί.
  281. Ἐν φρέατι κυνομαχεῖν.
  282. Ἐν φρέατι κυσὶ μάχεσθαι.
  283. Ἐν ψύλλας δήξει θεὸν ἐπικαλεῖται.
  284. Ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν.
  285. Ἕνα ἀλλὰ λέοντα.
  286. Ἔνεστι κἀν μύρμηκι χολή.
  287. Ἐξ ἄμμου σχοινίον πλέκεις.
  288. Ἐξ ἑνὸς πάνθ᾽ ὁρᾷν.
  289. Ἐξ ἑνὸς πηλοῦ.
  290. Ἐξ ἡδονῆς γὰρ φύεται τὸ δυστυχεῖν.
  291. Ἐξ ἴσου δίδου πᾶσιν.
  292. Ἐξ ὄνου παρακύψεως,
  293. Ἐξ ὄνυχος τὸν λέοντα.
  294. Ἐπ' ἀμφότερα καθεύδεις τὰ ὦτα.
  295. Ἐπαίνει ἀρετήν.
  296. Ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν.
  297. Ἔπεσε βοῦς καὶ πάντες τὰ ξίφη αὐτῶν ἦραν.
  298. Ἐπὶ δυοῖν ἀγκυραῖν ὁρμεῖ.
  299. Ἐπὶ ξυροῦ ἀκμῆς.
  300. Ἐπὶ ῥώμῃ μὴ καυχῶ.
  301. Ἕπου χώρας τρόποις.
  302. Ἔργα νέων, βουλαὶ δὲ μέσων, εὐχαὶ δὲ γερόντων.
  303. Ἔργου σκιὰ οἱ λόγοι.
  304. Ἔριν μίσει.
  305. Ἕρμαιον κοινόν.
  306. Ἑρμῆς κοινός.
  307. Ἔρρει τὰ καλά.
  308. Ἐς κόρακας.
  309. Ἐς πόδας ἐκ κεφαλῆς.
  310. Ἑστίαν τίμα.
  311. Ἔσω λέων καὶ ἔξω ἀλώπηξ.
  312. Ἔτος φέρει, οὐχὶ ἄρουρα.
  313. Εὐεργεσίας τίμα.
  314. Εὐμετάβολός ἐστιν ἀνθρώπων βίος.
  315. Εὐτυχία πολύφιλος.
  316. Εὐτυχίαν εὔχου.
  317. Εὔχου δυνατά.
  318. Ἐφέσια γράμματα.
  319. Ἔχει καὶ ἡ μυῖα σπλῆνα.
  320. Ἔχει καὶ χολὴν ὁ μύρμηξ.
  321. Ἔχεται δ' ὥσπερ πολύπους πέτρας.
  322. Ἔχθρας διάλυε.
  323. Ἐχθρῶν ἄδωρα δῶρα.
  324. Ἐχῖνος τὸν τόκον ἀναβάλλει.
  325. Ἔχων χαρίζου.
  326. Ζεῖ χύτρα ζῇ φιλία.
  327. Ζεὺς πάντων ἐφορᾷ τέλος.
  328. Ζῇ ἀεὶ ἡ ἀλήθεια.
  329. Ζήνωνος ἐγκρατέστερος.
  330. Ζητεῖτε καὶ εὑρήσετε.
  331. Ζητῶν Ἑρμῆν γλύψαι, Κέρκωπα ἐγλυψα.
  332. Ἡ ἅμαξα τὸν βοῦν πολλάκις ἕλκει.
  333. Ἡ γὰρ σιωπὴ μαρτυρεῖ τὸ μὴ θέλειν.
  334. Ἡ γὰρ σιωπὴ τοῖς σοφοῖσιν ἀπόκρισις.
  335. Ἡ γὰρ τυραννὶς ἀδικίας μήτηρ ἔφυ.
  336. Ἡ γῆ τῶν μὲν μήτηρ ἐστί, τῶν δὲ μητρυιά.
  337. Ἡ γλωσσ' ὀμωμοχ' ἡ δὲ φρὴν ανώμοτος.
  338. Ἡ γλῶσσα πολλοὺς εἰς ὄλεθρον ἤγαγεν.
  339. Ἡ γλῶσσα πολλῶν ἐστιν αἰτία κακῶν.
  340. Ἡ δ᾽ ὁμιλία πάντων βροτοῖσι γίγνεται διδάσκαλος.
  341. Ἡ δὲ κακὴ βουλὴ τῷ βουλεύσαντι κακίστη.
  342. Ἡ δὲ μωρία μάλιστ' ἀδελφὴ τῆς πονηρίας ἔφυ.
  343. Ἡ εὐλάβεια σῴζει πάντα.
  344. Ἢ Ζεὺς ἢ Χάρων· ἢ εὐδαίμονος Βίος ἢ τέλος.
  345. Ἡ κακὴ κρίσις παντὸς κακοῦ αἰτίον.
  346. Ἡ κάμηλος ἐπιθυμήσασα κεράτων καὶ τὰ ὦτα προσαπώλεσε.
  347. Ἡ κύων ἐν φάτνῃ.
  348. Ἢ μύρμηξ ἢ κάμηλος.
  349. Ἡ πεῖρα διδάσκαλος.
  350. Ἡ σοφία υἱοὺς αὐτῆς ἀνύψωσεν.
  351. Ἡ σοφίας πηγὴ διὰ βιβλίων ῥεῖ.
  352. Ἡ σοφίας πήγη διὰ βιβλίων ῥεῖ.
  353. Ἡ ὗς εἰς τοὺς ὀνείρους κριθὰς βλέπει.
  354. Ἡ φύσις οὐδὲν ποιεῖ ἅλματα.
  355. Ἠδη γὰρ ὁ βίος οὑμὸς ἑσπέραν ἄγει.
  356. Ἡδονὴν φεῦγε, ἥτις λύπην τίκτει.
  357. Ἡδύ γε σιωπᾶν ἢ λαλεῖν, ἃ μὴ πρέπει.
  358. Ἡδύ τοι σωθέντα μεμνῆσθαι πόνων.
  359. Ἥλιξ ἥλικα τέρπει.
  360. Ἡράκλειος νόσος.
  361. Ἡρακλῆς καὶ πίθηκος.
  362. Ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα.
  363. Ἡφαίστειος δεσμός.
  364. Θάλαττα, θάλαττα.
  365. Θάνατον παρδάλεως ὑποκρίνεται.
  366. Θᾶσος ἀγαθῶν.
  367. Θεὸς διὰ πάντα τελευτᾷ.
  368. Θεοῦ δ᾿ ὄνειδος τοὺς κακοὺς εὐδαιμονεῖν.
  369. Θεοῦ θέλοντος, κἂν ἐπὶ ῥιπὸς πλέοις.
  370. Θεοὺς σέβου.
  371. Θεσμοὺς δ᾽ ὁμοίως τῷ κακῷ τε κἀγαθῷ.
  372. Θησαυρός ἐστι τοῦ βίου τὰ πράγματα.
  373. Θυμὸς ἔσχατον γηράσκει.
  374. Θυμοῦ κράτει.
  375. Θυμοῦ λόγος ἰατρός.
  376. Ἰατρὲ, θεράπευσον σεαυτόν.
  377. Ἰατρὸς νόσου ὁ ὕπνος.
  378. Ἰατρῷ καὶ νομικῷ τὴν ἀλήθειαν λέγε.
  379. Ἴδια φύλαττε.
  380. Ἰδίας νόμιζε τῶν φίλων τὰς συμφοράς.
  381. Ἰδοὺ Ῥόδος, ἰδοὺ καὶ πήδημα.
  382. Ἱκέτας αἰδοῦ.
  383. Ἰλιὰς κακῶν.
  384. Ἱματίῳ πῦρ περιστέλλεις.
  385. Ἱππόλυτον μιμήσομαι.
  386. Ἵππου γῆρας.
  387. Ἰσχυρὸν ὄχλος ἐστίν, οὐκ ἔχει δὲ νοῦν.
  388. Ἰσχύς μου ἡ ἀγάπη τοῦ λαοῦ.
  389. Ἰχθὺν νήχεσθαι διδάσκεις.
  390. Ἰχθὺς ἐκ τῆς κεφαλῆς ὄζειν ἄρχεται.
  391. Ἰχθύων βίος.
  392. Καδμεία νίκη.
  393. Κάθαμμα λύειν.
  394. Καθὼς ἡ μήτηρ καὶ ἡ θυγάτηρ.
  395. Καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ποιεῖτε αὐτοῖς ὁμοίως.
  396. Καὶ γνώσεσθε τὴν ἀλήθειαν καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.
  397. Καὶ ἐγὼ αὐτὸς ἄνθρωπός εἰμι.
  398. Καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς.
  399. Καὶ καλὸν ποιῶν πρόσεχε.
  400. Καὶ τίς λέγει τῷ λέοντι ὅτι “ὄζει τὸ στόμα σου”;
  401. Καιρὸν γνῶθι.
  402. Καιρὸς ἀνάγει καὶ καιρὸς αὖ κατάγει.
  403. Καιρὸς τοῦ κλαῦσαι καὶ καιρὸς τοῦ γελάσαι.
  404. Καιρὸς τοῦ κόψασθαι καὶ καιρὸς τοῦ ὀρχήσασθαι.
  405. Καιρὸς ψυχὴ πράγματος.
  406. Κακὰ κέρδεα ἶσ' ἀάτῃσιν.
  407. Κακὰ πλεῖστα πόλει δυσνομία παρέχει.
  408. Κακίαν μίσει.
  409. Κακίας ἀπέχου.
  410. Κακὸν ἄγγος οὐ κλᾶται.
  411. Κακὸν ἀναγκαῖον τὸ πείθεσθαι γαστρί.
  412. Κακὸν δῶρον ἴσον ζημίᾳ.
  413. Κακὸν ἐπὶ κακῷ.
  414. Κακὸς ἀνὴρ μακρόβιος.
  415. Κακοῦ κόρακος, κακὸν ᾠόν.
  416. Κάλλος οἶκον οὐ τρέφει.
  417. Καλὸν ἀργεῖν ἢ κακῶς ἐργάζεσθαι.
  418. Καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς.
  419. Κάμηλος καὶ ψωριῶσα πολλῶν ὄνων ἀνατίθεται φορτία.
  420. Κάμηλος ὀρχεῖται.
  421. Κἂν αἴξ δάκῃ ἄνδρα πονηρόν.
  422. Κἂν εὐτυχήσας τῆς φακῆς μνημόνευε.
  423. Κανθάρου μελάντερος.
  424. Κανθάρου σκιά.
  425. Καρδία ἐλάφου.
  426. Καρκίνον δασύποδι συγκρίνεις.
  427. Κατὰ θεὸν ἥκεις.
  428. Κατόπιν ἑορτῆς ἥκεις.
  429. Κάτοπτρον εἴδους χαλκός ἐστ'· οἶνος δὲ νοῦ.
  430. Κενὰ κενοὶ βουλεύονται.
  431. Κενότερος λεβηρίδος.
  432. Κινδύνευε φρονίμως.
  433. Κλύει δὲ καὶ πρόσωθεν ὢν θεός.
  434. Κοινὰ πάθη πάντων.
  435. Κοινὰ τὰ τῶν φίλων.
  436. Κοινὰ τὰ φίλων.
  437. Κοινὸς γίνου.
  438. Κολοιὸς παρὰ κολοιόν.
  439. Κόραξ ὑδρεύει.
  440. Κορώνη γράμμα κομίζει.
  441. Κορώνη τὸν σκορπίον ἥρπασεν.
  442. Κοσκίνῳ ὕδωρ ἀντλεῖς.
  443. Κοσκίνῳ ὕδωρ φέρει.
  444. Κούφη γῆ τοῦτον καλύπτοι.
  445. Κοχλίας, ἐὰν ὀπτηθῇ, τρύζει.
  446. Κρείσσων ἡ πρόνοια τῆς μεταμελείας.
  447. Κρεῖττον σιωπᾶν ἐστιν ἢ λαλεῖν μάτην.
  448. Κρῆτες ἀεὶ ψεῦσται.
  449. Κρῖνε δίκαια.
  450. Κρίνει φίλους ὁ καιρός, ὡς χρυσὸν τὸ πῦρ.
  451. Κροκοδείλου δάκρυα.
  452. Κτώμενος ἥδου.
  453. Κύκλος τὰ ἀνθρώπινα.
  454. Κύκλος τῶν ἀνθρωπηΐων πρηγμάτων.
  455. Κύκνειον ᾆσμα.
  456. Κύκνειον μέλος.
  457. Κυνὶ δίδως ἄχυρα ὄνῳ ὀστέα.
  458. Κύριε, ἐλέησον.
  459. Κύων ἀναπεσὼν εἰς φάτνην αὐτός τε οὐκ ἐσθίει τῷ τε ὄνῳ ἐμποδίζει.
  460. Κύων εἰς τὸν ἴδιον ἔμετον.
  461. Κύων ἐν προθύρῳ.
  462. Κύων ἐν ῥόδοις.
  463. Κύων ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρέψας.
  464. Κύων σπεύδουσα τυφλὰ τίκτει.
  465. Κύων τευτλία οὐκ ἐσθίει.
  466. Κώνωπος ἐλέφας Ἰνδικὸς οὐ ἀλεγίζει.
  467. Λάβετε, τοῦτό ἐστιν τὸ σῶμά μου.
  468. Λαγὼν καθεύδων.
  469. Λαγὼν κατὰ πόδας χρὴ διώκειν.
  470. Λαγὼς καθεύδων.
  471. Λάθε βιώσας.
  472. Λέγε εἰδώς.
  473. Λεγιὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν.
  474. Λέοντα νύσσεις.
  475. Λέρνη κακῶν.
  476. Λευκὸς κόραξ.
  477. Λέων τὴν τρίχα, ὄνος τὸν βίον.
  478. Λημνίᾳ χειρί
  479. Λίθον ἕψεις.
  480. Λίθος κυλιόμενος φῦκος οὐ ποιεῖ.
  481. Λιμὴν ἀτυχίας ἐστὶν ἀνθρώποις τέχνη.
  482. Λιμὸς δὲ πολλῶν γίγνεται διδάσκαλος.
  483. Λιμῷ γὰρ οὐδέν ἐστιν ἀντειπεῖν ἔπος.
  484. Λόγοι μὲν ῥήτορος, ἔργα δ’ ἀλέκτορος.
  485. Λόγοι σοφῶν ὡς τὰ βούκεντρα.
  486. Λόγον παρ' ἐχθροῦ μήποθ' ἡγήσῃ φίλον.
  487. Λόγος καλὸς ὀστοῦν κατεάξει.
  488. Λοκρικὸς βοῦς.
  489. Λύκος ἀετὸν φεύγει.
  490. Λύκος ἀπὸ ἀριθμοῦ οὐ φοβεῖται λαβεῖν.
  491. Λύκος γηράσας νόμους ὁρίζει.
  492. Λύκος ἐν αἰτίᾳ γίγνεται κἂν φέρῃ κἂν μὴ φερῃ.
  493. Λύκος καλεῖ τὰς αἶγας.
  494. Λύκος κρέας νέμει.
  495. Λύκος μάτην χάνων.
  496. Λύκος περὶ φρέαρ χορεύει.
  497. Λύκος ποιμήν.
  498. Λύκος πρὸ βοῆς σπεύδει.
  499. Λύκου καὶ προβάτου ποία συνοδία;
  500. Λύκου πτερὰ ζητεῖς.
  501. Λύκου ῥήματα.
  502. Λύκων φιλία.
  503. Λῦπαι νόσους τίκτουσιν.
  504. Λύπης δὲ πάσης γίγνεται ἰατρὸς χρόνος.
  505. Λύχνον ἐν μεσημβρίᾳ ἅπτειν.
  506. Λωτοῦ ἔφαγες.
  507. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε.
  508. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε.
  509. Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ.
  510. Μακάριος ἄνθρωπος ὃς εὗρεν σοφίαν.
  511. Μακραὶ τυράννων χεῖρες.
  512. Μᾶλλον ὁ Φρύξ.
  513. Μανθάνων μὴ κάμνε.
  514. Μαχαίρᾳ μὴ πῦρ σκαλεύειν.
  515. Μέγα βιβλίον μέγα κακόν.
  516. Μέγα στόμα τοῦ ἐνιαυτοῦ.
  517. Μεγάλη πόλις, μεγάλη ἐρημία.
  518. Μεγαρέων δάκρυα.
  519. Μέγιστον ὀργῆς ἐστι φάρμακον λόγος.
  520. Μετὰ πόλεμον, ἡ συμμαχία.
  521. Μεταξὺ τοῦ ἄκμονος καὶ σφύρας.
  522. Μέτρον ἄριστον.
  523. Μὴ ἅμα ἀρχῇ πᾶν τέλος καταφαίνεσθαι.
  524. Μὴ γίνου δίκαιος πολὺ καὶ μὴ σοφίζου περισσά.
  525. Μὴ γίνου θρασὺς ἐν γλώσσῃ σου.
  526. Μὴ εἰς τὴν αὔριον ἀναβάλλου.
  527. Μὴ ἔπεχε ἐπὶ χρήμασιν ἀδίκοις.
  528. Μὴ ἴσθι ὡς λέων ἐν τῷ οἴκῳ σου.
  529. Μὴ καταφρόνει θανάτου, ἀλλὰ εὐαρέστει αὐτῷ.
  530. Μὴ κίνει κακὸν εὖ κείμενον.
  531. Μὴ κίνει Καμάριναν.
  532. Μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε.
  533. Μὴ λόγους ἀντ᾽ ἀλφίτων.
  534. Μὴ μοῦ τοὺς κύκλους τάραττε.
  535. Μὴ νεκρῶν θήκας κίνει.
  536. Μὴ παιδὶ μάχαιραν.
  537. Μὴ πρὸς λέοντα δορκὰς ἅψομαι μάχης.
  538. Μὴ πῦρ ἐπὶ πῦρ.
  539. Μὴ πῦρ ἐπὶ πυρί.
  540. Μὴ φοβοῦ, μόνον πίστευε.
  541. Μὴ φύλαξ τοῦ ἀδελφοῦ μού εἰμι ἐγώ.
  542. Μηδὲ θεοῖσιν ἶσ' ἔθελε φρονέειν.
  543. Μηδὲν ἄγαν, καιρῷ πάντα πρόσεστι καλά.
  544. Μηδὲν ἄγαν.
  545. Μηδέποτε πειρῶ δύο φίλων εἶναι κριτής.
  546. Μητὲ μέλι, μητὲ μελίσσας.
  547. Μήτε νεῖν, μήτε γράμματα.
  548. Μήτηρ ἁπάντων γαῖα καὶ κοινὴ τροφός.
  549. Μήτηρ τῆς ἐνδείας ἡ ἀεργία.
  550. Μία λόχμη δύο ἐριθακοὺς οὐ τρέφει.
  551. Μία μάστιξ πάντας ἐλαύνει.
  552. Μία χελιδὼν ἔαρ οὐ ποιεῖ οὐδὲ μία μέλισσα μέλι.
  553. Μία χελιδὼν ἔαρ οὐ ποιεῖ.
  554. Μιᾶς γὰρ χειρὸς ἀσθενὴς μάχη.
  555. Μίδας ὄνου ὦτα.
  556. Μίδου χρήματα.
  557. Μικρά γε πρόφασίς ἐστι τοῦ πρᾶξαι κακῶς.
  558. Μικρὸν κακὸν μέγα ἀγαθόν.
  559. Μικρὸς ἡλίκος Μόλων.
  560. Μισῶ μνήμονα συμπότην.
  561. Μνήμην καμήλου.
  562. Μόνος θεῶν γὰρ θάνατος οὐ δώρων ἐρᾷ.
  563. Μυὸς ὄλεθρος.
  564. Μῦς γαλῆν ἐλέγξει τὴν τέως νύμφην.
  565. Μῦς δακὼν παῖδ᾿ ἀπέφυγε.
  566. Μῦς πίσσης γεύεται.
  567. Μῶρα γὰρ μῶρος λέγει.
  568. Μωρὸς σιωπᾶν οὐ δύναται.
  569. Μωρῷ καὶ βασιλεῖ νόμος ἄγραφος.
  570. Ναρθηκοφόροι μὲν πολλοί, βάκχοι δέ τε παῦροι.
  571. Νέα χελιδών.
  572. Νεκρὸν ἰατρεύειν.
  573. Νεκρὸν μυρίζεις.
  574. Νεκρὸς κεῖται βδέων.
  575. Νεκρὸς οὐ δάκνει.
  576. Νεκρῷ λέγεις μύθους εἰς οὖς.
  577. Νεώτερον δίδασκε.
  578. Νίκη δ᾽ ἐπαμείβεται ἄνδρας.
  579. Νίψον ἀνομήματα μὴ μόναν ὄψιν.
  580. Νόμος καὶ χώρα.
  581. Νόμος ὁ πάντων βασιλεύς.
  582. Νόμῳ πείθου.
  583. Νοῦν ἡγεμόνα ποιοῦ.
  584. Νοῦς ἐστι πάντων ἡγεμὼν τῶν χρησίμων.
  585. Νυμφίου βίον ὑμεῖς ζῆτε.
  586. Νῦν αὖτέ με μοῖρα κιχάνει.
  587. Νῦν θεοὶ μάκαρες.
  588. Ξενίας ἀεὶ φρόντιζε, μὴ καθυστέρει.
  589. Ξύλον ἀγκύλον ουδέποτ' ὀρθόν.
  590. Ξυρεῖν ἐπιχειρεῖν λέοντα.
  591. Ξυρεῖς λέοντα.
  592. Ὁ ἄδικος οὐ λανθάνει τοὺς θεούς.
  593. Ὃ ἂν μὴ ἴδῃς μὴ λέγε.
  594. Ὁ ἄφρων πληθύνει λόγους.
  595. Ὁ βίος τρόχος, ἄστατος ὄλβος.
  596. Ὃ γέγραφα γέγραφα.
  597. Ὁ δ' ὄλβος οὐ βέβαιος, ἀλλ' ἐφήμερος.
  598. Ὁ δὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς.
  599. Ὁ δηχθεὶς ὑπὸ ὄφεως καὶ τὸ σχοινίον φοβεῖται.
  600. Ὁ ἐγγὺς Διός, ἐγγὺς κεραυνοῦ.
  601. Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι.
  602. Ὁ ἔχων πολὺ πέπερι τίθησι κἀν λαχάνοις.
  603. Ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσεν τὴν γῆν.
  604. Ὁ Καρπάθιος τὸν λαγών.
  605. Ὁ κύων ὁ ζῶν αὐτὸς ἀγαθὸς ὑπὲρ τὸν λέοντα τὸν νεκρόν.
  606. Ὁ μηδὲν ἀδικῶν οὐδενὸς δεῖται νόμου.
  607. Ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
  608. Ὁ νοῦς γὰρ ἡμῶν ἐστιν ἐν ἑκάστῳ θεός.
  609. Ὁ οἶνος οὐκ ἔχει πηδάλια.
  610. Ὁ ὀρύσσων βόθρον ἐν αὐτῷ ἐμπεσεῖται.
  611. Ὁ πέπερι ἔχων καὶ εἰς φακὸν βάλλει.
  612. Ὃ ποιεῖς ποίησον τάχιον.
  613. Ὁ προστιθεὶς γνῶσιν προσθήσει ἄλγημα.
  614. Ὁ πτύσας εἰς μυρμηκιὰν οἰδεῖ τὰ χείλη.
  615. Ὁ συκοφάντης ἐστὶ τοῖς πέλας λύκος.
  616. Ὁ φεύγων μύλον ἄλφιτα φεύγει.
  617. Ὁ χοῖρος ἥδεται κόπροις καὶ βορβόρῳ.
  618. Ὁ ψεύστης οὐ πιστεύεται.
  619. Οἷ γ᾽ αὐτῷ κακὰ τεύχει ἀνὴρ ἄλλῳ κακὰ τεύχων.
  620. Οἱ γὰρ κακοί, κακίους ἐπαινούμενοι.
  621. Οἱ διψῶντες σιωπῇ πίνουσι.
  622. Οἱ μεγάλοι κλέπται τὸν μικρὸν ἀπάγουσι.
  623. Οἱ φῶρες τὴν βοήν.
  624. Οἵαπερ ἡ δέσποινα τοῖα ἡ κύων.
  625. Οἶκος φίλος, οἶκος ἄριστος.
  626. Οἶνον νέον εἰς ἀσκοὺς καινούς.
  627. Οἶνος ἄνωγε γέροντα καὶ οὐκ ἐθέλοντα χορεύειν.
  628. Οἶνος καὶ παῖδες ἀληθεῖς.
  629. Οἴνου κατίοντος, ἐπιπλέουσιν ἔπεα.
  630. Ὀλίγον τὸ χρηστόν ἐστιν.
  631. Ὄλος ὁ βίος ἐλλύχνιον.
  632. Ὅμοια πόρνη δάκρυα καὶ ῥήτωρ ἔχει.
  633. Ὅμοιον ὁμοίῳ φίλον.
  634. Ὅμοιος ὁμοίῳ.
  635. Ὁμόνοιαν δίωκε.
  636. Ὅν οἱ θεοὶ φιλοῦσιν ἀποθνῄσκει νέος.
  637. Ὄνοι δ` ἀπωτέρω κάθηνται τῆς λύρας.
  638. Ὄνος ἄγει μυστήρια.
  639. Ὄνος ἐν μύροις.
  640. Ὄνος ἐν πιθήκοις.
  641. Ὄνος ἵππον μιμούμενος.
  642. Ὄνος λύρας ἀκούων κινεῖ τὰ ὦτα.
  643. Ὄνος λύρας ἢκουε καὶ σάλπιγγος ὗς.
  644. Ὄνος ὕεται.
  645. Ὄνου γνάθος.
  646. Ὄνου θανάτους.
  647. Ὄνου οὐρὰ τηλίαν οὐ ποιεῖ.
  648. Ὄνου πόκαι.
  649. Ὄνου πόκους ζητεῖς.
  650. Ὄντες οἴκοι μὲν λέοντες, ἐν μάχῃ δ᾿ ἀλώπεκες.
  651. Ὄνῳ τις ἔλεγε μῦθον, ὁ δὲ τὰ ὦτα ἐκίνει.
  652. Ὅπου βία πάρεστιν, οὐδὲν ἰσχύει νόμος.
  653. Ὅπου γὰρ ἡ λεοντῆ μὴ ἐφικνεῖται προσραπτέον ἐκεῖ τὴν ἀλωπεκῆν.
  654. Ὅρα τὸ μέλλον.
  655. Ὄρνιθας ζητεῖς, ἀνέμους θηρεύσεις.
  656. Ὄρνιθος γάλα ζητεῖς.
  657. Ὄρος ὄρει οὐ μίγνυται, ἄνθρωπος δ᾽ ἀνθρώπῳ.
  658. Ὃς ἔχει ὦτα ἀκούειν ἀκουέτω.
  659. Ὅσια κρῖνε.
  660. Οὐ γνῶσις, ἀλλὰ πρᾶξις.
  661. Οὐ δύναμαι τὴν αἶγα φέρειν, ἐπί μοι θέτε τὸν βοῦν.
  662. Οὐ νυκτὶ πλεῖς.
  663. Οὐ τοῖς κούφοις ὁ δρόμος καὶ οὐ τοῖς δυνατοῖς ὁ πόλεμος.
  664. Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ᾽ οἱ κακῶς ἔχοντες.
  665. Οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν.
  666. Οὐαὶ μύρμηκι πτεροῖς ἀρθέντι.
  667. Οὐαί, οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε.
  668. Οὐδὲ Ἡρακλῆς πρὸς δύο.
  669. Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός.
  670. Οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς.
  671. Οὐδεὶς γὰρ ὃν φοβεῖται φιλεῖ.
  672. Οὐδεὶς ἐπλούτησε ταχέως δίκαιος ὤν.
  673. Οὐδείς ἐστιν ἅπαντα σοφός.
  674. Οὐδεὶς μετ' ὀργῆς ἀσφαλῶς βουλεύεται.
  675. Ουδεὶς πεινῶν καλὰ ᾄδει.
  676. Οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ.
  677. Οὐδεὶς φίλος ᾧ πολλοὶ φίλοι.
  678. Οὐδὲν γίγνεται ἐκ τοῦ μὴ ὄντος.
  679. Οὐδὲν γλύκιον ἧς πατρίδος.
  680. Οὐδὲν ἱερόν.
  681. Οὐδὲν κακὸν ῥᾴδιως ἀπόλλυται.
  682. Οὐδὲν πρὸς τὴν Παρμένοντος ὗν.
  683. Οὐδὲν σιωπῆς ἔστι χρησιμώτερον.
  684. Οὐκ ἀδυνατήσει παρὰ τοῦ θεοῦ πᾶν ῥῆμα.
  685. Οὐκ αὖθις ἀλώπηξ πάγαις.
  686. Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου.
  687. Οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος.
  688. Οὐκ ἔστιν εὖ ἄρξειν μὴ ἀρχθέντα.
  689. Οὐκ ἔστιν εὑρεῖν βίον ἄλυπον οὐδενός.
  690. Οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ.
  691. Οὔκουν ἂν ἐκφύγοι γε τὴν πεπρωμένην.
  692. Οὔποθ' ὕδωρ καὶ πῦρ συμμείξεται.
  693. Οὔποτε ποιήσεις τὸν καρκίνον ὀρθὰ βαδίζειν.
  694. Οὖτις ἐμοί γ' ὄνομα.
  695. Οὔτοι συνέχθειν ἀλλὰ συμφιλεῖν ἔφυν.
  696. Οὐχ εὕδει Διὸς ὀφθαλμός.
  697. Ὄφεως ὄμμα.
  698. Ὀφθαλμοὶ τῶν ὤτων ἀκριβέστεροι μάρτυρες.
  699. Ὀφθαλμοὶ ὠτίων πιστότεροι.
  700. Ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε;
  701. Ὄφιν ἐν τῷ κόλπῳ τρέφεις.
  702. Ὄφιν θάλπεις.
  703. Ὄφιν τρέφειν καὶ πονηρὸν εὐεργετεῖν ταὐτόν ἐστιν.
  704. Ὄφις τὸ δέρμα ἀποδύεται, τὴν γνώμην δὲ οὐδαμῶς.
  705. Ὄψον ἄριστον πόνος τῷ γήρᾳ.
  706. Πάθει μάθος.
  707. Παθὼν δέ τε νήπιος ἔγνω.
  708. Πᾶν γὰρ τὸ πολὺ πολέμιον τῇ φύσει.
  709. Πᾶν ἐστὶ ἄνθρωπος συμφορή.
  710. Πᾶν τὸ ἐρχόμενον ματαιότης.
  711. Πάντα γὰρ δυνατὰ παρὰ τῷ θεῷ.
  712. Πάντα γὰρ καιρῷ καλά.
  713. Πάντα δυνατὰ τῷ πιστεύοντι.
  714. Πάντα λίθον κινεῖν.
  715. Πάντα ὁ ἄνθρωπος καὶ οὐδὲν ὁ ἄνθρωπος.
  716. Πάντα πλήρη θεῶν.
  717. Πάντα ῥεῖ.
  718. Πάντες δὲ θεῶν χατέουσ' ἄνθρωποι.
  719. Πάντη γάρ ἐστι πάντα τε βλέπει θεός.
  720. Παντὶ αἰτοῦντί σε δίδου.
  721. Παρ᾿ ὄνῳ λυρίζεις.
  722. Παρὰ κωφῷ διαλέγῃ.
  723. Παρὰ ποταμὸν φρέαρ ὀρύττει.
  724. Πᾶς γὰρ τὸ οἰκεῖον ἔργον ἀγαπᾷ.
  725. Πᾶς τις τὰ ἑαυτοῦ ἀγαπᾷ.
  726. Πᾶσιν ἁρμόζου.
  727. Πᾶσίν τοι κίνδυνος ἐπ᾽ ἔργμασιν.
  728. Πάταξον μέν, ἄκουσον δέ.
  729. Πάτροκλος πρόφασις.
  730. Πεινῶσαν ἀλώπεκα ὕπνος ἐπέρχεται.
  731. Πενία γάρ ἐστιν ἡ τρόπων διδάσκαλος.
  732. Πενία δὲ τὴν σοφίαν ἔλαχε.
  733. Πενίας βαρύτερον οὐδέν ἐστι φορτίον.
  734. Πενίῃ σοφίη ἔλαχεν.
  735. Περὶ ὄνου σκιᾶς.
  736. Πέτρας ἕψεις.
  737. Πέτρας σπείρεις.
  738. Πηγάσου ταχύτερος.
  739. Πηγῆς ἐξ ἦς οὐ πίνω ξηρανθείη.
  740. Πίθηκος ἐν πορφύραι.
  741. Πίθηκος ὁ πίθηκος κἂν χρύσεα ἔχῃ σύμβολα.
  742. Πλάνη βίον τίθησι σωφρονέστερον.
  743. Πλέον ἥμισυ παντός.
  744. Πλούτει δικαίως.
  745. Πλούτῳ ἀπίστει.
  746. Πόδας ἔχων σὺ καὶ ποδάγρας ἔλπιζε.
  747. Πόλεμος πάντων μὲν πατήρ ἐστι, πάντων δὲ βασιλεύς.
  748. Πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει.
  749. Πολιτικὸν ζῷον ὁ ἄνθρωπος.
  750. Πολλ' ἐλπίδες ψεύδουσι καὶ λόγοι βροτούς.
  751. Πόλλ᾿ ἐλπίδες ψεύδουσι βροτοὺς.
  752. Πολλὰ καινὰ τοῦ πολέμου.
  753. Πολλὰ τὰ δεινά, κοὐδὲν ἀνθρώπου δεινότερον πέλει.
  754. Πολλὰ ψεύδονται ἀοιδοί.
  755. Πολλαὶ μὲν θνητοίς γλῶσσαι, μία δ' ἀθανάτοισιν.
  756. Πολλαῖς πληγαῖς δρῦς δαμάζεται.
  757. Πολλοὶ βουκένται, παῦροι δέ τε γῆς ἀροτῆρες.
  758. Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.
  759. Πολλοὶ ἰατροὶ βασιλέα ἀπώλεσαν.
  760. Πολλοὶ μαθηταὶ κρείττονες διδασκάλων.
  761. Πολλοὶ στρατηγοὶ Καρίαν ἀπώλεσαν.
  762. Πολλοῖς γὰρ ἡ γλῶττα προτρέχει τῆς διανοίας.
  763. Πολλῶν ἰατρῶν εἰσοδός μ' ἀπώλεσεν.
  764. Πονηρός ἐστι πᾶς ἀχάριστος ἄνθρωπος.
  765. Πόνον σπείρεις.
  766. Πόνος ὁ μὴ φοβῶν κράτιστος.
  767. Ποταμὸς θάλασσαν ἐρίζει.
  768. Ποῦ γὰρ ἡ Ἄρτεμις οὐκ ἐχόρευσεν;
  769. Πρᾶττε ἀμετανοήτως.
  770. Πρᾶττε δίκαια.
  771. Πρεσβύτερον αἰδοῦ.
  772. Πρεσβύτερον σέβου.
  773. Πρεσβύτερος Κόδρου.
  774. Πρίν κεν λύκος οἶν ὑμεναιοῖ.
  775. Πρίν κεν ὄϊν λύκος ποιμαίνοι.
  776. Πρὸ τῆς νίκης τὸ ἐγκώμιον ᾄδεις.
  777. Προμέρου κύνες.
  778. Προμηθεὺς μετὰ τὰ πράγματα.
  779. Πρόνοιαν τίμα.
  780. Προπέτεια πολλοῖς ἐστιν αἰτία κακῶν.
  781. Πρὸς δύο λέγεται οὐδ᾽ ὁ Ἡρακλῆς οἷός τε εἶναι.
  782. Πρὸς κέντρα λακτίζεις.
  783. Πρὸς λέοντα δορκάδες συνάπτουσι μάχας.
  784. Προτέρα πάντων ἔκτισται σοφία.
  785. Πρότερον χελώνη παραδραμεῖται δασύποδα.
  786. Προφάσεως δεῖται μόνον ἡ πονηρία.
  787. Πυθίων ὕστερον ἧκες.
  788. Πῦρ σιδήρῳ μὴ σκαλεύειν.
  789. Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν;
  790. Ῥαδαμάνθυος ὅρκος.
  791. Ῥεχθὲν δέ τε νήπιος ἔγνω.
  792. Ῥήματα ἀντί ἀλφίτων.
  793. Σαοὺλ Σαούλ, τί με διώκεις;
  794. Σαρδώνιος γέλως.
  795. Σεαυτὸν αἰδοῦ.
  796. Σεαυτὸν εὖ ποίει.
  797. Σιγᾶν ἄμεινον ἢ λαλεῖν ἃ μὴ πρέπει.
  798. Σιγή ποτ' ἐστὶν αἱρετωτέρα λόγου.
  799. Σιγηροῦ ποταμοῦ τὰ βάθη γυρεύει.
  800. Σίδηρον πλεῖν διδάσκεις.
  801. Σκιὰ ἀντὶ τοῦ σώματος.
  802. Σκορπίον ὀκτώπουν ἐγείρεις.
  803. Σκορπίους βέβρωκε.
  804. Σοφία γάρ ἐστι καὶ μαθεῖν ὃ μὴ νοεῖς.
  805. Σοφία δὲ πλούτου κτῆμα τιμιώτερον.
  806. Σοφίαν ζήλου.
  807. Σοφοῖς χρῶ.
  808. Σοφῷ γὰρ αἰσχρὸν ἐξαμαρτάνειν.
  809. Σοφώτατον χρόνος, ἀνευρίσκει γὰρ πάντα.
  810. Σπεῦδε βραδέως.
  811. Στιγμὴ χρόνου πᾶς ἐστιν ὁ βίος.
  812. Στρεπτὴ δὲ γλῶσσ' ἐστὶ βροτῶν.
  813. Συβαριτικὴ τράπεζα.
  814. Σὺν Ἀθηνᾷ καὶ χεῖρας κίνει.
  815. Σὺν θεῷ καὶ τὰς χεῖρας κίνει.
  816. Σύροι πρὸς Φοίνικας.
  817. Σωφροσύνα, δώρημα κάλλιστον θεῶν.
  818. Τὰ ἀφανῆ τοῖς φανεροῖς τεκμαίρου.
  819. Τὰ δειλὰ κέρδη πημονὰς ἐργάζεται.
  820. Τὰ ἐλάχιστα ληπτέον τῶν κακῶν.
  821. Τὰ καίσαρος ἀπόδοτε καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.
  822. Τὰ μικρὰ κέρδη ζημίας μεγάλας φέρει.
  823. Τα παθήματα μαθήματα.
  824. Τὰ πάντα ῥεῖ καὶ οὐδὲν μένει.
  825. Τὰ Ταντάλου τάλαντα.
  826. Ταντάλειοι τιμωρίαι.
  827. Τὰς δεσποίνας αἱ κύνες μιμούμεναι.
  828. Τὰς κύνας ὁ ἔλαφος ἕλκοι.
  829. Ταῦτα θεῶν ἐν γούνασι κεῖται.
  830. Τέλος ὅρα μακροῦ βίου.
  831. Τέττιξ μὲν τέττιγι φίλος.
  832. Τέφραν φεύγων, εἰς ἀνθρακιὰν ἔπεσεν.
  833. Τέχνη δ' ἀνάγκης ἀσθενεστέρα μακρῷ.
  834. Τέχνῃ χρῶ.
  835. Τὴν ἀηδόνα ἐν οἰκίσκῳ μὴ ᾄδειν.
  836. Τὴν αὑτοῦ σκιὰν δέδοικεν.
  837. Τὴν ὀρθὴν βαδίζειν ὁδόν.
  838. Τὴν παρεοῦσαν ἄμελγε.
  839. Τήρει τὸν υἱόν σου, ἵνα μὴ πέσῃ εἰς τὸ φρέαρ καὶ εἴπῃς ὅτι ὁ θεὸς ἤθελεν.
  840. Τί γὰρ κοινὸν λύρᾳ καὶ ὄνῳ;
  841. Τί δειλοί ἐστε; Οὔπω ἔχετε πίστιν;
  842. Τὶ δύσκολον; Τὸ ἑαυτὸν γνῶναι.
  843. Τί ἡ γενεὰ αὕτη ζητεῖ σημεῖον;
  844. Τί με σπεύδοντα καὶ αὐτὸν ὀτρύνεις;
  845. Τιθωνοῦ γῆρας.
  846. Τίμα τὸ γῆρας, οὐ γὰρ ἔρχεται μόνον.
  847. Τίς γὰρ κατόπτρῳ καὶ τυφλῷ κοινωνία;
  848. Τίς γλαῦκ' Ἀθήναζ' ἤγαγεν;
  849. Τίς ἐστιν ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί;
  850. Τὸ γὰρ γράμμα ἀποκτέινει, τὸ δὲ πνεῦμα ζῳοποιεῖ.
  851. Τὸ Ἱππάρχου τειχίον.
  852. Τὸ μέλλον οὐδεὶς ἐκφύγοι.
  853. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
  854. Τὸ μὴ χεῖρον βέλτιστον.
  855. Τὸ πεπρωμένον φυγεῖν ἀδύνατον.
  856. Τὸ σιγᾶν τὴν ἀλήθειαν χρυσόν ἐστι θάπτειν.
  857. Τὸ τεχνίον πᾶσα γαῖα τρέφει.
  858. Τὸ τῆς Ἀμαλθείας κέρας.
  859. Τὸ φῶς ἡλίῳ δανείζεις.
  860. Τοῖς πλουσίοις πολλὰ παραμύθια.
  861. Τοῖς τοι δικαίοις χὠ βραχὺς νικᾷ μέγαν.
  862. Τὸν ἀτυχῆ καὶ πρόβατον δάκνει.
  863. Τὸν ἕτερον πόδα ἐν τῃ σορῷ ἔχων.
  864. Τὸν θέλοντα βοῦν ἔλαυνε.
  865. Τὸν καπνὸν φεύγων εἰς τὸ πῦρ ἔπεσον.
  866. Τὸν κλέπτην δεῖ καὶ μνήμονα εἶναι.
  867. Τὸν ὑψόθεν σκοπὸν ἐπισκόπει, φύλακα πολυπόνων.
  868. Τόπων μεταβολαὶ οὔτε φρόνησιν διδάσκουσιν οὔτε ἀφροσύνην ἀφαιροῦνται.
  869. Τοῦτ' ἐστὶ τὸ ζῆν μὴ σεαυτῷ ζῆν μόνῳ.
  870. Τυφλὸν ὄνειρον.
  871. Τύχη δ' ἀρετῆς ἀναίτιος.
  872. Τύχη εὔριπος.
  873. Τύχῃ μὴ πίστευε.
  874. Τύχη τέχνην ὀρθοῖ, οὐ τέχνη τύχην.
  875. Τύχην νόμιζε.
  876. Τῷ γὰρ πονοῦντι χὠ θεὸς συλλαμβάνει.
  877. Τῷ θεῷ ἕπου.
  878. Τῷ λύκῳ τὴν ὄϊν.
  879. Τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.
  880. Τῷ τράγῳ ὁ ἔριφος ἔλεγεν· ὦ πατέρ μου, οἱ μάγειροι ἀπέθανον. κἀκεῖνος εἶπεν· οὐαί σοι τέκνον· ὅτι εἰς ἰδιώτου χεῖρας μέλλεις ἐμπίπτειν.
  881. Τῶν γὰρ πενήτων εἰσὶν οἱ λόγοι κενοί.
  882. Τῶν ὤτων ἔχω τὸν λύκον.
  883. Ὕβριν ἀμύνου.
  884. Ὕβριν μίσει.
  885. Ὑγίεια καὶ νοῦς ἀγαθὰ τῷ βίῳ δύο.
  886. Ὕδραν τέμνεις.
  887. Ὕδωρ ἱστάμενον ὄζει.
  888. Ὕπαγε ὀπίσω μου, Σατανᾶ.
  889. Ὑπὲρ εὐσεβείας καὶ λάλει καὶ μάνθανε.
  890. Ὑπὲρ κάρα πτύεις.
  891. Ὕπνος δὲ πάσης ἐστὶν ὑγιεία νόσου.
  892. Ὕπνος δεινὸν ἀνθρώποις κακόν.
  893. Ὕπνος πέφυκε σωμάτων σωτηρία.
  894. Ὕπνος τὰ μικρὰ τοῦ θανάτου μυστήρια.
  895. Ὑπὸ παντὶ λίθῳ σκορπίος.
  896. Ὑπὸ τῆς ἀνάγκης πάντα δουλοῦται ταχύ.
  897. Ὑπὸ τῆς ἀνάγκης πολλὰ γίγνεται κακά.
  898. Ὗς λουσαμένη εἰς κυλισμὸν βορβόρου.
  899. Ὗς ὀρίνει.
  900. Ὗς πότ᾽ Ἀθηναίαν ἔριν ἤρισεν.
  901. Ὗς ὑπὸ ῥόπαλον δραμεῖται.
  902. Ὑφ' ἡδονῆς ὁ φρόνιμος οὐχ ἁλίσκεται.
  903. Ὑφορῶ μηδένα.
  904. Φάγε ἐν εὐφροσύνῃ ἄρτον σου καὶ πίε ἐν καρδίᾳ ἀγαθῇ οἶνόν σου.
  905. Φαγέτω μ' ἡ ἰδία φθεὶρ καὶ μὴ ἡ ἀλλοτρία.
  906. Φαγέτω με λέων καὶ μὴ ἀλωπηξ.
  907. Φάρμακον ὀργῆς ὁ χρόνος.
  908. Φέρει καὶ ὄρνις γάλα.
  909. Φεῦγ' ἡδονὴν φέρουσαν ὕστερον βλάβην.
  910. Φθόνει μηδενί.
  911. Φιλεῖν μὲν προδοσίαν, προδότην δὲ μισεῖν.
  912. Φιλήκοον εἶναι μᾶλλον ἢ πολύλαλον.
  913. Φιλίαν φύλαττε.
  914. Φίλοις βοήθει.
  915. Φίλοις εὐνόει.
  916. Φίλος πιστὸς σκέπη κραταιά.
  917. Φίλος πιστὸς φάρμακον ζωῆς.
  918. Φιλόσοφος γίνου.
  919. Φίλῳ χαρίζου.
  920. Φοβερώτερόν ἐστι στρατόπεδον ἐλάφων ἡγουμένου λέοντος ἢ λεόντων ἐλάφου.
  921. Φοινικήϊα γράμματα.
  922. Φρόνει θνητά.
  923. Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς.
  924. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ.
  925. Χαῖρε, φίλον φῶς.
  926. Χαλεπὰ τὰ καλά.
  927. Χάρις χάριν τίκτει.
  928. Χελιδόνα οἰκίαι μὴ δέχου.
  929. Χελώνη μυιῶν.
  930. Χελώνην Πεγάσῳ κρίνεις.
  931. Χρησμοὺς θαύμαζε.
  932. Χρόνος τὰ κρυπτὰ πάντα ἐς φάος ἄγει.
  933. Χρόνου φείδου.
  934. Χρόνῳ τὰ πάντα γίγνεται καὶ κρίνεται.
  935. Χρύσεα χαλκείων.
  936. Χρυσὸς Δανάην ἔπεισεν ἐθέλουσαν.
  937. Χρυσὸς ὁ ἀφανὴς τύραννος.
  938. Χυτρεοῦς θεός.
  939. Ψέγε μηδένα.
  940. Ψυχῆς γὰρ οὐδέν ἐστι τιμιώτερον.
  941. Ψυχῆς εἴδωλον ὁ λόγος.
  942. Ψυχῆς εἰκὼν ὁ λόγος ἐστίν.
  943. Ψυχῆς νοσούσης ἐστὶ φάρμακον λόγος.
  944. Ψυχρὸν ἐν κόλπῳ ποικίλον εἶχες ὄφιν.
  945. Ὤδινεν ὄρος, εἶτα μῦν ἀπέτεκεν.
  946. Ὠκεῖαι χάριτες γλυκερώτεραι.
  947. ᾨὸν τίλλεις.
  948. Ὥρα τὰ πάντα τοῦ βίου κρίνει καλῶς.
  949. Ὡς πρόβατον ἐπὶ σφαγὴν.
  950. Ὦτα ἔχοντες οὐκ ἀκούετε;
  951. Ὦτα καὶ ὀφθαλμοὶ πολλοὶ βασιλέως.

No comments:

Post a Comment