Showing posts with label Author: Bryce. Show all posts
Showing posts with label Author: Bryce. Show all posts

Thursday, June 19, 2025

Greek Reading: 74

One fable below comes from Bryce's First Greek Reader (that is the last one from Bryce), and the other comes from A Greek Reader by Peter Bullions, both of which are available at the Internet Archive.

You'll find the stories below, first in Greek, then segmented, and then interwoven with English; the title is linked to the Internet Archive page.



Λέων καὶ ὄνος κοινωνίαn θέμενοι, ἐξῆλθον ἐπὶ θήραν· γενομένων δὲ αὐτῶν κατά τι σπήλαιον, ἐν ᾧ αἶγες ἄγριαι, ὁ μὲν λέων πρὸ τοῦ στoμίου στάς, ἐξιούσας τὰς αἶγας συνελάμβανεν· ὁ δὲ ὄνος ἔνδον εἰσελθὼν ἐνήλατο αὐταῖς, καὶ ὠγκᾶτο ἐκφοβεῖν βουλόμενος· τοῦ δὲ λέοντος τὰς πλείστας συλλαβόντος, ἐξελθὼν ἐκεῖνος ἐπυνθάνετο αὐτοῦ εἰ γενναίως ἠγωνίσατο, καὶ τὰς αἶγας ἐξεδίωξεν· ὁ δὲ εἶπεν, Ἀλλ' εὖ ἴσθι ὅτι κἀγὼ ἄν σε ἐφοβήθην, εἰ μὴ ᾔδειν σε ὄνον ὄντα.

Λέων καὶ ὄνος
κοινωνίαn θέμενοι, 
ἐξῆλθον ἐπὶ θήραν· 
γενομένων δὲ αὐτῶν 
κατά τι σπήλαιον, 
ἐν ᾧ αἶγες ἄγριαι, 
ὁ μὲν λέων 
πρὸ τοῦ στoμίου στάς, 
ἐξιούσας τὰς αἶγας 
συνελάμβανεν· 
ὁ δὲ ὄνος 
ἔνδον εἰσελθὼν 
ἐνήλατο αὐταῖς, 
καὶ ὠγκᾶτο ἐκφοβεῖν βουλόμενος· 
τοῦ δὲ λέοντος 
τὰς πλείστας συλλαβόντος, 
ἐξελθὼν ἐκεῖνος 
ἐπυνθάνετο αὐτοῦ 
εἰ γενναίως ἠγωνίσατο, 
καὶ τὰς αἶγας ἐξεδίωξεν· 
ὁ δὲ εἶπεν, 
Ἀλλ' εὖ ἴσθι ὅτι 
κἀγὼ ἄν σε ἐφοβήθην, 
εἰ μὴ ᾔδειν 
σε ὄνον ὄντα.

Λέων καὶ ὄνος  ...  A lion and a donkey
κοινωνίαn θέμενοι  ...  formed a partnership, 
ἐξῆλθον ἐπὶ θήραν  ...  and went out hunting,
γενομένων δὲ αὐτῶν  ...  and they came
κατά τι σπήλαιον  ...  upon a cave
ἐν ᾧ αἶγες ἄγριαι  ...  in which there were wild goats.
ὁ μὲν λέων  ...  The lion
πρὸ τοῦ στoμίου στάς  ...  stood at the mouth of the cave, 
συνελάμβανεν τὰς αἶγας ...  and seized the goats
ἐξιούσας  ...  as they were coming out.
ὁ δὲ ὄνος  ...  The donkey
ἔνδον εἰσελθὼν  ...  went inside 
ἐνήλατο αὐταῖς  ... and rushed upon the goats
καὶ ὠγκᾶτο  ...  and he brayed
ἐκφοβεῖν βουλόμενος  ...  wanted to scare them. 
τοῦ δὲ λέοντος  ...  When the lion
τὰς πλείστας συλλαβόντος  ...  had seized most of them,
ἐξελθὼν ἐκεῖνος  ...  the donkey came out
ἐπυνθάνετο αὐτοῦ  ...  and asked the lion
εἰ γενναίως ἠγωνίσατο  ...  if he had fought nobly
καὶ τὰς αἶγας ἐξεδίωξεν  ...  persecuting the goats.
ὁ δὲ εἶπεν  ...  And the lion said,
Ἀλλ' εὖ ἴσθι ὅτι  ...  Know well that
κἀγὼ ἄν σε ἐφοβήθην  ...  I too would have been afraid, 
εἰ μὴ ᾔδειν  ...  if I didn't know
σε ὄνον ὄντα  ...  you are a donkey.



Κύνες λιμώττουσαι, ὡς ἐθεάσαντο ἔν τινι ποταμῷ βύρσας βρεχομένας, μὴ δυνάμεναι αὐτῶν ἐφικέσθαι, συνέθεντο ἀλλήλαις ὅπως πρῶτον τὸ ὕδωρ ἐκπίωσιν, καὶ εἶθ’ οὕτως ἐπὶ τὰς βύρσας παραγένωνται. Συνέϐη δὲ αὐταῖς πιούσαις πριν διαρραγῆναι ἤ τῶν βυρσῶν ἐφικέσθαι.

Κύνες λιμώττουσαι, 
ὡς ἐθεάσαντο ἔν τινι ποταμῷ 
βύρσας βρεχομένας, 
μὴ δυνάμεναι αὐτῶν ἐφικέσθαι, 
συνέθεντο ἀλλήλαις 
ὅπως πρῶτον τὸ ὕδωρ ἐκπίωσιν, 
καὶ εἶθ’ οὕτως ἐπὶ τὰς βύρσας παραγένωνται. 
Συνέβη δὲ αὐταῖς πιούσαις 
πριν διαρραγῆναι 
ἤ τῶν βυρσῶν ἐφικέσθαι.

Κύνες λιμώττουσαι  ...  Some dogs were famished, 
ὡς ἐθεάσαντο ἔν τινι ποταμῷ  ...  and they saw in a river 
βύρσας βρεχομένας  ...  some hides that were soaking, 
μὴ δυνάμεναι αὐτῶν ἐφικέσθαι  ... but not being able reach them, 
συνέθεντο ἀλλήλαις  ...  they agreed 
ὅπως πρῶτον τὸ ὕδωρ ἐκπίωσιν ...  to drink up the water first, 
καὶ εἶθ’ οὕτως παραγένωνται  ... and then they'd come
ἐπὶ τὰς βύρσας   ...  to the hides. 
Συνέβη δὲ αὐταῖς  ...  What happened to them
πιούσαις  ...  was that they drank
πριν διαρραγῆναι  ...  and burst before
ἤ τῶν βυρσῶν ἐφικέσθαι  ...  they got to the hides.


And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Tuesday, June 17, 2025

Greek Reading: 73

The fable below comes from Bryce's First Greek Reader, which is available at the Internet Archive. I'm surprised not to have seen this fable in the other readers; this is the first time we've had this famous fable.

You'll find the story below, first in Greek, then segmented, and then interwoven with English; the title is linked to the Internet Archive page.


Κόραξ, κρέας ἁπρασας, ἐπί τινος δένδρου ἐκάθισεν· ἀλώπηξ δὲ τοῦτον ἰδοῦσα, καὶ βουληθεῖσα περιγενέσθαι τοῦ κρέατος, στᾶσα κάτωθεν ἐπῄνει αὐτόν, ὡς εὐμεγεθὲς καὶ καλὸν ὄρνεον καὶ θηρευτικὸν καὶ εὔμορφον· καὶ λέγουσα, Ὅτι ἥρμοζέ σοι βασιλέα εἶναι ὀρνέων, εἰ καὶ φωνητiκὸς ὑπῆρχες· ἀλλ' ὦ τοῖον ὄρνεον, καὶ ἄλαλον ὑπάρχεις· Ὁ δὲ κόραξ, ἀκούσας ταῦτα, καὶ χαυνωθεὶς τοῖς ἐπαίνοις, ῥίψας τὸ κρέας, μεγάλως ἐεκεκράγει· ἡ δ' ἀλώπηξ, δραμοῦσα καὶ λαβοῦσα τὸ κρέας, ἔφη πρὸς αὐτόν· Ἔχεις, κόραξ, ἅπαντα, νοῦς δέ τοι λείπει.

Κόραξ, κρέας ἁπρασας, 
ἐπί τινος δένδρου ἐκάθισεν· 
ἀλώπηξ δὲ τοῦτον ἰδοῦσα, 
καὶ βουληθεῖσα 
περιγενέσθαι τοῦ κρέατος, 
στᾶσα κάτωθεν 
ἐπῄνει αὐτόν, 
ὡς εὐμεγεθὲς καὶ καλὸν ὄρνεον 
καὶ θηρευτικὸν καὶ εὔμορφον· 
καὶ λέγουσα, 
Ὅτι ἥρμοζέ σοι 
βασιλέα εἶναι ὀρνέων, 
εἰ καὶ φωνητiκὸς ὑπῆρχες· 
ἀλλ' ὦ τοῖον ὄρνεον, 
καὶ ἄλαλον ὑπάρχεις· 
Ὁ δὲ κόραξ, 
ἀκούσας ταῦτα, 
καὶ χαυνωθεὶς τοῖς ἐπαίνοις, 
ῥίψας τὸ κρέας, 
μεγάλως ἐεκεκράγει· 
ἡ δ' ἀλώπηξ, 
δραμοῦσα 
καὶ λαβοῦσα τὸ κρέας, 
ἔφη πρὸς αὐτόν· 
Ἔχεις, κόραξ, ἅπαντα, 
νοῦς δέ τοι λείπει.

Κόραξ  ...  A crow 
κρέας ἁπρασας  ...  snatched some meat
ἐκάθισεν  ...  and settled down 
ἐπί τινος δένδρου  ...  on a tree. 
ἀλώπηξ δὲ  ...  A fox 
τοῦτον ἰδοῦσα  ...  saw the crow, 
καὶ βουληθεῖσα  ...  and wanted 
περιγενέσθαι τοῦ κρέατος  ...  obtain that meat, 
στᾶσα κάτωθεν  ...  so she stood below the crow 
ἐπῄνει αὐτόν  ...  and praised the crow
ὡς εὐμεγεθὲς καὶ καλὸν ὄρνεον  ...  as a great, beautiful bird 
καὶ θηρευτικὸν καὶ εὔμορφον  ...  and a hunter, and handsome,
καὶ λέγουσα ὅτι  ...  and she said that
ἥρμοζέ σοι  ...  "It suited you
βασιλέα εἶναι ὀρνέων  ...  to be king of the birds, 
εἰ καὶ φωνητiκὸς ὑπῆρχες  ...  if you were also able to speak.
ἀλλ' ὦ τοῖον ὄρνεον  ...  but oh, such a fine bird you are,
καὶ ἄλαλον ὑπάρχεις  ...  but you are unable to speak."
Ὁ δὲ κόραξ  ...  And the crow,
ἀκούσας ταῦτα  ...  when he heard these things 
καὶ χαυνωθεὶς  ...  and opened his mouth
τοῖς ἐπαίνοις  ...  at these flatteries,
ῥίψας τὸ κρέας  ...  he dropped the meat
μεγάλως ἐεκεκράγει  ...  squawking loudly.
ἡ δ' ἀλώπηξ  ...  And the fox
δραμοῦσα  ...  ran up
καὶ λαβοῦσα τὸ κρέας  ...  and grabbed the meat,
ἔφη πρὸς αὐτόν  ...  and she said to the crow
Ἔχεις, κόραξ, ἅπαντα  ...  Crow, you have everything
νοῦς δέ τοι λείπει  ...  but your mind has forsaken you."

In another Greek prose version (recorded by Chambry), this is what the fox says to the crow in the end: it's about φρένες instead of νοῦς.

Ὦ κόραξ  ...  O crow,
καὶ φρένας εἰ εἶχες  ...  if you had wits, 
οὐδὲν ἂν ἐδέησας  ...  you'd have everything you need
εἰς τὸ πάντων σε βασιλεῦσαι  ...  to rule over everybody.



And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Monday, June 16, 2025

Greek Reading: 72

The fables below come from Bryce's First Greek Reader, while the joke comes from Abbott's Easy Greek Reader, both of which are available at the Internet Archive. (This is the last of the jokes from Abbott; I hope I can find another reader that has more of these jokes!)

You'll find the fables and joke below, first in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.


Ἀλώπηξ εἰς οἰκίαν ἐλθοῦσα ὑποκριτοῦ καὶ ἕκαστα τῶν αὐτοῦ σκευῶν διερευνωμένη, εὗρε καὶ κεφαλὴν μορμολυκείου εὐφυῶς κατεσκευασμένην, ἣν καὶ ἀναλαβοῦσα ταῖς χερσὶν ἔφη· Ὢ οἵα κεφαλή, καὶ ἔγκεφαλον οὐκ ἔχει.

Ἀλώπηξ εἰς οἰκίαν ἐλθοῦσα ὑποκριτοῦ 
καὶ ἕκαστα τῶν αὐτοῦ σκευῶν διερευνωμένη, 
εὗρε καὶ κεφαλὴν μορμολυκείου 
εὐφυῶς κατεσκευασμένην, 
ἣν καὶ ἀναλαβοῦσα ταῖς χερσὶν ἔφη· 
Ὢ οἵα κεφαλή, 
καὶ ἔγκεφαλον οὐκ ἔχει.

Ἀλώπηξ ἐλθοῦσα  ...  A fox went into
εἰς οἰκίαν ὑποκριτοῦ  ...  the house of an actor 
καὶ διερευνωμένη  ...  and examined
ἕκαστα τῶν αὐτοῦ σκευῶν  ...  all of his goods; 
εὗρε καὶ  ...  the fox also found
κεφαλὴν μορμολυκείου  ...  a comic mask, 
εὐφυῶς κατεσκευασμένην  ...  beautifully crafted,
ἣν καὶ ἀναλαβοῦσα  ...  which she picked up 
ταῖς χερσὶν  ...  in her paws 
ἔφη  ...  and said, 
Ὢ οἵα κεφαλή  ...  Oh, such a head! 
καὶ ἔγκεφαλον οὐκ ἔχει  ...  Yet it has no brains.



Λύκου λαιμῷ ὀστέον ἐπεπήγει· ὁ δὲ γεράνῳ μισθὸν παρέξειν εἶπεν, εἰ τὴν κεφαλὴν αὑτῆς ἐπιβαλοῦσα τὸ ὀστοῦν ἐκ τοῦ λαιμοῦ αὐτοῦ ἐκβάλοι· ἡ δ’ τοῦτ' ἐκβαλοῦσα, δολιχόδειρος οὖσα, τὸν μισθὸν ἐπεζήτει ὅστις γελάσας, καὶ τοὺς ὀδόντας θήξας, Ἀρκεῖ σοι μισθός, ἔφη, τοῦτο καὶ μόνον ὅτι ἐκ λύκου στόματος καὶ ὀδόντων ἐξεῖλες κάρα σῶον μηδὲν παθοῦσα.

Λύκου λαιμῷ 
ὀστέον ἐπεπήγει· 
ὁ δὲ 
γεράνῳ μισθὸν παρέξειν εἶπεν, 
εἰ τὴν κεφαλὴν αὑτῆς ἐπιβαλοῦσα 
τὸ ὀστοῦν ἐκ τοῦ λαιμοῦ αὐτοῦ ἐκβάλοι· 
ἡ δ’ τοῦτ' ἐκβαλοῦσα, 
δολιχόδειρος οὖσα, 
τὸν μισθὸν ἐπεζήτει 
ὅστις γελάσας, 
καὶ τοὺς ὀδόντας θήξας, 
Ἀρκεῖ σοι μισθός, ἔφη, 
τοῦτο καὶ μόνον 
ὅτι ἐκ λύκου στόματος καὶ ὀδόντων 
ἐξεῖλες κάρα σῶον 
μηδὲν παθοῦσα.

ὀστέον ἐπεπήγει  ...  A bone had gotten stuck
λύκου λαιμῷ  ...  in the throat of a wolf,
ὁ δὲ γεράνῳ εἶπεν  ...  and he told a crane
μισθὸν παρέξειν  ...  that he would pay a reward, 
εἰ ἐπιβαλοῦσα  ...  if she would insert
τὴν κεφαλὴν αὑτῆς  ...  her head 
τὸ ὀστοῦν ἐκβάλοι  ...  and dislodge the bone
ἐκ τοῦ λαιμοῦ αὐτοῦ  ...  from his throat.
ἡ δ’ τοῦτ' ἐκβαλοῦσα  ...  She dislodged it,
δολιχόδειρος οὖσα  ...  being long-necked,
τὸν μισθὸν ἐπεζήτει  ...  and requested her reward
ὅστις γελάσας  ...  but the wolf laughed,
καὶ τοὺς ὀδόντας θήξας  ...  grinding his teeth,
ἔφη  ... and said,
μισθός τοῦτο  ... This reward
καὶ μόνον   ...  and this alone
ἀρκεῖ σοι  ....  is enough for you:
ὅτι ἐκ λύκου στόματος  ...  that from the wolf's mouth 
καὶ ὀδόντων  ...  and teeth
ἐξεῖλες κάρα  ...  you pulled out your head 
σῶον  ...  safe and sound, 
μηδὲν παθοῦσα  ...  not having suffered harm.
Ὀκνηρῷ υἱῷ ἐκέλευσεν ὃ πατὴρ εἰς τὸν γείτονα ἀπελθεῖν καὶ χρήσασθαι ἀξίνην. ὁ δὲ ἔφη, οὐ δίδωσι. τοῦ δὲ πατρὸς ἐπιμένοντος, ἀπεκρίνατο, ἐγώ εἰμι ὁ γείτων, καὶ ἀξίνην οὐκ ἔχω.

Ὀκνηρῷ υἱῷ 
ἐκέλευσεν ὃ πατὴρ 
εἰς τὸν γείτονα ἀπελθεῖν 
καὶ χρήσασθαι ἀξίνην. 
ὁ δὲ ἔφη, 
οὐ δίδωσι. 
τοῦ δὲ πατρὸς ἐπιμένοντος, 
ἀπεκρίνατο, 
ἐγώ εἰμι ὁ γείτων, 
καὶ ἀξίνην οὐκ ἔχω.

ἐκέλευσεν ὃ πατὴρ  ...  A father ordered 
ὀκνηρῷ υἱῷ  ...  his lazy son
εἰς τὸν γείτονα ἀπελθεῖν  ...  to go to the neighbor 
καὶ χρήσασθαι ἀξίνην  ...  and borrow an axe.
ὁ δὲ ἔφη  ...  The son said,
οὐ δίδωσι  ...  "No axe to give."
τοῦ δὲ πατρὸς ἐπιμένοντος  ...  The father persisted, 
ἀπεκρίνατο  ...  and the son replied,
ἐγώ εἰμι ὁ γείτων  ...  I am your neighbor,
καὶ ἀξίνην οὐκ ἔχω  ...  And I've got not axe.

And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Thursday, June 12, 2025

Greek Reading: 71

The fables below come from Bryce's First Greek Reader, while the joke comes from Abbott's Easy Greek Reader, both of which are available at the Internet Archive. 

You'll find the fables and joke below, first in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.


Χειμῶνος ὥραι, τῶν σίτων βραχέντων, οἱ μύρμηκες ἔψυχον, τέττιξ δὲ λιμώττων ἤιτει αὐτοὺς τροφήν. Οἱ δὲ μύρμηκες εἶπον αὐτῷ· Διὰ τί τὸ θέρος οὐ συνῆγες τροφήν; Ὁ δὲ εἶπεν· Οὐκ ἐσχόλαζον, ἀλλ᾿ ᾖδον μουσικῶς. Οἱ δὲ γελάσαντες εἶπον· Ἀλλ᾿ εἰ θέρους ὥραις ηὔλεις, χειμῶνος ὀρχοῦ.

Χειμῶνος ὥραι, 
τῶν σίτων βραχέντων, 
οἱ μύρμηκες ἔψυχον, 
τέττιξ δὲ λιμώττων 
ἤιτει αὐτοὺς τροφήν. 
Οἱ δὲ μύρμηκες εἶπον αὐτῷ· 
Διὰ τί τὸ θέρος 
οὐ συνῆγες τροφήν; 
Ὁ δὲ εἶπεν· 
Οὐκ ἐσχόλαζον, 
ἀλλ᾿ ᾖδον μουσικῶς. 
Οἱ δὲ γελάσαντες εἶπον· 
Ἀλλ᾿ εἰ θέρους ὥραις ηὔλεις, 
χειμῶνος ὀρχοῦ.

Χειμῶνος ὥραι  ...  During winter time,
τῶν σίτων βραχέντων  ...  when food ran short, 
οἱ μύρμηκες ἔψυχον  ...  the ants were drying (their food). 
τέττιξ δὲ λιμώττων  ...  The grasshopper was starving
ἤιτει αὐτοὺς τροφήν  ...  and asked them for food. 
Οἱ δὲ μύρμηκες εἶπον αὐτῷ  ...  The ants asked him, 
Διὰ τί τὸ θέρος  ...  Why, during the summer, 
οὐ συνῆγες τροφήν  ...  did you not gather food? 
Ὁ δὲ εἶπεν  ...  The grasshopper said, 
Οὐκ ἐσχόλαζον  ...  I was not lazy! 
ἀλλ᾿ ᾖδον μουσικῶς  ...  I made my music.
Οἱ δὲ γελάσαντες εἶπον  ...  The ants laughed and said,
Ἀλλ᾿ εἰ ηὔλεις  ...  If you serenaded 
θέρους ὥραις  ...  during the summertime,
χειμῶνος ὀρχοῦ  ...  now dance for the winter!




Ἔχων τις κύνα Μελιταῖον καὶ ὄνον, διετέλει τῷ κυνὶ προσπαίζων· καὶ εἴ ποτε ἔξω δεῖπνον εἶχεν, εκόμιζέ τι αὐτῷ, καὶ προσιόντι παρέβαλεν· ὁ δὲ ὄνος ζηλώσας προσέδραμεν αὐτός, καὶ σκιρτῶν ἐλάκτισε τὸν δεσπότην. Καὶ οὗτος ἀγανακτήσας ἐκέλευσε παίοντα αὐτὸν ἀπαγαγεῖν πρὸς τὸν μυλῶνα, καὶ τοῦτον δῆσαι.

Ἔχων τις κύνα Μελιταῖον  ...  A man had a Maltese dog 
καὶ ὄνον  ...  and a donkey.
διετέλει προσπαίζων  ...  He constantly played
τῷ κυνὶ  ... with the dog,
καὶ εἴ ποτε  ...  and whenever
ἔξω δεῖπνον εἶχεν  ...  he had dinner out, 
εκόμιζέ τι αὐτῷ  ...  he brought the dog something, 
καὶ παρέβαλεν  ...  and tossed it to him
προσιόντι  ...  when he came up to him.
ὁ δὲ ὄνος ζηλώσας  ...  The donkey was jealous 
προσέδραμεν αὐτός  ...  so he also ran up, 
καὶ σκιρτῶν  ...  and leaped 
ἐλάκτισε τὸν δεσπότην  ...  putting his feet on him. 
Καὶ οὗτος ἀγανακτήσας  ...  The man was angry 
ἐκέλευσε  ...  and ordered  
παίοντα αὐτὸν  ... that the donkey be beaten
ἀπαγαγεῖν  ...  and led away 
πρὸς τὸν μυλῶνα  ...  to the mill-house 
καὶ τοῦτον δῆσαι  ...  and to tie him up there.




Σιδώνιος σχολαστικὸς ἀπὸ πολλῶν μιλίων χωρίον ἔχων καὶ θέλων αὐτὸ ἐγγύτερον ποιῆσαι, ἑπτὰ κίονας μιλίων κατέστρεψεν.

Σιδώνιος σχολαστικὸς 
ἀπὸ πολλῶν μιλίων χωρίον ἔχων 
καὶ θέλων αὐτὸ ἐγγύτερον ποιῆσαι, 
ἑπτὰ κίονας μιλίων κατέστρεψεν.

Σιδώνιος σχολαστικὸς  ...  A Sidonian dunce
χωρίον ἔχων  ...  owned a piece of land 
ἀπὸ πολλῶν μιλίων  ...  many miles away, 
καὶ θέλων  ...  and he wanted 
αὐτὸ ἐγγύτερον ποιῆσαι  ...  to make it closer, 
κατέστρεψεν  ...  so he knocked down
ἑπτὰ κίονας μιλίων  ...  seven mile-markers.

And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Tuesday, June 10, 2025

Greek Reading: 70

The fables below come from Bryce's First Greek Reader, while the joke comes from Abbott's Easy Greek Reader, both of which are available at the Internet Archive. 

You'll find the fables and joke below, first in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.



Ἵππος κατεῖχε λειμῶνα μόνος, ἐλθόντος δ᾽ ἐλάφου καὶ διαφθείροντος τὴν νομὴν βουλόμενος τιμωρήσασθαι τὸν ἔλαφον ἠρώτα τιν' ἄνθρωπον εἰ δύναιτο μετ᾽ αὐτοῦ κολάσαι τὸν ἔλαφον, ὁ δ᾽ ἔφησεν, ἐὰν λάβῃ χαλινὸν καὶ αὐτὸς ἀναβῇ ἐπ᾽ αὐτὸν ἔχων ἀκόντια: συνομολογήσαντος δὲ καὶ ἀναβάντος ἀντὶ τοῦ τιμωρήσασθαι αὐτὸς ἐδούλευσεν ἤδη τῷ ἀνθρώπῳ. 

Ἵππος κατεῖχε λειμῶνα μόνος, 
ἐλθόντος δ᾽ ἐλάφου 
καὶ διαφθείροντος τὴν νομὴν 
βουλόμενος τιμωρήσασθαι τὸν ἔλαφον 
ἠρώτα τιν' ἄνθρωπον 
εἰ δύναιτο μετ᾽ αὐτοῦ κολάσαι τὸν ἔλαφον, 
ὁ δ᾽ ἔφησεν, 
ἐὰν λάβῃ χαλινὸν 
καὶ αὐτὸς ἀναβῇ ἐπ᾽ αὐτὸν 
ἔχων ἀκόντια: 
συνομολογήσαντος δὲ 
καὶ ἀναβάντος ἀντὶ τοῦ τιμωρήσασθαι 
αὐτὸς ἐδούλευσεν ἤδη τῷ ἀνθρώπῳ. 

Ἵππος κατεῖχε  ...  A horse was master
λειμῶνα μόνος  ...  of a meadow all to himself
ἐλθόντος δ᾽ ἐλάφου  ...  but when a deer came 
καὶ διαφθείροντος τὴν νομὴν  ...  and wrecked the pasture 
βουλόμενος  ...  the horse wanted 
τιμωρήσασθαι τὸν ἔλαφον  ...  to get revenge on the deer 
ἠρώτα τιν' ἄνθρωπον  ...  and he asked a human being 
εἰ μετ᾽ αὐτοῦ δύναιτο  ...  if with him he could
κολάσαι τὸν ἔλαφον  ...  punish the deer,
ὁ δ᾽ ἔφησεν  ...  the man said 
ἐὰν λάβῃ χαλινὸν  ...  if the horse would accept a bridle 
καὶ αὐτὸς ἀναβῇ ἐπ᾽ αὐτὸν  ...  and let the man mount him 
ἔχων ἀκόντια  ...  while wielding his javelin: 
συνομολογήσαντος δὲ  ...  and when the horse agreed
καὶ ἀναβάντος  ...  and the man mounted him
ἀντὶ τοῦ τιμωρήσασθαι  ...  instead of getting revenge 
αὐτὸς ἐδούλευσεν ἤδη  ...  the horse was then a slave 
τῷ ἀνθρώπῳ  ...  to the man. 




Γεωργοῦ παῖς ὤπτα κοχλίας· ἀκούσας δὲ αὐτῶν τρυζόντων, ἔφη, Ὦ κάκιστα ζῶα, τῶν οἰκιῶν ὑμῶν ἐμπιπραμένων, αὐτοὶ ᾄδετε;

Γεωργοῦ παῖς 
ὤπτα κοχλίας· 
ἀκούσας δὲ αὐτῶν 
τρυζόντων, 
ἔφη, 
Ὦ κάκιστα ζῶα, 
τῶν οἰκιῶν ὑμῶν ἐμπιπραμένων, 
αὐτοὶ ᾄδετε;

Γεωργοῦ παῖς  ...  A farmer's child
ὤπτα κοχλίας  ...  was roasting snails,
ἀκούσας δὲ αὐτῶν  ...  and when he heard them 
τρυζόντων  ...  sizzling, 
ἔφη  ...  he said, 
Ὦ κάκιστα ζῶα  ...  O wretched creatures, 
τῶν οἰκιῶν ὑμῶν ἐμπιπραμένων  ...  your homes are on fire,  
αὐτοὶ ᾄδετε  ...  and you're singing?




Δυσκόλῳ ἰατρῷ προσελθών τις εἶπε· σοφιστὰ, ἀνακεῖσθαι οὐ δύναμαι, οὐδὲ ἑστάναι, ἀλλ' οὐδὲ καθῆσθαι. καὶ ὁ ἰατρὸς εἶπεν, οὐδὲν σοι λείπει ἢ κρεμασθῆναι.

Δυσκόλῳ ἰατρῷ 
προσελθών τις εἶπε· 
σοφιστὰ, 
ἀνακεῖσθαι οὐ δύναμαι, 
οὐδὲ ἑστάναι, 
ἀλλ' οὐδὲ καθῆσθαι. 
καὶ ὁ ἰατρὸς εἶπεν, 
οὐδὲν σοι λείπει 
ἢ κρεμασθῆναι.

προσελθών τις  ...  Someone went
δυσκόλῳ ἰατρῷ  ...  to a grumpy physician
εἶπε  ...  and said,
σοφιστὰ  ...  Doctor, 
ἀνακεῖσθαι οὐ δύναμαι  ...  I can't lie down, 
οὐδὲ ἑστάναι  ...  and I can't stand,
ἀλλ' οὐδὲ καθῆσθαι  ...  and I can't sit either.
καὶ ὁ ἰατρὸς εἶπεν  ...  And the physician said, 
οὐδὲν σοι λείπει  ...  Nothing left to do then
ἢ κρεμασθῆναι  ...  except hang yourself.


And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Monday, June 9, 2025

Greek Reading: 69

The fables below come from Bryce's First Greek Reader, while the joke comes from Abbott's Easy Greek Reader, both of which are available at the Internet Archive. 

You'll find the fables and joke below, first in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.


Ὄρνις ὄφεως ὠὰ εὑροῦσα ἐπιμελῶς ἐκθερμάνασα ἐξεκόλαψε. Χελιδὼν δὲ θεασαμένη αὐτὴν ἔφη· ὦ ματαία, τί ταῦτα τρέφεις, ἅπερ αὐξηθέντα ἀπὸ σοῦ πρώτης τοῦ ἀδικεῖν ἄρξεται;

Ὄρνις 
ὄφεως ὠὰ εὑροῦσα 
ἐπιμελῶς ἐκθερμάνασα 
ἐξεκόλαψε. 
Χελιδὼν δὲ 
θεασαμένη αὐτὴν ἔφη· 
ὦ ματαία, 
τί ταῦτα τρέφεις, 
ἅπερ αὐξηθέντα 
ἀπὸ σοῦ πρώτης 
τοῦ ἀδικεῖν ἄρξεται;

Ὄρνις  ...  A chicken
ὄφεως ὠὰ εὑροῦσα  ...  found some snake eggs
ἐπιμελῶς ἐκθερμάνασα  ...  and decided to warm them 
ἐξεκόλαψε  ...  and hatch them. 
Χελιδὼν δὲ  ...  A swallow 
θεασαμένη αὐτὴν ἔφη  ...  saw her and said, 
ὦ ματαία  ...  You fool! 
τί ταῦτα τρέφεις  ...  Why are you nourishing creatures  
ἅπερ αὐξηθέντα  ...  who as soon as they are grown
τοῦ ἀδικεῖν ἄρξεται  ...  will start doing harm
ἀπὸ σοῦ πρώτης  ...  beginning with you!




Γέρων ποτὲ ξύλα τεμὼν ἐξ ὄρους κἀπὶ τῶν ὤμων ἀράμενος, ἐπειδὴ πολλὴν ὁδὸν ἐπηχθισμένος ἐβάδισεν, ἀπειρηκὼς ἀπέθετό τε τὰ ξύλα, καὶ τὸν θάνατον ἐλθεῖν ἐπεκαλεῖτο. Τοῦ δὲ θανάτου εὐθὺς ἐπιστάντος, καὶ τὴν αἰτίαν πυνθανομένου, δ᾿ ἣν αὐτὸν καλοίη, ὁ γέρων ἔφη· ἵνα τὸν φόρτον τοῦτον ἄρας ἐπιθῇς μοι.

Γέρων ποτὲ 
ξύλα τεμὼν ἐξ ὄρους 
κἀπὶ τῶν ὤμων ἀράμενος, 
ἐπειδὴ πολλὴν ὁδὸν 
ἐπηχθισμένος ἐβάδισεν, 
ἀπειρηκὼς ἀπέθετό τε τὰ ξύλα, 
καὶ τὸν θάνατον ἐλθεῖν ἐπεκαλεῖτο. 
Τοῦ δὲ θανάτου εὐθὺς ἐπιστάντος, 
καὶ τὴν αἰτίαν πυνθανομένου, 
δ᾿ ἣν αὐτὸν καλοίη, 
ὁ γέρων ἔφη· 
ἵνα τὸν φόρτον τοῦτον ἄρας 
ἐπιθῇς μοι.

Γέρων ποτὲ  ...  There was once an old man
ξύλα τεμὼν  ...  who had cut wood  
ἐξ ὄρους  ...  from up on the mountain
καὶ ἀράμενος  ...  and was carrying the wood 
ἐπὶ τῶν ὤμων  ... upon his shoulders
ἐπειδὴ ἐβάδισεν  ...  and when he'd walked
πολλὴν ὁδὸν  ...  a long way
ἐπηχθισμένος  ...  burdened with the wood,
ἀπειρηκὼς  ...  he gave up,  
ἀπέθετό τε τὰ ξύλα  ...  and put the wood down, 
καὶ ἐπεκαλεῖτο  ...  and called out, 
τὸν θάνατον ἐλθεῖν  ...  for Death to come. 
εὐθὺς  ...  All of a sudden
τοῦ δὲ θανάτου ἐπιστάντος  ...  Death stood there 
καὶ πυνθανομένου  ...  and asked
τὴν αἰτίαν  ...  the reason why
δ᾿ ἣν αὐτὸν καλοίη  ...  he had summoned him. 
ὁ γέρων ἔφη  ...  The old man said, 
ἵνα τὸν φόρτον τοῦτον ἄρας ...  To lift up this burden 
ἐπιθῇς μοι  ...  and put it back on my shoulders.




Ἀβδηρίτου στρουθίον ἀπέθανε. μετὰ οὖν χρόνον ἰδὼν στρουθοκάμηλον, εἶπεν, εἰ ἔζη τὸ στρουθίον μου, ἤδη ἂν τηλικοῦτον ὑπῆρχεν.

Ἀβδηρίτου στρουθίον 
ἀπέθανε. 
μετὰ οὖν χρόνον 
ἰδὼν στρουθοκάμηλον, 
εἶπεν, 
εἰ ἔζη τὸ στρουθίον μου, 
ἤδη ἂν τηλικοῦτον ὑπῆρχεν.

Ἀβδηρίτου στρουθίον  ...  A dunce's pet sparrow
ἀπέθανε  ...  died.
μετὰ οὖν χρόνον  ...  After a while 
ἰδὼν στρουθοκάμηλον  ...  he saw an ostrich, 
εἶπεν  ...  and said:
εἰ ἔζη τὸ στρουθίον μου  ...  If my sparrow had lived, 
ἤδη ἂν τηλικοῦτον ὑπῆρχεν  ...  he would be that size now!

(The word for ostrich in Greek is στρουθοκάμηλος, sparrow-camel.)


And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Tuesday, February 13, 2024

The Cup of Diogenes

First Greek Reader, by A. H. Bryce. Internet Archive link. This is reading 14 in the Anecdotes section. There are brief notes for each story and also a vocabulary in the back of the book. This book contains Witticism of Hierocles, Anecdotes, Fables of Aesop, and Dialogues of Lucian.

Θεασάμενός ποτε παιδίον ταῖς χερσὶ πῖνον, Διογένης ἐξέρριψε τῆς πήρας τὴν κοτύλην, εἰπων, "Παιδίον με νενίκηκεν εὐτελείᾳ." Ἐξέβαλε δὲ καὶ τὸ τρυβίον, ὁμοίως παιδίον θεασάμενος, ἐπειδὴ κατέαξε τὸ σκεῦος, τῷ κοίλῳ ἄρτῳ τὴν φακῆν ὑποδεχόμενον.

Θεασάμενός ποτε
παιδίον
πῖνον
ταῖς χερσὶ,
Διογένης
ἐξέρριψε
τῆς πήρας
τὴν κοτύλην,
εἰπων,
"Παιδίον
νενίκηκεν με
εὐτελείᾳ."

Ἐξέβαλε δὲ
καὶ τὸ τρυβίον,
ὁμοίως θεασάμενος
παιδίον,
ἐπειδὴ κατέαξε τὸ σκεῦος,
ὑποδεχόμενον
τὴν φακῆν
τῷ κοίλῳ ἄρτῳ.


Having once observed
a child
Θεασάμενός ποτε
παιδίον 
drinking from his hands,
ταῖς χερσὶ
πῖνον, 
Diogenes discarded
Διογένης ἐξέρριψε 
the cup from his sack
τῆς πήρας
τὴν κοτύλην, 
saying
εἰπων
"The child
has beaten me in thrift."
"Παιδίον
με νενίκηκεν
εὐτελείᾳ." 
He also threw away
his bowl,
Ἐξέβαλε δὲ 
καὶ τὸ τρυβίον, 
likewise having observed
the child
ὁμοίως
παιδίον θεασάμενος, 
after he had broken
his container
ἐπειδὴ
κατέαξε τὸ σκεῦος, 
taking his lentil-stew
in a hollowed-out
piece of bread
τῷ κοίλῳ ἄρτῳ
τὴν φακῆν
ὑποδεχόμενον.