Tuesday, April 29, 2025

Greek Reading: Fables 53

Both the fable and the joke below come from Abbott's Easy Greek Reader which is available at the Internet Archive. 

So, here are the stories in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.


Γαλῆ ἐρασθεῖσα νεανίσκου εὐπρεποῦς ηὔξατο τῇ ᾿Αφροδίτῃ, ὅπως αὐτὴν μεταμορφώσῃ εἰς γυναῖκα. Καὶ ἡ θεὸς ἐλεήσασα αὐτῆς τὸ πάθος μετετύπωσεν αὐτὴν εἰς κόρην εὐειδῆ· καὶ οὕτως ὁ νεανίσκος θεασάμενος αὐτὴν καὶ ἐρασθεὶς οἴκαδε ὡς ἑαυτὸν ἀπήγαγε. Καθημένων δ’ αὐτῶν ἐν τῷ θαλάμῳ, ἡ Ἀφροδίτη γνῶναι βουλομένη, εἰ μεταβαλοῦσα τὸ σῶμα ἡ γαλῆ καὶ τὸν τρόπον κατήλλαξε, μῦν εἰς τὸ μέσον καθῆκεν. ἡ δὲ ἐπιλαθομένη τῶν παρόντων ἐξαναστᾶσα ἀπὸ τῆς κοίτης τὸν μῦν ἐδίωκε καταφαγεῖν θέλουσα. Καὶ ἡ θεὸς ἀγανακτήσασα κατ’ αὐτῆς πάλιν αὐτὴν εἰς τὴν ἀρχαίαν φύσιν ἀποκατέστησεν.

Γαλῆ 
ἐρασθεῖσα νεανίσκου εὐπρεποῦς 
ηὔξατο τῇ ᾿Αφροδίτῃ 
ὅπως αὐτὴν μεταμορφώσῃ 
εἰς γυναῖκα. 
Καὶ ἡ θεὸς 
ἐλεήσασα αὐτῆς τὸ πάθος 
μετετύπωσεν αὐτὴν 
εἰς κόρην εὐειδῆ· 
καὶ οὕτως ὁ νεανίσκος 
θεασάμενος αὐτὴν 
καὶ ἐρασθεὶς 
οἴκαδε ὡς ἑαυτὸν ἀπήγαγε. 
Καθημένων δ’ αὐτῶν 
ἐν τῷ θαλάμῳ, 
ἡ Ἀφροδίτη γνῶναι βουλομένη, 
εἰ μεταβαλοῦσα τὸ σῶμα 
ἡ γαλῆ καὶ τὸν τρόπον κατήλλαξε, 
μῦν εἰς τὸ μέσον καθῆκεν. 
Ἡ δὲ ἐπιλαθομένη τῶν παρόντων 
ἐξαναστᾶσα ἀπὸ τῆς κοίτης 
τὸν μῦν ἐδίωκε 
καταφαγεῖν θέλουσα. 
Καὶ ἡ θεὸς 
ἀγανακτήσασα κατ’ αὐτῆς 
πάλιν αὐτὴν 
εἰς τὴν ἀρχαίαν φύσιν ἀποκατέστησεν.

Γαλῆ ἐρασθεῖσα  ...  A weasel fell in love
νεανίσκου εὐπρεποῦς  ...  with a handsome young man, 
ηὔξατο τῇ ᾿Αφροδίτῃ  ...  and prayed to Aphrodite 
ὅπως αὐτὴν μεταμορφώσῃ  ...  to change her
εἰς γυναῖκα  ...  into a woman. 
Καὶ ἡ θεὸς  ...  And the goddess 
ἐλεήσασα αὐτῆς τὸ πάθος  ...  felt sorry for her situation 
μετετύπωσεν αὐτὴν  ...  and transformed her 
εἰς κόρην εὐειδῆ  ...  into a lovely maiden, 
καὶ οὕτως ὁ νεανίσκος  ...  And when the young man 
θεασάμενος αὐτὴν  ...  saw her 
καὶ ἐρασθεὶς  ...  he too fell in love 
οἴκαδε ὡς ἑαυτὸν ἀπήγαγε  ...  and brought her home. 
Καθημένων δ’ αὐτῶν  ...  When they were seated
ἐν τῷ θαλάμῳ  ...  in the bedroom, 
ἡ Ἀφροδίτη γνῶναι βουλομένη  ...  Aphrodite wanted to know 
εἰ μεταβαλοῦσα τὸ σῶμα  ...  if by changing her body 
ἡ γαλῆ  ...  the weasel
καὶ τὸν τρόπον κατήλλαξε  ...  also changed her habits, 
μῦν εἰς τὸ μέσον καθῆκεν  ...  she set a mouse between them. 
Ἡ δὲ ἐπιλαθομένη  ...  Forgetting  
τῶν παρόντων  ...  her surroundings
ἐξαναστᾶσα ἀπὸ τῆς κοίτης  ...  she got up from the marriage-bed 
τὸν μῦν ἐδίωκε  ...  and chased the mouse, 
καταφαγεῖν θέλουσα  ...  wanting to eat it. 
Καὶ ἡ θεὸς  ...  And the goddess
ἀγανακτήσασα κατ’ αὐτῆς  ...  was vexed with her 
πάλιν αὐτὴν ἀποκατέστησεν  ...  and changed her back 
εἰς τὴν ἀρχαίαν φύσιν  ...  to her original nature.



Μωρὸς ἀκούσας ὅτι ἐν ᾍδου δίκαια τὰ κριτήρια, πρᾶγμα ἔχων, ἀπήγξατο.

Μωρὸς ἀκούσας ὅτι 
ἐν ᾍδου 
δίκαια τὰ κριτήρια, 
πρᾶγμα ἔχων, 
ἀπήγξατο.

Μωρὸς ἀκούσας ὅτι  ...  A fool heard
ἐν ᾍδου  ...  that in Hades 
δίκαια τὰ κριτήρια  ...  the courts were just, 
πρᾶγμα ἔχων  ...  and since he had a court case, 
ἀπήγξατο  ...  he hanged himself.


And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.



No comments:

Post a Comment