Showing posts with label Author: Colson. Show all posts
Showing posts with label Author: Colson. Show all posts

Friday, August 29, 2025

Greek Reading: 96

Today's stories come from Colson's Stories and Legends: A First Greek Reader which is available at the Internet Archive. These are the last two stories from Colson; I have included a lot of stories from Colson because his book, unlike many of the others, contains original texts, not just copies of Chambry, etc.

You'll find the stories below, first in Greek, then segmented, and then interwoven with English; the title is linked to the Internet Archive page.


στρατιῶταί τινες νικήσαντες τοὺς πολεμίους σαλπιγκτὴν ἔλαβον. ἐπεὶ δὲ ἔμελλον ἀποκτείνειν, εἶπεν, ὦ ἄνδρες, μὴ τοῦτο ποιήσητε. ἐγὼ γὰρ οὐδένα ὑμῶν ἀπἔκτεινα. ὁρᾶτε δὲ ὅτι οὐδὲν ὅπλον ἔχω, πλὴν ταύτης τῆς σάλπιγγος. οἱ δὲ ἄνδρες εἶπον, διὰ δὲ τοῦτο ἔτι μᾶλλον δίκαιος εἶ ἀποθανεῖν, ὅτι σὺ μὲν αὐτὸς οὐ πολεμεῖς, τοὺς δὲ ἄλλους ἐς μαχὴν ἐγείρεις.

στρατιῶταί τινες 
νικήσαντες τοὺς πολεμίους 
σαλπιγκτὴν ἔλαβον. 
ἐπεὶ δὲ ἔμελλον ἀποκτείνειν, 
εἶπεν, 
ὦ ἄνδρες, μὴ τοῦτο ποιήσητε. 
ἐγὼ γὰρ 
οὐδένα ὑμῶν ἀπἔκτεινα. 
ὁρᾶτε δὲ 
ὅτι οὐδὲν ὅπλον ἔχω, 
πλὴν ταύτης τῆς σάλπιγγος.
οἱ δὲ ἄνδρες εἶπον, 
διὰ δὲ τοῦτο 
ἔτι μᾶλλον δίκαιος εἶ ἀποθανεῖν, 
ὅτι σὺ μὲν αὐτὸς 
οὐ πολεμεῖς, 
τοὺς δὲ ἄλλους 
ἐς μαχὴν ἐγείρεις.

στρατιῶταί τινες  ...  Some soldiers
νικήσαντες τοὺς πολεμίους  ...  conquered the enemy 
σαλπιγκτὴν ἔλαβον  ...  and seized their trumpeter. 
ἐπεὶ δὲ ἔμελλον ἀποκτείνειν  ...  When they were about to kill him
εἶπεν  ...  he said, 
ὦ ἄνδρες  ...  O men, 
μὴ τοῦτο ποιήσητε  ...  you should not do this. 
ἐγὼ γὰρ  ...  For I 
οὐδένα ὑμῶν ἀπἔκτεινα  ...  killed not one of you. 
ὁρᾶτε δὲ ὅτι ...  And you see that
οὐδὲν ὅπλον ἔχω  ...  I have no weapons, 
πλὴν ταύτης τῆς σάλπιγγος  ...  only this trumpet.
οἱ δὲ ἄνδρες εἶπον  ...  The men said, 
διὰ δὲ τοῦτο  ...  "That is why 
ἔτι μᾶλλον δίκαιος εἶ  ...  you are all the more deserving 
ἀποθανεῖν  ...  of death, 
ὅτι σὺ μὲν αὐτὸς  ...  because you yourself 
οὐ πολεμεῖς  ...  did not engage in battle, 
ἐγείρεις δὲ τοὺς ἄλλους  ...  but you roused the others 
ἐς μαχὴν  ...  to fight.




λόγος τίς ἐστιν, ὡς ἄνθρωπος φόνον ποιήσας ἐδιώκετο. γενόμενος δὲ κατὰ τὸν Νεῖλον, λέοντα ὁρᾷ. φοβηθεὶς δὲ ἀναβαίνει ἐς δένδρον. ἐν δὲ τῷ δένδρῳ εὑρίσκει δράκοντα. καὶ πάλιν αὖ τοῦτον φοβηθείς, ῥίπτει ἑαυτὸν ἐς τὸν ποταμόν. ἐν δὲ τῷ ποταμῷ ὄντα κροκόδειλος κατεσθίει. τοὺς γὰρ φονέας καὶ ἡ γῆ καὶ ὁ ἀὴρ καὶ τὸ ὕδωρ ἀποστυγοῦσι.

λόγος τίς ἐστιν, 
ὡς ἄνθρωπος 
φόνον ποιήσας 
ἐδιώκετο. 
γενόμενος δὲ 
κατὰ τὸν Νεῖλον, 
λέοντα ὁρᾷ. 
φοβηθεὶς δὲ 
ἀναβαίνει ἐς δένδρον. 
ἐν δὲ τῷ δένδρῳ 
εὑρίσκει δράκοντα. 
καὶ πάλιν αὖ 
τοῦτον φοβηθείς, 
ῥίπτει ἑαυτὸν 
ἐς τὸν ποταμόν. 
ἐν δὲ τῷ ποταμῷ ὄντα 
κροκόδειλος κατεσθίει. 
τοὺς γὰρ φονέας 
καὶ ἡ γῆ καὶ ὁ ἀὴρ καὶ τὸ ὕδωρ 
ἀποστυγοῦσι.

λόγος τίς ἐστιν  ...  There is a story 
ὡς ἄνθρωπος  ...  that a man
φόνον ποιήσας  ...  had committed murder
ἐδιώκετο  ...  and was being pursued.
γενόμενος δὲ  ...  When he reaches 
κατὰ τὸν Νεῖλον  ...  the Nile river, 
λέοντα ὁρᾷ  ...  he sees a lion. 
φοβηθεὶς δὲ  ...  Terrified, 
ἀναβαίνει ἐς δένδρον  ...  he climbs a tree. 
ἐν δὲ τῷ δένδρῳ  ...  In the tree 
εὑρίσκει δράκοντα  ...  he discovers a dragon. 
καὶ πάλιν αὖ  ...  And once again, 
τοῦτον φοβηθείς  ...  terrified at this, 
ῥίπτει ἑαυτὸν  ...  he throws himself 
ἐς τὸν ποταμόν  ...  into the river. 
ἐν δὲ τῷ ποταμῷ ὄντα  ...  When he is in the river, 
κροκόδειλος κατεσθίει  ...  a crocodile eats him. 
καὶ ἡ γῆ καὶ ὁ ἀὴρ καὶ τὸ ὕδωρ  ...  Earth, Air, and Water 
ἀποστυγοῦσι τοὺς φονέας  ...  abhor murderers.  


And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Monday, August 25, 2025

Greek Reading: 95

Today's stories come from Colson's Stories and Legends: A First Greek Reader which is available at the Internet Archive. You'll find the stories below, first in Greek, then segmented, and then interwoven with English; the title is linked to the Internet Archive page.


οἱ λύκοι ἐμάχοντο τοῖς προβάτοις. καὶ πρῶτον μὲν οὐκ ἐδύναντο νικῶν διὰ τοὺς κύνας. ἔπειτα πρέσβεις ἀποστείλαντες κελεύουσι τὰ πρόβατα ἀποπέμπειν τοὺς κύνας, ὡς αἰτίους ὄντας τοῦ πολέμου. εἰ γὰρ οὗτοι μὴ παρεῖεν, ἔλεγον ὅτι εἴη ἂν εἰρήνη. τὰ δὲ πρόβατα πειθόμενα ἀπέπεμψε τοὺς κύνας. τὴν δὲ ποίμνην ἀφύλακτον οὖσαν οἱ λύκοι ῥᾳδίως διέφθειραν.

οἱ λύκοι 
ἐμάχοντο τοῖς προβάτοις. 
καὶ πρῶτον μὲν 
οὐκ ἐδύναντο νικῶν 
διὰ τοὺς κύνας. 
ἔπειτα 
πρέσβεις ἀποστείλαντες 
κελεύουσι τὰ πρόβατα 
ἀποπέμπειν τοὺς κύνας, 
ὡς αἰτίους ὄντας τοῦ πολέμου. 
εἰ γὰρ οὗτοι μὴ παρεῖεν, 
ἔλεγον ὅτι 
εἴη ἂν εἰρήνη. 
τὰ δὲ πρόβατα 
πειθόμενα 
ἀπέπεμψε τοὺς κύνας. 
τὴν δὲ ποίμνην 
ἀφύλακτον οὖσαν 
οἱ λύκοι ῥᾳδίως διέφθειραν.

οἱ λύκοι  ...  The wolves
ἐμάχοντο τοῖς προβάτοις  ...  waged war on the sheep. 
καὶ πρῶτον μὲν  ...  And at first 
οὐκ ἐδύναντο νικῶν  ...  the wolves could not win
διὰ τοὺς κύνας  ...  on account of the dogs.
ἔπειτα  ...  Then the wolves
πρέσβεις ἀποστείλαντες  ...  sent ambassadors 
κελεύουσι τὰ πρόβατα  ...  and ordered the sheep 
ἀποπέμπειν τοὺς κύνας  ...  to send the dogs away, 
ὡς αἰτίους ὄντας  ...  as they were the cause
τοῦ πολέμου  ...  of the war. 
εἰ γὰρ οὗτοι μὴ παρεῖεν  ...  If the dogs were gone, 
ἔλεγον ὅτι  ...  the wolves said that 
εἴη ἂν εἰρήνη  ...  there would be peace. 
τὰ δὲ πρόβατα πειθόμενα  ...  The sheep believed it
ἀπέπεμψε τοὺς κύνας  ...  and send the dogs away. 
οἱ δὲ λύκοι  ...  Then the wolves 
ῥᾳδίως διέφθειραν  ...  easily destroyed
τὴν ποίμνην  ...  the flock 
ἀφύλακτον οὖσαν  ...  now that it was defenseless. 




ΦΙΛΟΣ. τί κλαίεις, ὦ τᾶν;
ΦΙΛΑΡΓΥΡΟΣ. καὶ πῶς οὔ με δεῖ κλαίειν; πολὺν γὰρ ἔχων χρυσὸν κατώρυξα ἐν τῇ κήπῳ. καὶ τοῦτο ποιῶν ἔδοξα ἐμαυτῷ λεληθέναι ἅπαντας. νῦν δέ τις κλέπτης νύκτωρ ἔλθὼν ἀφῄρηκε. 
ΦΙΛΟΣ. Μὴ κλαῖε, ὦ φίλε: ἀλλὰ λίθον λαβὼν ἐν τῷ αὐτῷ τόπῳ κατάθες, καὶ τοῦτον νόμεζε εἶναί σοι τὸν χρυσόν· οὐδὲ γάρ, ὅτε εἶχες τὸν θησαυρόν, ἐχρῶ ποτε αὐτῷ.

ΦΙΛΟΣ. 
τί κλαίεις, ὦ τᾶν;
ΦΙΛΑΡΓΥΡΟΣ. 
καὶ πῶς οὔ με δεῖ κλαίειν; 
πολὺν γὰρ ἔχων χρυσὸν 
κατώρυξα ἐν τῇ κήπῳ. 
καὶ τοῦτο ποιῶν 
ἔδοξα ἐμαυτῷ 
λεληθέναι ἅπαντας. 
νῦν δέ τις κλέπτης 
νύκτωρ ἔλθὼν 
ἀφῄρηκε. 
ΦΙΛΟΣ. 
Μὴ κλαῖε, ὦ φίλε: 
ἀλλὰ λίθον λαβὼν 
ἐν τῷ αὐτῷ τόπῳ κατάθες, 
καὶ τοῦτον νόμεζε 
εἶναί σοι τὸν χρυσόν· 
οὐδὲ γάρ, 
ὅτε εἶχες τὸν θησαυρόν, 
ἐχρῶ ποτε αὐτῷ.

ΦΙΛΟΣ. 
ὦ τᾶν  ...  My good man,
τί κλαίεις  ...  why are you crying?
ΦΙΛΑΡΓΥΡΟΣ. 
καὶ πῶς  ...  And how 
οὔ με δεῖ κλαίειν  ...  could I fail to cry?
πολὺν γὰρ ἔχων χρυσὸν  ...  For I had a lot of gold
κατώρυξα ἐν τῇ κήπῳ  ...  and buried it in the garden.
καὶ τοῦτο ποιῶν  ...  And by doing that
ἔδοξα ἐμαυτῷ  ...  I thought
λεληθέναι ἅπαντας  ...  I had escaped all notice. 
νῦν δέ τις κλέπτης  ...  But now some thief 
νύκτωρ ἔλθὼν  ...  came by night
ἀφῄρηκε  ...  and took it away.
ΦΙΛΟΣ. 
Μὴ κλαῖε, ὦ φίλε  ...  Don't cry, my friend: 
ἀλλὰ λίθον λαβὼν  ...  just get a stone
κατάθες  ...  and put it
ἐν τῷ αὐτῷ τόπῳ  ...  in the same place, 
καὶ τοῦτον νόμεζε  ...  and consider it
εἶναί σοι τὸν χρυσόν  ...  to be your gold.
οὐδὲ γάρ  ...  For you did not, 
ὅτε εἶχες τὸν θησαυρόν  ...  while you had the treasure, 
ἐχρῶ ποτε αὐτῷ  ...  every make use of it.


And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Thursday, August 21, 2025

Greek Reading: 94

Today's stories come from Colson's Stories and Legends: A First Greek Reader which is available at the Internet Archive. You'll find the stories below, first in Greek, then segmented, and then interwoven with English; the title is linked to the Internet Archive page.


ὁ λέων ἐρῶν τινὸς παρθένον τὸν πατέρα δοῦναι ἐκείνην, ὡς γυναῖκα, ἤτησε. ὁ δὲ πατὴρ ἔ-φη, “ἔγωγε μὲν ἕτοιμός εἶμι, ἡ δὲ κόρη τοὺς σοὺς ὄνυχας καὶ ὀδόντας φοβεῖται." καὶ ὁ λέων, ἀκούσας ταῦτα, τούς τε ὄνυχας καὶ ὀδόντας ἐξεἶλε. ὁ δὲ πατήρ, ορῶν ἐκεῖνον ἤδη ἀβλαβῆ ὄντα, ῥᾳδίως τῷ ξύλῳ ἀπέκτεινε.

ὁ λέων 
ἐρῶν τινὸς παρθένον 
τὸν πατέρα 
δοῦναι ἐκείνην, 
ὡς γυναῖκα, 
ἤτησε. 
ὁ δὲ πατὴρ ἔφη, 
ἔγωγε μὲν ἕτοιμός εἶμι, 
ἡ δὲ κόρη 
τοὺς σοὺς ὄνυχας 
καὶ ὀδόντας 
φοβεῖται. 
καὶ ὁ λέων, 
ἀκούσας ταῦτα, 
τούς τε ὄνυχας 
καὶ ὀδόντας 
ἐξεἶλε. 
ὁ δὲ πατήρ, 
ορῶν ἐκεῖνον 
ἤδη ἀβλαβῆ ὄντα, 
ῥᾳδίως τῷ ξύλῳ ἀπέκτεινε.

ὁ λέων  ...  A lion
ἐρῶν  ...  fell in love 
τινὸς παρθένον  ...  with a man's young daughter
ἤτησε τὸν πατέρα  ...  and asked her father
δοῦναι ἐκείνην  ...  to give her to him
ὡς γυναῖκα  ...  as his wife.
ὁ δὲ πατὴρ ἔφη  ...  The father said, 
ἔγωγε μὲν ἕτοιμός εἶμι  ...  I am quite willing, 
ἡ δὲ κόρη φοβεῖται  ...  but the girl fears
τοὺς σοὺς ὄνυχας  ...  your claws 
καὶ ὀδόντας  ...  and your teeth.
καὶ ὁ λέων  ...  and the lion, 
ἀκούσας ταῦτα  ...  when he heard this, 
ἐξεἶλε  ...  extracted
τούς τε ὄνυχας  ... both his claws 
καὶ ὀδόντας  ...  and his teeth.
ὁ δὲ πατήρ  ...  Then the father, 
ορῶν ἐκεῖνον  ...  seeing that he
ἤδη ἀβλαβῆ ὄντα  ...  was now harmless, 
ῥᾳδίως ἀπέκτεινε  ...  easily killed him
τῷ ξύλῳ  ...  with a club.




ἀνὴρ γεωργὸς ἔμελλεν ἀποθνήσκειν. αἰσθόμενος δὲ τοὺς παῖδας ἀμελεῖς ὄντας τῆς γεωργίας, τοιαῦτα ἔφη, ὦ παῖδες, πολύς μοι χρυσὸς ἀπόκειται ἐν τῷ ἀμπελῶνι. τοῦτον εὑρόντες πλούσιοι ἔσεσθε. ἀποθανόντος δὲ ἐκείνου οἱ παῖδες πάντα τὸν ἀμπελῶνα ἔσκaψαν, νομίζοντες ὡς ὁ θησαυρὸς ἐκεῖ που κέκρυπται. καὶ τὸν μὲν θησαυρὸν οὐχ εὗρον· αἱ δὲ ἄμπελοι πολλῷ πλείω καρπὸν ἀνέδωκαν, ὥστε πλούσιοι οἱ ἄνδρες ἐγένοντο.

ἀνὴρ γεωργὸς 
ἔμελλεν ἀποθνήσκειν. 
αἰσθόμενος δὲ 
τοὺς παῖδας 
ἀμελεῖς ὄντας τῆς γεωργίας, 
τοιαῦτα ἔφη, 
ὦ παῖδες, 
πολύς μοι χρυσὸς 
ἀπόκειται ἐν τῷ ἀμπελῶνι. 
τοῦτον εὑρόντες 
πλούσιοι ἔσεσθε. 
ἀποθανόντος δὲ ἐκείνου 
οἱ παῖδες 
πάντα τὸν ἀμπελῶνα 
ἔσκaψαν, 
νομίζοντες 
ὡς ὁ θησαυρὸς 
ἐκεῖ που κέκρυπται. 
καὶ τὸν μὲν θησαυρὸν 
οὐχ εὗρον· 
αἱ δὲ ἄμπελοι 
πολλῷ πλείω καρπὸν 
ἀνέδωκαν, 
ὥστε πλούσιοι 
οἱ ἄνδρες ἐγένοντο.

ἀνὴρ γεωργὸς  ...  A farmer 
ἔμελλεν ἀποθνήσκειν  ...  was about to die. 
αἰσθόμενος δὲ  ...  He realized that
τοὺς παῖδας  ...  his sons
ἀμελεῖς ὄντας  ...  were neglectful 
τῆς γεωργίας  ...  of the farming,
τοιαῦτα ἔφη  ...  so he said this to them:
ὦ παῖδες  ...  O sons, 
πολύς μοι χρυσὸς  ...  My great wealth in gold 
ἀπόκειται ἐν τῷ ἀμπελῶνι  ...  is stashed in the vineyard.
τοῦτον εὑρόντες  ...  When you find it, 
πλούσιοι ἔσεσθε  ...  you will be wealthy.
ἀποθανόντος δὲ ἐκείνου  ...  After he died,
οἱ παῖδες ἔσκaψαν  ...  the sons dug up
πάντα τὸν ἀμπελῶνα  ...  the whole vineyard,
νομίζοντες ὡς ὁ θησαυρὸς  ...  thinking the treasure 
ἐκεῖ που κέκρυπται  ...  was hidden there somewhere.
καὶ τὸν μὲν θησαυρὸν  ...  The treasure 
οὐχ εὗρον  ...  they did not find,
αἱ δὲ ἄμπελοι ἀνέδωκαν  ...  but the vines yielded
πολλῷ πλείω καρπὸν  ...  much more fruit by far,
ὥστε οἱ ἄνδρες  ...  so the men
πλούσιοι ἐγένοντο  ...  became rich.


And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Friday, August 15, 2025

Greek Reading: 93

Today's stories come from Colson's Stories and Legends: A First Greek Reader which is available at the Internet Archive. You'll find the stories below, first in Greek, then segmented, and then interwoven with English; the title is linked to the Internet Archive page.


ΤΕΤ. ὦ μύρμηκες, μεταδίδοτε ἡμῖν τῆς τροφῆς. χειμὼν γάρ ἐστι, καὶ λιμῷ ἡμεῖς μὲν πιεζόμεθα, ὑμεῖς δὲ πολὺν σῖτον ἐοίκατε ἔχειν.
ΜΥΡ. καὶ εἰκότως, ὦ τέττιγες, τοῦ γὰρ θέρους ἐπονοῦμεν καὶ πολὺ συνήγομεν· ὑμεῖς δὲ τί ἐποιεῖτε;
ΤΕΤ. ἀλλ' οὐδὲ ἡμεῖς ἐσχολάζομεν. ἤδομεν γὰρ πάνυ μουσικῶς.
ΜΥΡ. ἀλλ᾽ εἰ τοῦ θέρους ηὐλεῖτε, τοῦ χειμῶνος ὀρχεῖσθε.

ΤΕΤ. ὦ μύρμηκες, 
μεταδίδοτε ἡμῖν τῆς τροφῆς. 
χειμὼν γάρ ἐστι, 
καὶ λιμῷ ἡμεῖς μὲν πιεζόμεθα, 
ὑμεῖς δὲ 
πολὺν σῖτον ἐοίκατε ἔχειν.
ΜΥΡ. καὶ εἰκότως, ὦ τέττιγες, 
τοῦ γὰρ θέρους ἐπονοῦμεν 
καὶ πολὺ συνήγομεν· 
ὑμεῖς δὲ τί ἐποιεῖτε;
ΤΕΤ. ἀλλ' οὐδὲ ἡμεῖς ἐσχολάζομεν. 
ἤδομεν γὰρ πάνυ μουσικῶς.
ΜΥΡ. ἀλλ᾽ εἰ τοῦ θέρους ηὐλεῖτε, 
τοῦ χειμῶνος ὀρχεῖσθε.

ΤΕΤ. ὦ μύρμηκες  ...  O ants, 
μεταδίδοτε ἡμῖν  ...  please share with us
τῆς τροφῆς  ...  some of your food. 
χειμὼν γάρ ἐστι  ...  for it is now winter, 
καὶ ἡμεῖς μὲν πιεζόμεθα  ...  and we are beset
λιμῷ  ...  with hunger, 
ὑμεῖς δὲ  ...  while you 
ἐοίκατε ἔχειν  ...  seem to have
πολὺν σῖτον  ...  a lot of food.
ΜΥΡ. καὶ εἰκότως  ...  And rightly so, 
ὦ τέττιγες  ...  O grasshoppers, 
τοῦ γὰρ θέρους  ...  for during the summer
ἐπονοῦμεν  ...  we labored 
καὶ πολὺ συνήγομεν  ...  and gathered much.
ὑμεῖς δὲ τί ἐποιεῖτε  ...  What were you doing?
ΤΕΤ. ἀλλ' οὐδὲ ἡμεῖς  ...  But we were not 
ἐσχολάζομεν  ...  just relaxing! 
ἤδομεν γὰρ  ...  For we sang 
πάνυ μουσικῶς  ...  quite harmoniously.
ΜΥΡ. ἀλλ᾽ εἰ τοῦ θέρους  ...  Well, if during the summer 
ηὐλεῖτε  ...  you played music, 
τοῦ χειμῶνος  ...  then during the winter 
ὀρχεῖσθε  ...  you must dance.



νεανίας τις ὄνον ἐμισθώσατο. ἐπεὶ δὲ θερμὸς ὁ ἥλιος ἐγένετο, καταβὰς ἀπὸ τοῦ ὄνου, ἐβούλετο ὑπὸ τῇ σκίᾳ αὐτοῦ καθίζειν. ὁ δὲ μισθώσας οὐκ εἴα. ἔλεξε γὰρ, ὅτι τὸν μὲν ὄνον ἐμίσθωσεν, τὴν δὲ σκίαν οὔ. ὁ δὲ νεανίας εἶπεν, ὅτι ὁ μισθούμενος τὸν ὄνον μισθοῦται καὶ τὴν σκίαν. οἱ μὲν οὖν περὶ τούτου ἤριζον. μαχομένων δὲ ἐκείνων ὁ ὄνος αὐτὸς ἀπἔφυγεν.

νεανίας τις 
ὄνον ἐμισθώσατο. 
ἐπεὶ δὲ θερμὸς ὁ ἥλιος ἐγένετο, 
καταβὰς ἀπὸ τοῦ ὄνου, 
ἐβούλετο ὑπὸ τῇ σκίᾳ αὐτοῦ καθίζειν. 
ὁ δὲ μισθώσας οὐκ εἴα. 
ἔλεξε γὰρ ὅτι 
τὸν μὲν ὄνον ἐμίσθωσεν, 
τὴν δὲ σκίαν οὔ. 
ὁ δὲ νεανίας εἶπεν ὅτι 
ὁ μισθούμενος τὸν ὄνον 
μισθοῦται καὶ τὴν σκίαν. 
οἱ μὲν οὖν περὶ τούτου ἤριζον. 
μαχομένων δὲ ἐκείνων 
ὁ ὄνος αὐτὸς ἀπἔφυγεν.

νεανίας τις  ...  A certain young man
ὄνον ἐμισθώσατο  ...  rented a donkey. 
ἐπεὶ δὲ ὁ ἥλιος  ...  And when the sun 
θερμὸς ἐγένετο  ...  grew hot, 
καταβὰς ἀπὸ τοῦ ὄνου  ...  he got down off the donkey, 
ἐβούλετο καθίζειν  ...  and wanted to rest
ὑπὸ τῇ σκίᾳ αὐτοῦ  ...  in the donkey's shadow. 
ὁ δὲ μισθώσας  ...  But the donkey-driver
οὐκ εἴα  ...  wouldn't allow him to do so. 
ἔλεξε γὰρ  ...  For he said 
ὅτι ἐμίσθωσεν  ...  that the man had rented
τὸν μὲν ὄνον  ...  the donkey,
τὴν δὲ σκίαν οὔ  ...  but not the shadow. 
ὁ δὲ νεανίας εἶπεν  ...  The young man said 
ὅτι ὁ μισθούμενος  ...  that someone who rented 
τὸν ὄνον  ...  the donkey 
μισθοῦται καὶ τὴν σκίαν  ...  rented the shadow too. 
οἱ μὲν οὖν ἤριζον  ...  And so they argued
περὶ τούτου  ...  about it,
μαχομένων δὲ ἐκείνων  ...  and while they argued 
ὁ ὄνος αὐτὸς ἀπἔφυγεν  ...  the donkey ran away.


And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Monday, August 11, 2025

Greek Reading: 92

Today's stories come from Colson's Stories and Legends: A First Greek Reader which is available at the Internet Archive. You'll find the stories below, first in Greek, then segmented, and then interwoven with English; the title is linked to the Internet Archive page.


ἀνδρί τινι μέσην ἥβην ἔχοντι δύο ἦσαν γυναῖκες. καὶ τούτων ἡ μὲν ἦν νέα, ἡ δὲ ἑτέρα γραῦς. ἡ δὲ γραῦς βουλομένη τὸν ἄνδρα πρεσβύτερον φαίνεσθαι τὰς μελαίνας τρίχας ἔτιλλε. ἡ δὲ νέα ἔτῶλλε τὰς πολιάς, ἵνα νεώτερος δοκοίη. τετιλμένων δὲ πασῶν τῶν τριχῶν, ὁ ἀνήρ, φαλακρὸς γενόμενος, οὐδετέρᾳ ἤρεσκε.

ἀνδρί τινι 
μέσην ἥβην ἔχοντι 
δύο ἦσαν γυναῖκες. 
καὶ τούτων 
ἡ μὲν ἦν νέα, 
ἡ δὲ ἑτέρα γραῦς. 
ἡ δὲ γραῦς βουλομένη 
τὸν ἄνδρα 
πρεσβύτερον φαίνεσθαι 
τὰς μελαίνας τρίχας ἔτιλλε. 
ἡ δὲ νέα 
ἔτῶλλε τὰς πολιάς, 
ἵνα νεώτερος δοκοίη. 
τετιλμένων δὲ 
πασῶν τῶν τριχῶν, 
ὁ ἀνήρ, 
φαλακρὸς γενόμενος, 
οὐδετέρᾳ ἤρεσκε.

ἀνδρί τινι  ...  A certain man
μέσην ἥβην ἔχοντι  ...  who was middle-aged 
δύο ἦσαν γυναῖκες  ...  had two wives.
καὶ τούτων  ...  Of these,
ἡ μὲν ἦν νέα  ...  one was young,
ἡ δὲ ἑτέρα γραῦς  ...  the other an old woman.
ἡ δὲ γραῦς βουλομένη  ...  The old woman wanted
τὸν ἄνδρα  ...  for her husband
πρεσβύτερον φαίνεσθαι  ...  to look older,  
ἔτιλλε  ...  so she plucked
τὰς μελαίνας τρίχας  ...  his black hairs.
ἡ δὲ νέα  ...  But the young wife
ἔτῶλλε τὰς πολιάς  ...  plucked the grey hairs
ἵνα νεώτερος δοκοίη  ...  to he appeared younger.
πασῶν δὲ τῶν τριχῶν  ...  All his hairs 
τετιλμένων  ...  having been plucked,
ὁ ἀνήρ  ...  the man
φαλακρὸς γενόμενος  ...  became bald
οὐδετέρᾳ ἤρεσκε  ...  and pleased neither one.




παιδίον τι μικρὸν νυκτὸς ἔκλαιε καὶ ἐβρυχᾶτο. ἡ δὲ τροφὸς αὐτοῦ ὀργιζομένη παύεσθαι ἐκέλευε. “εἰ δὲ μὴ παύσει, ἔφη, “δώσω σε τῷ λύκῳ. ἔτυχε δὲ λύκος ἔξω ὧν τοῦ οἴκου, ἀκούσας δὲ ταῦτα ἥδετο, μάλα γὰρ ἐπείνα. πολὺν οὖν χρόνον ἔμενεν, ἕως τὸ παιδίον ἐκβάλλοιτοι. ἡκούσης δὲ ἡμέρας, ἐπεὶ οὐκ ἐξεβάλλετο ὁ παῖς, ἀπῴχετο λέγων, “ οἱ ἐνταῦθα οἰκοῦντες ἄλλα μὲν λέγουσι, ἄλλα δὲ πράττουσι."

παιδίον τι μικρὸν 
νυκτὸς ἔκλαιε 
καὶ ἐβρυχᾶτο. 
ἡ δὲ τροφὸς αὐτοῦ 
ὀργιζομένη 
παύεσθαι ἐκέλευε. 
εἰ δὲ μὴ παύσει, 
ἔφη, 
δώσω σε 
τῷ λύκῳ. 
ἔτυχε δὲ λύκος 
ἔξω ὧν τοῦ οἴκου, 
ἀκούσας δὲ ταῦτα 
ἥδετο, 
μάλα γὰρ ἐπείνα. 
πολὺν οὖν χρόνον 
ἔμενεν, 
ἕως τὸ παιδίον ἐκβάλλοιτοι. 
ἡκούσης δὲ ἡμέρας, 
ἐπεὶ οὐκ ἐξεβάλλετο 
ὁ παῖς, 
ἀπῴχετο λέγων, 
οἱ ἐνταῦθα οἰκοῦντες 
ἄλλα μὲν λέγουσι, 
ἄλλα δὲ πράττουσι.

παιδίον τι μικρὸν  ...  A little child 
νυκτὸς ἔκλαιε  ...  cried at night 
καὶ ἐβρυχᾶτο  ...  and howled. 
ἡ δὲ τροφὸς αὐτοῦ  ...  The child's nurse 
ὀργιζομένη  ...  got angry 
παύεσθαι ἐκέλευε  ...  and told him to stop. 
εἰ δὲ μὴ παύσει  ...  If you don't stop crying, 
ἔφη  ...  she said, 
δώσω σε  ...  I will throw you 
τῷ λύκῳ  ...  to the wolf. 
ἔτυχε δὲ λύκος  ...  A wolf happened to be 
ἔξω ὧν τοῦ οἴκου  ...  outside the house, 
ἀκούσας δὲ ταῦτα  ...  and, hearing this,  
ἥδετο  ...  he rejoiced, 
μάλα γὰρ ἐπείνα  ...  a he was very hungry. 
πολὺν οὖν χρόνον  ...  For a long time 
ἔμενεν  ...  he waited, 
ἕως τὸ παιδίον  ...  until the child 
ἐκβάλλοιτοι  ...  was thrown out. 
ἡκούσης δὲ ἡμέρας  ...  When morning came, 
ὁ παῖς  ...  and the child
ἐπεὶ οὐκ ἐξεβάλλετο  ...  still had not been thrown out 
ἀπῴχετο λέγων  ...  he went away, saying: 
οἱ ἐνταῦθα οἰκοῦντες  ...  The people who live here 
ἄλλα μὲν λέγουσι  ...  say one thing, 
ἄλλα δὲ πράττουσι  ...  and do another.


And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Wednesday, August 6, 2025

Greek Reading: 91

Today's stories come from Colson's Stories and Legends: A First Greek Reader which is available at the Internet Archive. You'll find the stories below, first in Greek, then segmented, and then interwoven with English; the title is linked to the Internet Archive page.


ἁλιεύς ποτε δικτύῳ μικρὸν ἰχθὺν ἔλαβε. ὁ ἰχθὺς ἔλεγεν, "ὦ ἄνθρωπε, ορᾷς ἐμέ, ὅτι μικρὸς εἶμι. νῦν οὖν ἀπόλυσον ἐμέ. μείζω δὲ γενόμενον, τότε δὴ ἄγρευε. τοῦτο γάρ σοι ποιοῦντι πολὺ κέρδος ἔσται." ὁ δὲ ἁλιεὺς ἀπεκρίνατο "οὐ δῆτ'
ἀνὴρ γάρ ἐστι μωρός, ὅστις ἐλπίδας
κενὰς διώκων, κέρδος ἀποβάλλει παρόν."

ἁλιεύς ποτε 
δικτύῳ μικρὸν ἰχθὺν ἔλαβε. 
ὁ ἰχθὺς ἔλεγεν, 
ὦ ἄνθρωπε, 
ορᾷς ἐμέ, 
ὅτι μικρὸς εἶμι. 
νῦν οὖν ἀπόλυσον ἐμέ. 
μείζω δὲ γενόμενον, 
τότε δὴ ἄγρευε. 
τοῦτο γάρ σοι ποιοῦντι 
πολὺ κέρδος ἔσται.
ὁ δὲ ἁλιεὺς ἀπεκρίνατο,
οὐ δῆτ'
ἀνὴρ γάρ ἐστι μωρός, 
ὅστις ἐλπίδας κενὰς διώκων, 
κέρδος ἀποβάλλει παρόν.

ἁλιεύς ποτε  ... A fisherman once
μικρὸν ἰχθὺν ἔλαβε  ... caught  little fish 
δικτύῳ  ...  in his net. 
ὁ ἰχθὺς ἔλεγεν  ... The fish said, 
ὦ ἄνθρωπε  ... O person, 
ορᾷς ἐμέ  ... you see me, 
ὅτι μικρὸς εἶμι  ... that I'm small.
νῦν οὖν ἀπόλυσον ἐμέ  ... So let me go now
μείζω δὲ γενόμενον  ... and when I'm bigger
τότε δὴ ἄγρευε  ... catch me then. 
τοῦτο γάρ σοι ποιοῦντι  ... If you do this 
πολὺ κέρδος ἔσται  ... you'll have a big reward.
ὁ δὲ ἁλιεὺς ἀπεκρίνατο  ... The fisherman replied,
οὐ δῆτ'  ... No indeed!
ἀνὴρ γάρ ἐστι μωρός  ... For that man is a fool, 
ὅστις ἐλπίδας κενὰς διώκων  ... who chases empty hopes 
ἀποβάλλει  ...  and throws away
κέρδος παρόν  ... the reward he's got.

The last two lines are iambic verse:
ἀνὴρ γάρ ἐστι μωρός, ὅστις ἐλπίδας
κενὰς διώκων, κέρδος ἀποβάλλει παρόν.




γεωργός, αἰσθόμενος ὅτι ὁ σπόρος ὑπὸ τῶν γεράνων διαφθείρεται, πάγην ἐν τῷ ἀγρῷ ἔθηκε. καὶ πολλὰς μὲν γεράνους ἔλαβε, μετὰ δὲ τούτων πελαργὸν. ὁ δὲ πελαργὸς ἀπολύεσθαι ἠξίωσε. “οὐ γάρ εἰμι γέρανος, ἔφη, “πελαργὸς δέ, ζῷον εὐσεβέστατον, ὅς, ὅτι τιμῶ τὸν πατέρα, ὑπὸ πάντων τιμῶμαι. ὁ δὲ ἀνὴρ ἔφη, ἴσως ἀληθῆ λέγεις. ἐπεὶ δὲ μετὰ τῶν πονηρῶν ὁμιλεῖς, μετὰ τούτων καί σε δεῖ κολάζεσθαι.

γεωργός, 
αἰσθόμενος ὅτι 
ὁ σπόρος 
ὑπὸ τῶν γεράνων διαφθείρεται, 
πάγην ἐν τῷ ἀγρῷ ἔθηκε. 
καὶ πολλὰς μὲν γεράνους ἔλαβε, 
μετὰ δὲ τούτων πελαργὸν. 
ὁ δὲ πελαργὸς ἀπολύεσθαι ἠξίωσε. 
οὐ γάρ εἰμι γέρανος, ἔφη, 
πελαργὸς δέ, 
ζῷον εὐσεβέστατον, 
ὅς, 
ὅτι τιμῶ τὸν πατέρα, 
ὑπὸ πάντων τιμῶμαι. 
ὁ δὲ ἀνὴρ ἔφη, 
ἴσως ἀληθῆ λέγεις. 
ἐπεὶ δὲ μετὰ τῶν πονηρῶν ὁμιλεῖς, 
μετὰ τούτων καί σε δεῖ κολάζεσθαι.

γεωργός  ...  A farmer,
αἰσθόμενος ὅτι  ...  realizing that 
ὁ σπόρος διαφθείρεται  ...  his crop was being destroyed
ὑπὸ τῶν γεράνων  ... by cranes, 
πάγην ἐν τῷ ἀγρῷ ἔθηκε  ...  laid a trap in the field 
καὶ πολλὰς μὲν γεράνους ἔλαβε  ...  and he caught many cranes,
μετὰ δὲ τούτων πελαργὸν  ...  and with them a stork. 
ὁ δὲ πελαργὸς  ...  The stork
ἀπολύεσθαι ἠξίωσε  ...  thought he should be released.
οὐ γάρ εἰμι γέρανος  ...  For I am not a crane, 
ἔφη  ...  he said, 
πελαργὸς δέ  ...  but a stork, 
ζῷον εὐσεβέστατον  ...  a most pious animal
ὅς  ...  who, 
ὅτι τιμῶ τὸν πατέρα  ...  because I honor my father, 
ὑπὸ πάντων τιμῶμαι  ...  am honored by all. 
ὁ δὲ ἀνὴρ ἔφη  ...  The man said, 
ἴσως ἀληθῆ λέγεις  ...  Perhaps you speak the truth, 
ἐπεὶ δὲ  ...  but since 
μετὰ τῶν πονηρῶν ὁμιλεῖς  ...  you consorted with the wicked, 
μετὰ τούτων  ...  with them 
καί σε δεῖ κολάζεσθαι  ...  you too must be punished.

About the fabled filial piety of storks, see Thompson's Glossary of Greek Birds.

And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Friday, August 1, 2025

Greek Reading: 90

Today's stories come from Colson's Stories and Legends: A First Greek Reader which is available at the Internet Archive. You'll find the stories below, first in Greek, then segmented, and then interwoven with English; the title is linked to the Internet Archive page.


παῖς τις λουόμενος ἐν ποταμῷ ὅσον οὐκ ἀπώλετο. καὶ πολὺ δεδοικὼς ἠξίωσέ τινα πέλας παρεστηκότα σώζειν αὐτόν, ὀρέξαντα τὴν χεῖρα. καὶ ὁ ἀνὴρ οὐκ ὦρεξε τὴν χεῖρα, τῷ δὲ παιδὶ ἐμέμφετο, ὡς ἄγαν τολμηρῷ ὄντι. ὁ δὲ παῖς ἔφη, “ ὦ ξένε, νῦν σῶσον ἐμέ, σωθέντι δὲ ὕστερον μέμφου, ὅσον θέλεις."

παῖς τις 
λουόμενος ἐν ποταμῷ 
ὅσον οὐκ ἀπώλετο. 
καὶ πολὺ δεδοικὼς 
ἠξίωσέ τινα 
πέλας παρεστηκότα 
σώζειν αὐτόν, 
ὀρέξαντα τὴν χεῖρα. 
καὶ ὁ ἀνὴρ 
οὐκ ὦρεξε τὴν χεῖρα, 
τῷ δὲ παιδὶ ἐμέμφετο, 
ὡς ἄγαν τολμηρῷ ὄντι. 
ὁ δὲ παῖς ἔφη, 
ὦ ξένε, 
νῦν σῶσον ἐμέ, 
σωθέντι δὲ 
ὕστερον μέμφου, 
ὅσον θέλεις.

παῖς τις  ...  There was a boy 
λουόμενος ἐν ποταμῷ  ...  bathing in the river 
ὅσον οὐκ ἀπώλετο  ...  who was about to drown.
καὶ πολὺ δεδοικὼς  ...  Very afraid,  
ἠξίωσέ τινα  ...  he needed the man 
πέλας παρεστηκότα  ...  standing nearby 
σώζειν αὐτόν  ...  to save him, 
ὀρέξαντα τὴν χεῖρα  ...  and he reached out his hand. 
καὶ ὁ ἀνὴρ  ...  But the man 
οὐκ ὦρεξε τὴν χεῖρα  ...  did not reach out his hand; 
τῷ δὲ παιδὶ ἐμέμφετο  ...  instead, he rebuked the boy 
ὡς ἄγαν τολμηρῷ ὄντι  ...  for being too reckless. 
ὁ δὲ παῖς ἔφη  ...  And the boy said, 
ὦ ξένε  ...  Stranger, 
νῦν σῶσον ἐμέ  ...  first save me, 
σωθέντι δὲ  ... and after I'm safe, 
ὕστερον μέμφου  ...  rebuke me then
ὅσον θέλεις  ...  however you want.




ΠΡΟ. Θαυμαστὸν ποιεῖς, ὦ δέσποτα, ὃς ἡμῖν οὐδὲν δίδως, πάντα δὲ τὸν σῖτον αὐτοὶ ἐκ τῆς γῆς λαμβάνομεν. καίτοι ἡμεῖς σοι ἔρια καὶ ἄρνας καὶ τυρὸν παρέχομεν. τῷ δὲ κυνί, ὃς οὐδὲν τοιοῦτόν σοι παρἔχει, μεταδίδως τοῦ σιτίου, ὅπερ αὐτὸς ἔχεις. 
ΔΕΣ. ὁ γὰρ κύων ὑμᾶς σώξει, ὥστε μήτε ὑπ᾽ ἀνθρώπων κλέπτεσθαι, μήτε ὑπὸ λύκων ἁρπάξεσθαι. εἰ δὲ μὴ φυλάττοι ὑμᾶς ἐκεῖνος, οὐκ ἂν νέμεσθαι δύναισθε.

ΠΡΟ. 
Θαυμαστὸν ποιεῖς, ὦ δέσποτα, 
ὃς ἡμῖν οὐδὲν δίδως, 
πάντα δὲ τὸν σῖτον 
αὐτοὶ ἐκ τῆς γῆς λαμβάνομεν. 
καίτοι ἡμεῖς σοι 
ἔρια καὶ ἄρνας καὶ τυρὸν παρέχομεν. 
τῷ δὲ κυνί, 
ὃς οὐδὲν τοιοῦτόν σοι παρἔχει, 
μεταδίδως τοῦ σιτίου, 
ὅπερ αὐτὸς ἔχεις. 
ΔΕΣ. ὁ γὰρ κύων ὑμᾶς σώξει, 
ὥστε μήτε ὑπ᾽ ἀνθρώπων κλέπτεσθαι, 
μήτε ὑπὸ λύκων ἁρπάξεσθαι. 
εἰ δὲ μὴ φυλάττοι ὑμᾶς ἐκεῖνος, 
οὐκ ἂν νέμεσθαι δύναισθε.

ΠΡΟ.  ...  Sheep.
Θαυμαστὸν ποιεῖς  ...  You act strangely,
ὦ δέσποτα  ...  O master,
ὃς ἡμῖν οὐδὲν δίδως  ...  giving us nothing, 
πάντα δὲ τὸν σῖτον  ...  all our food 
αὐτοὶ λαμβάνομεν  ...  we have to take
ἐκ τῆς γῆς  ...  from the earth. 
καίτοι ἡμεῖς σοι παρέχομεν  ...  Yet we give you
ἔρια καὶ ἄρνας καὶ τυρὸν  ...  wool and lambs and cheese. 
τῷ δὲ κυνί  ...  Meanwhile, with the dog
ὃς σοι παρἔχει  ...  who gives you
οὐδὲν τοιοῦτόν  ...  nothing of the sort, 
μεταδίδως τοῦ σιτίου  ...  you share the food, 
ὅπερ αὐτὸς ἔχεις  ...  which you yourself have. 
ΔΕΣ.  ...  Master. 
ὁ γὰρ κύων ὑμᾶς σώξει  ...  The dog keeps you safe
ὥστε μήτε κλέπτεσθαι  ...  so that you are not stolen
ὑπ᾽ ἀνθρώπων  ...  by people
μήτε ἁρπάξεσθαι  ...  and are not seized
ὑπὸ λύκων  ...  by wolves.
εἰ δὲ ἐκεῖνος  ...  If that dog
μὴ φυλάττοι ὑμᾶς  ...  did not guard you, 
οὐκ ἂν νέμεσθαι δύναισθε  ...  you wouldn't be able to get food.


And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Monday, July 28, 2025

Greek Reading: 89

Today's stories come from Colson's Stories and Legends: A First Greek Reader which is available at the Internet Archive. You'll find the stories below, first in Greek, then segmented, and then interwoven with English; the title is linked to the Internet Archive page.

And remember, I'm on the every-other-day schedule now, alternating between this blog and the Latin proverbs, so I'll be back with a proverb post here day after tomorrow. 


ΛΥΚΟΣ. ὦ κύον, πῶς ἐγένου οὕτω μέγας καὶ πίων;
ΚΥΩΝ. οὐδὲν θαυμαστόν, ὦ λύκε: ὁ γὰρ δεσπότης τρυφερῶς ἐμὲ βόσκει καὶ τρέφει.
ΛΥΚΟΣ. φθονῶ σοι τῆς εὐδαιμονίας. ὁ δὲ τράχηλος πῶς σοι λευκὸς ἐγένετο;
ΚΥΩΝ. τέτριμμαι τὴν σάρκα τῷ κλοιῷ.
ΛΥΚΟΣ. μή μοι γένοιτο βίος τοιοῦτος. βούλομαι γὰρ πεινῆν, μᾶλλον ἢ δοῦλος εἶναι.

ΛΥΚΟΣ. ὦ κύον, 
πῶς ἐγένου 
οὕτω μέγας καὶ πίων;
ΚΥΩΝ. οὐδὲν θαυμαστόν, 
ὦ λύκε: 
ὁ γὰρ δεσπότης 
τρυφερῶς ἐμὲ βόσκει 
καὶ τρέφει.
Λ. φθονῶ σοι τῆς εὐδαιμονίας. 
ὁ δὲ τράχηλος 
πῶς σοι λευκὸς ἐγένετο;
Κ. τέτριμμαι τὴν σάρκα 
τῷ κλοιῷ.
Λ. μή μοι γένοιτο βίος τοιοῦτος. 
βούλομαι γὰρ πεινῆν, 
μᾶλλον ἢ δοῦλος εἶναι.

ΛΥΚΟΣ. ὦ κύον  ...  O dog, 
πῶς ἐγένου  ...  how did you get to be 
οὕτω μέγας καὶ πίων  ...  so big and fat?
ΚΥΩΝ. οὐδὲν θαυμαστόν  ...  Nothing strange aboutit, 
ὦ λύκε  ...  O wolf: 
ὁ γὰρ δεσπότης  ...  my master 
ἐμὲ βόσκει καὶ τρέφει  ...  feeds and nourishes me
τρυφερῶς   ...  luxuriously.
Λ. φθονῶ σοι   ...  I envy you
τῆς εὐδαιμονίας   ...  your happiness. 
ὁ δὲ τράχηλος σοι  ...  But your neck: 
πῶς λευκὸς ἐγένετο  ...  how did it get to be white?
Κ. τέτριμμαι τὴν σάρκα  ...  My flesh gets rubbed 
τῷ κλοιῷ  ...  by the dog-collar.
Λ. μή μοι γένοιτο   ...  I don't ever want to have
βίος τοιοῦτος  ...  a life like that. 
βούλομαι γὰρ πεινῆν  ...  I prefer to be hungry 
μᾶλλον ἢ δοῦλος εἶναι  ...  rather than to be a slave.



ὁ λέων ποτὲ ἐπολέμει κώνωπι. ὁ δὲ κώνωψ δάκνων τὴν ῥῖνα τοῦ λέοντος πολὺ ἐλύπησε. ὁ δὲ λέων ἐπειρᾶτο μὲν ἀμύνειν τοῖς ὄνυξι ἀλλ᾿ οὐδὲν ἐποίησεν τὴν μὲν γὰρ ἑαυτοῦ ῥῖνα ἤμυσσεν, τὸν δὲ κώνωπα οὐκ ἔβλαπτεν. ὁ δὲ κώνωψ ἀπῴχετο μέγα φρονῶν ὅτι τὸν λέοντα νενίκηκεν. πορευόμενος δὲ ὑπὸ ἀράχνης ἁλίσκεται. ἐσθιόμενος δὲ εἶπεν, “ οἴμοι, τὸ μέγιστον τῶν ζῴων νενικηκώς, ὑπὸ τοῦ ἐλαχίστου νῦν ἀπολλυμαι.

ὁ λέων ποτὲ 
ἐπολέμει κώνωπι. 
ὁ δὲ κώνωψ 
δάκνων τὴν ῥῖνα τοῦ λέοντος 
πολὺ ἐλύπησε. 
ὁ δὲ λέων 
ἐπειρᾶτο μὲν ἀμύνειν τοῖς ὄνυξι 
ἀλλ᾿ οὐδὲν ἐποίησεν 
τὴν μὲν γὰρ ἑαυτοῦ ῥῖνα ἤμυσσεν, 
τὸν δὲ κώνωπα οὐκ ἔβλαπτεν. 
ὁ δὲ κώνωψ 
ἀπῴχετο 
μέγα φρονῶν 
ὅτι τὸν λέοντα νενίκηκεν. 
πορευόμενος δὲ 
ὑπὸ ἀράχνης ἁλίσκεται. 
ἐσθιόμενος δὲ εἶπεν, 
οἴμοι, 
τὸ μέγιστον τῶν ζῴων νενικηκώς, 
ὑπὸ τοῦ ἐλαχίστου νῦν ἀπολλυμαι.

ὁ λέων ποτὲ  ...  Once upon a time lion 
ἐπολέμει κώνωπι  ...  was at war with a gnat. 
ὁ δὲ κώνωψ  ...  The gnat  
δάκνων τὴν ῥῖνα τοῦ λέοντος  ...  bit the lion's nose  
πολὺ ἐλύπησε  ...  and caused him great pain. 
ὁ δὲ λέων  ...  The lion 
ἐπειρᾶτο μὲν ἀμύνειν  ...  tried to keep the gnat away
τοῖς ὄνυξι  ...  with this claws 
ἀλλ᾿ οὐδὲν ἐποίησεν  ...  but he accomplished nothing.  
ἤμυσσεν μὲν γὰρ  ...  For the gnat kept scratching  
τὴν ἑαυτοῦ ῥῖνα  ...  his nose 
οὐκ ἔβλαπτεν δὲ  ... but he couldn't hurt
τὸν κώνωπα ...  the gnat.
ὁ δὲ κώνωψ ἀπῴχετο  ...  The gnat departed 
μέγα φρονῶν  ...  feeling high-spiried 
ὅτι νενίκηκεν  ...  because he had defeated
τὸν λέοντα  ...  the lion.
πορευόμενος δὲ  ...  But as he went along
ὑπὸ ἀράχνης ἁλίσκεται  ...  he was caught by spider, 
ἐσθιόμενος δὲ  ... and as he was being eaten
εἶπεν οἴμοι  ...  he said, "Woe is me!
νενικηκώς  ...  I have conquered
τὸ μέγιστον τῶν ζῴων  ...  the greatest of creatures,
νῦν ἀπολλυμαι  ...  and now I am undone
ὑπὸ τοῦ ἐλαχίστου  ...  by the least (of creatures).


And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Thursday, July 24, 2025

Greek Reading: 88

*** New blog schedule: I've started a fun new project (I've decided to learn Japanese in order to read haiku!), and I'm carving out some more time for that, so that means I'm going to be posting every other day here at the Greek blog, and every other day at the Latin blog. So, if you are subscribed to both posts, you'll be getting an email from me each day, but if you are subscribed only to the Greek blog, you'll be getting an email every other day.

Today's stories come from Colson's Stories and Legends: A First Greek Reader which is available at the Internet Archive. 

You'll find the stories below, first in Greek, then segmented, and then interwoven with English; the title is linked to the Internet Archive page.


ἕκαστος ἄνθρωπος δύο πήρας φέρει, τὴν μὲν ἔμπροσθεν, τὴν δὲ ὄπισθεν. καὶ ἑκατέρα κακῶν μεστή ἐστι. ἡ δὲ ἔμπροσθεν τὰ ἀλλότρια κακὰ φέρει, ἡ δὲ ἑτέρα τὰ αὐτοῦ τοῦ ἀνδρὸς. διὰ τοῦτο οἱ ἄνθρωποι τὰ ἑαυτῶν κακὰ οὐχ ὁρῶσι, τὰ δὲ ἀλλότρια πάνυ ἀκριβῶς θεῶνται.

ἕκαστος ἄνθρωπος 
δύο πήρας φέρει, 
τὴν μὲν ἔμπροσθεν, 
τὴν δὲ ὄπισθεν. 
καὶ ἑκατέρα κακῶν μεστή ἐστι. 
ἡ δὲ ἔμπροσθεν 
τὰ ἀλλότρια κακὰ φέρει, 
ἡ δὲ ἑτέρα 
τὰ αὐτοῦ τοῦ ἀνδρὸς. 
διὰ τοῦτο 
οἱ ἄνθρωποι 
τὰ ἑαυτῶν κακὰ οὐχ ὁρῶσι, 
τὰ δὲ ἀλλότρια 
πάνυ ἀκριβῶς θεῶνται.

ἕκαστος ἄνθρωπος  ...  Each person 
δύο πήρας φέρει  ...  carries two pouches, 
τὴν μὲν ἔμπροσθεν  ...  one in front, 
τὴν δὲ ὄπισθεν  ...  and one behind. 
καὶ ἑκατέρα   ...  And each pouch
κακῶν μεστή ἐστι  ...  is full of vices. 
ἡ δὲ ἔμπροσθεν  ...  The pouch in front 
τὰ ἀλλότρια κακὰ φέρει  ...  holds others' vices, 
ἡ δὲ ἑτέρα  ...  and the other pouch 
τὰ αὐτοῦ τοῦ ἀνδρὸς  ...  the vices of that person. 
διὰ τοῦτο  ...  That is why 
οἱ ἄνθρωποι  ...  people
οὐχ ὁρῶσι  ...  do not see
τὰ ἑαυτῶν κακὰ  ...  their own vices,
πάνυ ἀκριβῶς θεῶνται  ... but discern in all accuracy
τὰ δὲ ἀλλότρια  ...  the vices of others.



ὁ λέων ποτὲ μῦν ἐπιτρέχοντα ἔλαβε. ὁ δὲ μῦς μέλλων ἀποθνήσκειν, τοιάδε εἶπε, “ὦ λέον, μὴ με ἀπόκτεινε. ἐὰν γὰρ νῦν ἐμὲ σώσῃς, ἴσως καί σε ἐγώ ποτε σώσω. τῷ δὲ λέοντι οἱ λόγοι γέλοιοι ἔδοξαν· πῶς γὰρ ἂν λέων ὑπὸ μυὸς σωθείη; ἐλεήσας δὲ ὅμως ἀπέλυσεν. ὕστερον δὲ ὁ λέων ὑπὸ τῶν κυναγῶν ληφθείς, ἐδέθη ἐπὶ δένδρῳ. ὁ δὲ μῦς τρώξας τοὺς δεσμοὺς ἠλευθέρωσεν αὐτόν.

ὁ λέων ποτὲ 
μῦν ἐπιτρέχοντα ἔλαβε. 
ὁ δὲ μῦς 
μέλλων ἀποθνήσκειν, 
τοιάδε εἶπε, 
ὦ λέον, 
μὴ με ἀπόκτεινε. 
ἐὰν γὰρ νῦν ἐμὲ σώσῃς, 
ἴσως καί σε ἐγώ ποτε σώσω. 
τῷ δὲ λέοντι 
οἱ λόγοι γέλοιοι ἔδοξαν· 
πῶς γὰρ ἂν λέων 
ὑπὸ μυὸς σωθείη; 
ἐλεήσας δὲ ὅμως ἀπέλυσεν. 
ὕστερον δὲ 
ὁ λέων 
ὑπὸ τῶν κυναγῶν ληφθείς, 
ἐδέθη ἐπὶ δένδρῳ. 
ὁ δὲ μῦς 
τρώξας τοὺς δεσμοὺς 
ἠλευθέρωσεν αὐτόν.

ὁ λέων ποτὲ  ...  A lion once
ἔλαβε μῦν  ...  seized a mouse
ἐπιτρέχοντα  ...  who scampered over him.
ὁ δὲ μῦς  ...  And the mouse, 
μέλλων ἀποθνήσκειν  ...  about to die, 
τοιάδε εἶπε  ...  spoke as follows, 
ὦ λέον  ...  O lion, 
μὴ με ἀπόκτεινε  ...  don't kill me! 
ἐὰν γὰρ νῦν ἐμὲ σώσῃς  ...  If you save me now, 
ἴσως καί  ...  likewise
σε ἐγώ ποτε σώσω  ...  I will save you someday. 
τῷ δὲ λέοντι  ...  To the lion 
οἱ λόγοι γέλοιοι ἔδοξαν  ...  these words seemed laughable, 
πῶς γὰρ ἂν λέων  ...  for how could a lion 
ὑπὸ μυὸς σωθείη  ...  be saved by a mouse? 
ἐλεήσας δὲ ὅμως  ...  Pitying the mouse all the same
ἀπέλυσεν  ...  he let him go. 
ὕστερον δὲ ὁ λέων  ...  Later the lion 
ὑπὸ τῶν κυναγῶν ληφθείς  ...  was caught by hunters 
ἐδέθη ἐπὶ δένδρῳ  ...  and tied to a tree. 
ὁ δὲ μῦς  ...  The mouse 
τρώξας τοὺς δεσμοὺς  ...  nibbled the ropes binding the lion 
ἠλευθέρωσεν αὐτόν  ...  and freed him.


And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Tuesday, July 22, 2025

Greek Reading: 87

Today's stories come from Colson's Stories and Legends: A First Greek Reader which is available at the Internet Archive. You'll find the stories below, first in Greek, then segmented, and then interwoven with English; the title is linked to the Internet Archive page.


δρῦς ὑπὸ τοῦ ἀνέμου ἐς ποταμὸν ἐρρίφθη. φερομένη δὲ κατὰ τὸν ποταμόν, εἶπε τοῖς καλάμοις, πῶς ὑμεῖς λεπτοὶ ὄντες καὶ ἀσθενεῖς οὐκ ἀπολλυσθε; οἱ δὲ κάλαμοι ἔφασαν, σὺ μὲν τοῖς ἀνέμοις μαχεῖ, καὶ διὰ τοῦτο καταβάλλει. ἡμεῖς δὲ εἴκομεν αὐτοῖς, ὥστε οὐδὲ κακὸν πάσχομεν.

δρῦς 
ὑπὸ τοῦ ἀνέμου 
ἐς ποταμὸν 
ἐρρίφθη. 
φερομένη δὲ κατὰ τὸν ποταμόν, 
εἶπε τοῖς καλάμοις, 
πῶς ὑμεῖς 
λεπτοὶ ὄντες καὶ ἀσθενεῖς 
οὐκ ἀπολλυσθε; 
οἱ δὲ κάλαμοι ἔφασαν, 
σὺ μὲν τοῖς ἀνέμοις μαχεῖ, 
καὶ διὰ τοῦτο καταβάλλει. 
ἡμεῖς δὲ εἴκομεν αὐτοῖς, 
ὥστε οὐδὲ κακὸν πάσχομεν.

δρῦς  ...  An oak tree
ἐρρίφθη  ...  was hurled
ὑπὸ τοῦ ἀνέμου  ...  by the wind 
ἐς ποταμὸν  ...  into the river.
φερομένη δὲ  ... Being carried
κατὰ τὸν ποταμόν  ...  down the river,
εἶπε τοῖς καλάμοις  ...  the oak said to the reeds:
πῶς ὑμεῖς  ...  How is that you
λεπτοὶ ὄντες καὶ ἀσθενεῖς  ...  slender and weak as you are
οὐκ ἀπολλυσθε  ...  are not laid low? 
οἱ δὲ κάλαμοι ἔφασαν  ...  And the reeds said:
σὺ μὲν τοῖς ἀνέμοις μαχεῖ  ...  You fight the winds
καὶ διὰ τοῦτο καταβάλλει  ...  and thus you are cast down,
ἡμεῖς δὲ εἴκομεν αὐτοῖς  ...  but we yield to them, 
ὥστε οὐδὲ κακὸν πάσχομεν  ...  and so we suffer no harm.




οἱ παῖδες γεωργοῦ τινος ἐστασίαζον. ὁ δέ, καίπερ πολλὰ παραινῶν, οὐ κατήλλαξεν. μεταπεμψάμενος οὖν φάκελον, ἐκέλευσεν αὐτοὺς κατακλᾷν. οἱ δέ, καίπερ παντὶ τῷ σθένει χρώμενοι, οὐκ ἐδύναντο. τότε δὴ λύσας τὸν δεσμὸν τοῦ φακέλου, τὰς ῥάβδους, ἑκάστην ἀνὰ μίαν, αὐτοῖς ἔδωκεν. οἱ δὲ ῥᾳδίως κατέκλασαν. ἔπειτα ἔφη· ὦ παῖδες, ὡσαύτως καὶ ὑμεῖς, ἐὰν μὲν τὰ αὐτὰ φρονῆτε, ἀνίκητοι ἔσεσθε· ἐὰν δὲ στασιάξητε, ῥᾳδίως ὑπὸ τῶν ἐχθρῶν νικηθήσεσθε.

οἱ παῖδες γεωργοῦ τινος 
ἐστασίαζον. 
ὁ δέ, 
καίπερ πολλὰ παραινῶν, 
οὐ κατήλλαξεν. 
μεταπεμψάμενος οὖν φάκελον, 
ἐκέλευσεν αὐτοὺς κατακλᾷν. 
οἱ δέ, 
καίπερ παντὶ τῷ σθένει χρώμενοι, 
οὐκ ἐδύναντο. 
τότε δὴ λύσας 
τὸν δεσμὸν τοῦ φακέλου, 
τὰς ῥάβδους, 
ἑκάστην ἀνὰ μίαν, 
αὐτοῖς ἔδωκεν. 
οἱ δὲ ῥᾳδίως κατέκλασαν. 
ἔπειτα ἔφη· 
ὦ παῖδες, 
ὡσαύτως καὶ ὑμεῖς, 
ἐὰν μὲν τὰ αὐτὰ φρονῆτε, 
ἀνίκητοι ἔσεσθε· 
ἐὰν δὲ στασιάξητε, 
ῥᾳδίως ὑπὸ τῶν ἐχθρῶν νικηθήσεσθε.

οἱ παῖδες γεωργοῦ τινος  ...  A farmer's sons 
ἐστασίαζον  ...  were quarreling,
ὁ δέ  ...  and the farmer
καίπερ πολλὰ παραινῶν  ...  kept urging (reconciliation)
οὐ κατήλλαξεν  ...  but they wouldn't reconcile.
μεταπεμψάμενος οὖν  ...  so he sent for
φάκελον  ...  a bundle (of sticks)
ἐκέλευσεν αὐτοὺς  ...  and ordered them 
κατακλᾷν  ...  to break it.
οἱ δέ  ...  But they
καίπερ χρώμενοι  ...  despite using
παντὶ τῷ σθένει  ...  all their strength
οὐκ ἐδύναντο  ...  couldn't do it.
τότε δὴ λύσας  ...  Then he untied
τὸν δεσμὸν τοῦ φακέλου  ...  the binding of the bundle, 
αὐτοῖς ἔδωκεν  ...  and gave to his sons
τὰς ῥάβδους  ...  the sticks,
ἑκάστην ἀνὰ μίαν  ...  one each.
οἱ δὲ ῥᾳδίως κατέκλασαν  ...  They easily broke them.
ἔπειτα ἔφη  ...  Then the father said, 
ὦ παῖδες  ...  O my sons,
ὡσαύτως καὶ ὑμεῖς  ...  it is the same with you: 
ἐὰν μὲν τὰ αὐτὰ φρονῆτε  ...  if you are of one mind, 
ἀνίκητοι ἔσεσθε  ...  you will be unconquerable,
ἐὰν δὲ στασιάξητε  ...  but if you quarrel,
ῥᾳδίως νικηθήσεσθε  ...  you will easily be conquered
ὑπὸ τῶν ἐχθρῶν  ...  by your enemies.


And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Sunday, July 20, 2025

Greek Reading: 86

Today's stories come from Colson's Stories and Legends: A First Greek Reader which is available at the Internet Archive. You'll find the stories below, first in Greek, then segmented, and then interwoven with English; the title is linked to the Internet Archive page.


ὁ ὄνος ἀκούσας τῶν τεττίγων ἀδόντων πολὺ ἐτέρπετο. βουλόμενος δὲ αὐτὸς τοιαύτην φωνὴν ἔχειν, τί σιτούμενοι, ἔφη, οὕτω καλῶς ᾄδετε; οἱ δὲ δροσον εἶπον. ὁ οὖν ὄνος αὐτὸς δρόσον ἐσιτεῖτο. καὶ τοῦτο ποιῶν οὔτε ᾄδειν ἔμαθε, μετά τε οὐ πολλὰς ἡμέρας λιμῷ ἀπέθανε.

ὁ ὄνος ἀκούσας 
τῶν τεττίγων ἀδόντων 
πολὺ ἐτέρπετο. 
βουλόμενος δὲ αὐτὸς 
τοιαύτην φωνὴν ἔχειν, 
ἔφη, 
τί σιτούμενοι
οὕτω καλῶς ᾄδετε; 
οἱ δὲ δροσον εἶπον. 
ὁ οὖν ὄνος αὐτὸς 
δρόσον ἐσιτεῖτο. 
καὶ τοῦτο ποιῶν 
οὔτε ᾄδειν ἔμαθε, 
μετά τε οὐ πολλὰς ἡμέρας 
λιμῷ ἀπέθανε.

ὁ ὄνος ἀκούσας  ...  A donkey heard 
τῶν τεττίγων ἀδόντων  ...  the cicadas singing 
πολὺ ἐτέρπετο  ...  and enjoyed it very much.
βουλόμενος δὲ αὐτὸς  ...  He wanted 
τοιαύτην φωνὴν ἔχειν  ...  to have the same voice
ἔφη  ...  and asked,
τί σιτούμενοι  ...  What do you eat 
οὕτω καλῶς ᾄδετε  ...  that you sing so beautifully?
οἱ δὲ δροσον εἶπον  ...  They said: dew.
ὁ οὖν ὄνος αὐτὸς  ...  And so the donkey likewise
δρόσον ἐσιτεῖτο  ...  fed on dew, 
καὶ τοῦτο ποιῶν  ...  and when he did this
οὔτε ᾄδειν ἔμαθε  ...  he both failed to learn to sing,
μετά τε οὐ πολλὰς ἡμέρας  ...  and after a few days
λιμῷ ἀπέθανε  ...  he died of hunger.



ΛΥΚ. ἀδικεῖς, ὦ ἀρνίον: ταράσσεις γὰρ τὸ ὕδωρ, καὶ οὐκ ἐᾷς ἐμὲ πίνειν.
ΑΡΝ. πῶς ταῦτα λέγεις, ὦ λύκε; κάτω γάρ σου ἕστηκα, ὥστε οὐκ ἔστιν ὅπως τὸ σὸν ὕδωρ ταράσσω.
ΛΥΚ. οὐ μέντοι ἀναίτιος εἶ: πέρυσι γὰρ ἐμὲ ἐλοιδόρησας.
ΑΡΝ. ἀλλ᾽ οὔπω τότε ἐγεγενήμην.
ΛΥΚ. ὁ γοῦν ἀδελφός σου τοῦτο ἐποίησε.
ΑΡΝ. οὐδὲ τοῦτο ἀληθές ἐστι· οὐ γάρ ἐστί μοι ἀδελφός.
ΛΥΚ. πολλὰς προφάσεις ἔχεις. ἀλλ᾽ ἐγὼ πεινῶ, σὺ δὲ καλόν μοι δεῖπνον ἔσει.

ΛΥΚ. ἀδικεῖς, ὦ ἀρνίον: 
ταράσσεις γὰρ τὸ ὕδωρ, 
καὶ οὐκ ἐᾷς ἐμὲ πίνειν.
ΑΡΝ. πῶς ταῦτα λέγεις, 
ὦ λύκε; 
κάτω γάρ σου ἕστηκα, 
ὥστε οὐκ ἔστιν ὅπως 
τὸ σὸν ὕδωρ ταράσσω.
ΛΥΚ. οὐ μέντοι ἀναίτιος εἶ: 
πέρυσι γὰρ ἐμὲ ἐλοιδόρησας.
ΑΡΝ. ἀλλ᾽ οὔπω τότε ἐγεγενήμην.
ΛΥΚ. ὁ γοῦν ἀδελφός σου 
τοῦτο ἐποίησε.
ΑΡΝ. οὐδὲ τοῦτο ἀληθές ἐστι· 
οὐ γάρ ἐστί μοι ἀδελφός.
ΛΥΚ. πολλὰς προφάσεις ἔχεις. 
ἀλλ᾽ ἐγὼ πεινῶ, 
σὺ δὲ καλόν μοι δεῖπνον ἔσει.

ΛΥΚ. ἀδικεῖς, ὦ ἀρνίον  ...  You do me wrong, lamb!
ταράσσεις γὰρ τὸ ὕδωρ  ...  For you are muddying the water
καὶ οὐκ ἐᾷς ἐμὲ πίνειν  ...  and not allowing me to drink.
ΑΡΝ. ὦ λύκε  ...  O wolf,
πῶς ταῦτα λέγεις  ...   how can you say these things?
κάτω γάρ σου ἕστηκα  ...  I'm standing downstream from you 
ὥστε οὐκ ἔστιν ὅπως  ...  so there is no way 
τὸ σὸν ὕδωρ ταράσσω  ...  that I can muddy your water.
ΛΥΚ. οὐ μέντοι ἀναίτιος εἶ  ...  But you cannot be blameless!
πέρυσι γὰρ  ...  For last year 
ἐμὲ ἐλοιδόρησας  ...  you insulted me.
ΑΡΝ. ἀλλ᾽ οὔπω τότε ἐγεγενήμην  ...  But I wasn't born yet!
ΛΥΚ. ὁ γοῦν ἀδελφός σου  ...  Well then, it was your brother 
τοῦτο ἐποίησε  ...  who did it.
ΑΡΝ. οὐδὲ τοῦτο ἀληθές ἐστι  ...  But this cannot be true 
οὐ γάρ ἐστί μοι ἀδελφός  ...  for I don't have a brother.
ΛΥΚ. πολλὰς προφάσεις ἔχεις  ...  You have lots of excuses 
ἀλλ᾽ ἐγὼ πεινῶ  ...  but I am hungry,
σὺ δὲ ἔσει  ...  and you will be
καλόν μοι δεῖπνον  ...  a nice supper for me!


And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Tuesday, July 15, 2025

Greek Reading: 85

Today's stories come from Colson's Stories and Legends: A First Greek Reader which is available at the Internet Archive. 

You'll find the stories below, first in Greek, then segmented, and then interwoven with English; the title is linked to the Internet Archive page.


ἀνὴρ ἐθεάσατο ὄφιν ὑπὸ τοῦ χειμῶνος ἀπολλύμενον. ἐλεήσας δὲ ἐς τὸν κόλπον ἔθηκε. καὶ πρῶτον μὲν ἡσύχαζεν: ὑπὸ γὰρ τοῦ κρύους ἐνάρκα. ἔπειτα θερμὸς γενόμενος δάκνει τὴν γαστέρα τοῦ ἀνδρός. ὁ δὲ μέλλων ἀποθνήσκειν ἔφη, δίκαια μέντοι πάσχω, ὃς τὸν πονηρὸν ᾦκτειρα.

ἀνὴρ ἐθεάσατο ὄφιν 
ὑπὸ τοῦ χειμῶνος ἀπολλύμενον. 
ἐλεήσας δὲ 
ἐς τὸν κόλπον ἔθηκε. 
καὶ πρῶτον μὲν ἡσύχαζεν: 
ὑπὸ γὰρ τοῦ κρύους ἐνάρκα. 
ἔπειτα θερμὸς γενόμενος 
δάκνει τὴν γαστέρα τοῦ ἀνδρός. 
ὁ δὲ μέλλων ἀποθνήσκειν ἔφη, 
δίκαια μέντοι πάσχω, 
ὃς τὸν πονηρὸν ᾦκτειρα.

ἀνὴρ ἐθεάσατο ὄφιν  ...  A man saw a snake 
ἀπολλύμενον  ...  perishing
ὑπὸ τοῦ χειμῶνος  ...  in the winter cold.
ἐλεήσας δὲ  ...  Feeling sorry for the snake 
ἐς τὸν κόλπον ἔθηκε  ...  he put it in his cloak. 
καὶ πρῶτον μὲν ἡσύχαζεν  ...  At first it was quiet,  
ὑπὸ γὰρ τοῦ κρύους ἐνάρκα  ...  being stiff with cold. 
ἔπειτα θερμὸς γενόμενος  ...  But when it warms up,
δάκνει τοῦ ἀνδρός  ...  it bites the man
τὴν γαστέρα  ...  in the belly.
ὁ δὲ ἔφη  ...  And the man said
μέλλων ἀποθνήσκειν  ...  as he was about to die, 
δίκαια μέντοι πάσχω  ...  I suffer what is just
ὃς ᾦκτειρα  ...  since I pitied 
τὸν πονηρὸν  ...  someone wicked.




τυφλῷ τινι γέροντι μικρὸς κύων ἦν. οὗτος δὲ κανοῦν περιφέρων, συνέλεγε σιτία καὶ ἄργυρον. ἀπὸ δὲ τούτων ἐτρέφετο ὁ γέρων. καὶ ἧκεν ποτε ὁ κύων ἐς τὴν οἰκίαν τινὸς ἀρτάμου. ὁ δὲ ἄρταμος, ὠμὸς γὰρ ἀνὴρ ἦν, εἶπε τῷ κυνί, σὺ δὴ δοκεῖς κρέας αἰτεῖν· ἔσται σοι ὃ βούλει. ἀποκόψας οὖν τὴν οὐρὰν τοῦ κυνός, ἐνέθηκε τῷ κανῷ. καὶ ὁ κύων φέρει μὲν οἴκαδε τὸ κανοῦν, ἔπειτα δὲ ἀποθνήσκει.

τυφλῷ τινι γέροντι 
μικρὸς κύων ἦν. 
οὗτος δὲ κανοῦν περιφέρων, 
συνέλεγε σιτία καὶ ἄργυρον. 
ἀπὸ δὲ τούτων ἐτρέφετο ὁ γέρων. 
καὶ ἧκεν ποτε ὁ κύων 
ἐς τὴν οἰκίαν τινὸς ἀρτάμου. 
ὁ δὲ ἄρταμος, 
ὠμὸς γὰρ ἀνὴρ ἦν, 
εἶπε τῷ κυνί, 
σὺ δὴ δοκεῖς κρέας αἰτεῖν· 
ἔσται σοι ὃ βούλει. 
ἀποκόψας οὖν 
τὴν οὐρὰν τοῦ κυνός, 
ἐνέθηκε τῷ κανῷ. 
καὶ ὁ κύων 
φέρει μὲν οἴκαδε τὸ κανοῦν, 
ἔπειτα δὲ ἀποθνήσκει.

τυφλῷ τινι γέροντι  ...  A blind old man
μικρὸς κύων ἦν  ...  had a little dog. 
οὗτος δὲ  ...  The dog
κανοῦν περιφέρων  ...  carried around a basket, 
συνέλεγε  ... and collected
σιτία καὶ ἄργυρον  ...  food and money. 
ἀπὸ δὲ τούτων  ... That is what
ἐτρέφετο ὁ γέρων  ...  the old man lived on.
καὶ ἧκεν ποτε ὁ κύων  ...  Once the dog came 
ἐς τὴν οἰκίαν  ...  to the house
τινὸς ἀρτάμου  ...  of a butcher.
ὁ δὲ ἄρταμος  ...  The butcher, 
ὠμὸς γὰρ ἀνὴρ ἦν  ...  because he was a cruel man, 
εἶπε τῷ κυνί  ...  said to the dog, 
σὺ δὴ δοκεῖς αἰτεῖν  ...  You seem to be asking me 
κρέας  ...  for meat.
ἔσται σοι ὃ βούλει  ...  This will give you what you want. 
ἀποκόψας οὖν  ...  And so he cut off 
τὴν οὐρὰν τοῦ κυνός  ...  the dog's tail
ἐνέθηκε τῷ κανῷ  ...  and put it in the basket. 
καὶ ὁ κύων  ...  And the dog 
φέρει μὲν τὸ κανοῦν  ...  carries the basket
οἴκαδε  ...  home, 
ἔπειτα δὲ ἀποθνήσκει  ...  and then dies.

(This one comes from Germany, and this "Dog of Bretten" story appears in quite different versions; here's just one of them: The Tailless Dog.)



And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Monday, July 14, 2025

Greek Reading: 84

Today's stories come from Colson's Stories and Legends: A First Greek Reader which is available at the Internet Archive. 

You'll find the stories below, first in Greek, then segmented, and then interwoven with English; the title is linked to the Internet Archive page.


ἀνὴρ αὐλητής, ἰδὼν ἰχθῦς ἐν τῇ θαλάσσῃ, ηὔλει νομίζων αὐτοὺς ἀποβήσεσθαι ἐς τὴν γῆν· ἐπεὶ δὲ οὐκ ἐξέβησαν, λαβὼν δίκτυον, πολλοὺς ἤγρευσεν· ἰδὼν δὲ παλλομένους, ἔφη, ὦ κάκιστοι ἰχθῦς, ὅτε μὲν ηὔλουν, οὐκ ὠρχεῖσθε, νῦν δέ, ὅτε πέπαυμαι, τοῦτο πράσσετε.

ἀνὴρ αὐλητής, 
ἰδὼν ἰχθῦς ἐν τῇ θαλάσσῃ, 
ηὔλει 
νομίζων 
αὐτοὺς ἀποβήσεσθαι 
ἐς τὴν γῆν· 
ἐπεὶ δὲ οὐκ ἐξέβησαν, 
λαβὼν δίκτυον, 
πολλοὺς ἤγρευσεν· 
ἰδὼν δὲ παλλομένους, 
ἔφη, 
ὦ κάκιστοι ἰχθῦς, 
ὅτε μὲν ηὔλουν, 
οὐκ ὠρχεῖσθε, 
νῦν δέ, 
ὅτε πέπαυμαι, 
τοῦτο πράσσετε.

ἀνὴρ αὐλητής  ...  A flute-player 
ἰδὼν ἰχθῦς  ...  saw some fish
ἐν τῇ θαλάσσῃ  ...  in the sea 
ηὔλει  ...  and played his flute,
νομίζων  ...  thinking
αὐτοὺς ἀποβήσεσθαι  ...  the fish would come out 
ἐς τὴν γῆν  ...  onto the land.
ἐπεὶ δὲ οὐκ ἐξέβησαν  ...  But when they didn't come out, 
λαβὼν δίκτυον  ...  he took a net, 
πολλοὺς ἤγρευσεν  ...  and caught many fish. 
ἰδὼν δὲ παλλομένους  ...  And when he saw them wriggling 
ἔφη  ...  he said, 
ὦ κάκιστοι ἰχθῦς  ...  O you wretched fish!
ὅτε μὲν ηὔλουν  ...  When I played the flute, 
οὐκ ὠρχεῖσθε  ...  you did not dance, 
νῦν δέ  ...  but now,
ὅτε πέπαυμαι  ...  when I've stopped playing, 
τοῦτο πράσσετε  ...  you're doing the dance.




ὁ κόραξ, κρέας ἔχων, ἐπὶ δένδρῳ ἐκάθιζξεν. ἡ δὲ ἀλώπηξ ὑπελθοῦσα τὸ δένδρον, ἐπἤνει αὐτὸν ὡς κάλλιστον ὄντα τῶν ὀρνίθων. ἔδει σε γάρ, ἔφη, πάντων βασιλεύειν, καὶ τοῦτο πάντως σοι ἂν ἐγίγνετο εἰ φωνὴν εἶχες." ὁ δὲ κόραξ, “πῶς λέγεις,᾽ ἔφη, “ὅτι φωνὴν οὐκ ἔχω; καὶ ταῦτα λέγων καταβάλλει τὸ κρέας ἀπὸ τοῦ στόματος. ἡ δὲ ἀλώπηξ ἁρπάσασα τὸ κρέας, εἴπεν “ ὦ κόραξ, ἔχεις μὲν ἄρα τὴν φωνήν, τὸν δὲ νοῦν οὐκ ἔχεις."

ὁ κόραξ, 
κρέας ἔχων, 
ἐπὶ δένδρῳ ἐκάθιζξεν. 
ἡ δὲ ἀλώπηξ 
ὑπελθοῦσα τὸ δένδρον, 
ἐπἤνει αὐτὸν 
ὡς κάλλιστον ὄντα 
τῶν ὀρνίθων. 
ἔδει σε γάρ, 
ἔφη, 
πάντων βασιλεύειν, 
καὶ τοῦτο 
πάντως σοι ἂν ἐγίγνετο 
εἰ φωνὴν εἶχες." 
ὁ δὲ κόραξ, 
“πῶς λέγεις,᾽ 
ἔφη, 
“ὅτι φωνὴν οὐκ ἔχω; 
καὶ ταῦτα λέγων 
καταβάλλει τὸ κρέας 
ἀπὸ τοῦ στόματος. 
ἡ δὲ ἀλώπηξ 
ἁρπάσασα τὸ κρέας, 
εἴπεν 
“ὦ κόραξ, 
ἔχεις μὲν ἄρα τὴν φωνήν, 
τὸν δὲ νοῦν οὐκ ἔχεις."

ὁ κόραξ  ...  The crow, 
κρέας ἔχων  ...  had gotten some meat
ἐπὶ δένδρῳ ἐκάθιζξεν  ...  and sat upon a tree.
ἡ δὲ ἀλώπηξ  ...  The fox
ὑπελθοῦσα τὸ δένδρον  ...  came to the tree 
ἐπἤνει αὐτὸν  ...  and praised the crow 
ὡς κάλλιστον ὄντα  ...  for being the most beautiful 
τῶν ὀρνίθων  ...  among the birds.
ἔφη  ...  The fox said, 
ἔδει σε γάρ  ...  You should have been
πάντων βασιλεύειν  ...  the one to rule over all, 
καὶ τοῦτο πάντως  ...  and this for sure
σοι ἂν ἐγίγνετο  ...  would have happened to you 
εἰ φωνὴν εἶχες  ...  if you had a voice. 
ὁ δὲ κόραξ ἔφη  ...  And the crow said, 
πῶς λέγεις,  ...  How can you say 
ὅτι φωνὴν οὐκ ἔχω  ...  that I don't have a voice? 
καὶ ταῦτα λέγων  ...  And saying this, 
καταβάλλει τὸ κρέας  ...  the crow dropped the meat 
ἀπὸ τοῦ στόματος  ...  from his mouth. 
ἡ δὲ ἀλώπηξ  ...  And the fox 
ἁρπάσασα τὸ κρέας  ...  seized the meat 
εἴπεν  ...  and said, 
ὦ κόραξ  ...  O crow, 
ἔχεις μὲν ἄρα  ...  you do indeed have
τὴν φωνήν  ...  a voice, 
τὸν δὲ νοῦν οὐκ ἔχεις  ...  but you don't have a brain.


And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Thursday, July 10, 2025

Greek Reading: 83

Today's stories come from Colson's Stories and Legends: A First Greek Reader which is available at the Internet Archive. Both of today's stories take the form of tiny plays!

You'll find the stories below, first in Greek, then segmented, and then interwoven with English; the title is linked to the Internet Archive page.


ΚΩΝΩΨ. ἀλλ' ὦ ταῦρε, εἴ σοι βαρὺς γίγνομαι, ἐπι τῷ κέρατι ὦν, λέγε. ἀπιέναι γὰρ ἕτοιμός εἶμι, εἴ σοι ἥδιον ἐστι.
ΤΑΥΡΟΞ οὐδὲν μοι μέλει, εἴτε ἀπεῖ εἴτε μή. οὔτε γὰρ ἠσθόμην σε ἥκοντα, οὔτε ἀπερχόμενον αἰσθήσομαι.

ΚΩΝΩΨ. 
ἀλλ' ὦ ταῦρε, 
εἴ σοι βαρὺς γίγνομαι, 
ἐπι τῷ κέρατι ὦν, 
λέγε. 
ἀπιέναι γὰρ ἕτοιμός εἶμι, 
εἴ σοι ἥδιον ἐστι.
ΤΑΥΡΟΞ. 
οὐδὲν μοι μέλει, 
εἴτε ἀπεῖ εἴτε μή. 
οὔτε γὰρ ἠσθόμην σε ἥκοντα, 
οὔτε ἀπερχόμενον αἰσθήσομαι.

ΚΩΝΩΨ  ...  GNAT
ἀλλ' ὦ ταῦρε  ...  Well then, O bull, 
εἴ σοι βαρὺς γίγνομαι  ...  if I am a burden to you, 
ἐπι τῷ κέρατι ὦν  ...  being on your horn, 
λέγε  ...  say so! 
ἀπιέναι γὰρ ἕτοιμός εἶμι  ...  For I'm ready to go, 
εἴ σοι ἥδιον ἐστι  ...  if that would better please you.
ΤΑΥΡΟΞ  ...  BULL 
οὐδὲν μοι μέλει  ...  It doesn't matter to me, 
εἴτε ἀπεῖ εἴτε μή  ...  if you go or not. 
οὔτε γὰρ ἠσθόμην σε   ...  for I didn't notice you
ἥκοντα  ...  when you arrived, 
οὔτε αἰσθήσομαι  ...  and I won't notice you
ἀπερχόμενον  ...  when you depart.



ΨΥΛΛΑ. τί παθών, ὦ βοῦ, δουλεύεις τοῖς ἀνθρώποις, μέγιστος ὦν; ἐγὼ δὲ ἐλάχιστόν εἰμι τῶν ζῴων. ὅμως δὲ οὐδενὶ δουλεύω, τὴν δὲ σάρκα τῶν βροτῶν δάκνω καὶ πίνω τὸ αἷμα.
ΒΟΥΣ. ἀλλὰ πολὺ ὠφελοῦμαι ὑπὸ τῆς δουλείας. οἱ γὰρ ἄνθρωποι ἐμὲ φιλοῦσι καὶ τρέφουσι. καὶ πολλάκις τρίβουσι τὸ ἐμὸν μέτωπον καὶ ὦμους. τοῦτο δὲ ἐμὲ μάλιστα τέρπει.
ΨΥΛΛΑ. ἀνόμοιος ἔφυς ἄρα ταῖς ψύλλαις, ὦ βοῦ, εἰ τριβόμενος ὑπὸ τῶν ἀνθρώπων ἥδει. τοῦτο γὰρ ἡμεῖς μάλιστα πάντων φεύγομεν καὶ φοβούμεθα.

ΨΥΛΛΑ. 
τί παθών, ὦ βοῦ, 
δουλεύεις τοῖς ἀνθρώποις, 
μέγιστος ὦν; 
ἐγὼ δὲ 
ἐλάχιστόν εἰμι τῶν ζῴων. 
ὅμως δὲ οὐδενὶ δουλεύω, 
τὴν δὲ σάρκα τῶν βροτῶν δάκνω 
καὶ πίνω τὸ αἷμα.
ΒΟΥΣ. 
ἀλλὰ πολὺ ὠφελοῦμαι 
ὑπὸ τῆς δουλείας. 
οἱ γὰρ ἄνθρωποι 
ἐμὲ φιλοῦσι καὶ τρέφουσι. 
καὶ πολλάκις τρίβουσι 
τὸ ἐμὸν μέτωπον καὶ ὦμους. 
τοῦτο δὲ ἐμὲ μάλιστα τέρπει.
ΨΥΛΛΑ. 
ἀνόμοιος ἔφυς ἄρα ταῖς ψύλλαις, 
ὦ βοῦ, 
εἰ τριβόμενος 
ὑπὸ τῶν ἀνθρώπων ἥδει. 
τοῦτο γὰρ 
ἡμεῖς μάλιστα πάντων 
φεύγομεν καὶ φοβούμεθα.

ΨΥΛΛΑ  ...  FLEA.
τί παθών  ...  What's wrong with you, 
ὦ βοῦ  ...  O ox,
δουλεύεις τοῖς ἀνθρώποις  ...  that you serve humans, 
μέγιστος ὦν  ...  although you are big? 
ἐγὼ δὲ  ...  I 
ἐλάχιστόν εἰμι τῶν ζῴων  ...  am the smallest of animals. 
ὅμως δὲ οὐδενὶ δουλεύω  ...  but nevertheless I serve no one,
δάκνω δὲ  ...  and I bite
τὴν σάρκα τῶν βροτῶν  ...  the flesh of mortals
καὶ πίνω τὸ αἷμα  ...  and I drink their blood.
ΒΟΥΣ  ...  OX. 
ἀλλὰ πολὺ ὠφελοῦμαι  ...  But I benefit greatly
ὑπὸ τῆς δουλείας  ...  from my service. 
οἱ γὰρ ἄνθρωποι  ...  For the people
ἐμὲ φιλοῦσι  ...  are kind to me 
καὶ τρέφουσι  ...  and they feed me 
καὶ πολλάκις τρίβουσι  ...  and they often rub
τὸ ἐμὸν μέτωπον  ...  my forehead 
καὶ ὦμους  ...  and my shoulders.
τοῦτο δὲ  ...  This 
ἐμὲ μάλιστα τέρπει  ...  delights me the most.
ΨΥΛΛΑ  ...  FLEA. 
ἀνόμοιος ἔφυς ἄρα  ...  I see you are not at all like 
ταῖς ψύλλαις  ...  the fleas, 
ὦ βοῦ  ...  O ox, 
εἰ ἥδει τριβόμενος  ...  if you enjoy being rubbed
ὑπὸ τῶν ἀνθρώπων  ...  by the people, 
τοῦτο γὰρ ἡμεῖς φεύγομεν  ...  for this thing we flee
καὶ φοβούμεθα μάλιστα πάντων ...  and fear most of all.

And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.