Showing posts with label Author: Rushbrooke. Show all posts
Showing posts with label Author: Rushbrooke. Show all posts

Tuesday, March 18, 2025

Greek Reading: Fables 35

Today's fable is from Colton's Greek Reader, which has notes for the stories and a vocabulary in the back; the book is available at the Internet Archive. The joke is from Rushbrooke's First Greek Reader, also at the Internet Archive and with a dictionary in the back.

So, here are the stories in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.

(fox with a cropped tail)

Ἀλώπηξ ὑπό τινος παγίδος τὴν οὐρὰν ἀποκοπεῖσα, ἐξ αἰσχύνης ἀβίωτον τὸν βίον ἡγεῖτο. Ἔγνω δὲ καὶ τὰς ἄλλας ἀλώπεκας εἰς τὸ αὐτὸ περιαγαγεῖν, ἵνα τῷ κοινῷ πάθει τὸ ἴδιον ἐλάττωμα συγκρύψῃ. Καὶ δὴ ἁπάσας ἀθροίσασα, παρῄνει αὐταῖς τὰς οὐρὰς ἀποκόπτειν, λέγουσα ὡς οὐκ ἀπρεπὲς τοῦτο μόνον, ἀλλὰ καὶ περισσὸν αὐταῖς προσήρτηται βάρος. Τούτων δέ τις ὑπολαβοῦσα, ἔφη· Ὦ φίλη, ἀλλ' εἴ σοι μὴ τοῦτο συνέφερεν, οὐκ ἂν ἡμῖν αὐτὸ συνεβούλευες.

Ἀλώπηξ 
ὑπό τινος παγίδος 
τὴν οὐρὰν ἀποκοπεῖσα, 
ἐξ αἰσχύνης 
ἀβίωτον τὸν βίον ἡγεῖτο. 
Ἔγνω δὲ 
καὶ τὰς ἄλλας ἀλώπεκας 
εἰς τὸ αὐτὸ περιαγαγεῖν, 
ἵνα τῷ κοινῷ πάθει 
τὸ ἴδιον ἐλάττωμα συγκρύψῃ. 
Καὶ δὴ ἁπάσας ἀθροίσασα, 
παρῄνει αὐταῖς 
τὰς οὐρὰς ἀποκόπτειν, 
λέγουσα ὡς 
οὐκ ἀπρεπὲς τοῦτο μόνον, 
ἀλλὰ καὶ περισσὸν αὐταῖς προσήρτηται βάρος. 
Τούτων δέ τις ὑπολαβοῦσα, 
ἔφη· 
Ὦ φίλη, 
ἀλλ' εἴ σοι μὴ τοῦτο συνέφερεν, 
οὐκ ἂν ἡμῖν αὐτὸ συνεβούλευες.

Ἀλώπηξ  ...  A fox
τὴν οὐρὰν ἀποκοπεῖσα  ...  had her tail cut off
ὑπό τινος παγίδος  ...  by a trap,
ἐξ αἰσχύνης  ...  and from shame 
ἀβίωτον τὸν βίον ἡγεῖτο  ...  lived a life not worth living. 
Ἔγνω δὲ περιαγαγεῖν  ...  She decided to lead
καὶ τὰς ἄλλας ἀλώπεκας  ...  the other foxes also 
εἰς τὸ αὐτὸ  ...  to the same, 
ἵνα συγκρύψῃ  ...  so that she could cover up 
τὸ ἴδιον ἐλάττωμα  ...  her own loss 
τῷ κοινῷ πάθει  ...  with a common misfortune.
Καὶ δὴ ἀθροίσασα  ...  And when she gathered together
ἁπάσας  ...  all the foxes,
παρῄνει αὐταῖς  ...  she advised them 
τὰς οὐρὰς ἀποκόπτειν  ...  to cut off their tails, 
λέγουσα ὡς  ...  saying that 
οὐκ μόνον  ...  not only was 
ἀπρεπὲς τοῦτο  ...  having a tail unbecoming, 
ἀλλὰ καὶ  ...  but also 
περισσὸν βάρος  ...  it was an added weight
αὐταῖς προσήρτηται  ...  attached to them. 
Τούτων δέ τις  ...  One of those foxes 
ὑπολαβοῦσα  ...  interrupted, 
ἔφη  ...  and said, 
ἀλλ' ὦ φίλη  ...  but, my dear, 
εἴ μὴ τοῦτο συνέφερεν  ...  if this was not advantageous
σοι  ...  to you,
οὐκ ἂν αὐτὸ συνεβούλευες  ...  you would not recommend it
ἡμῖν  ...  to us.


Κυμαῖός τις ἐπ' ὄνου παρὰ κῆπον ὠχεῖτο. ἰδὼν δὲ κλάδον συκῆς ὑπερέχοντα, σύκων ὡραίων πεπληρωμένον, ἐπελάβετο τοῦ κλάδου. Τοῦ δὲ ὄνου ὑπεκδραμόντος ἐπεκρεμάσθη, καὶ τοῦ γειτόνος ἐρωτήσαντος τί ἐκεῖ ποιεῖ κρεμάμενος, ἔλεγεν, Ἐκ τοῦ ὄνου πέπτωκα.

Κυμαῖός τις 
ἐπ' ὄνου 
παρὰ κῆπον ὠχεῖτο. 
ἰδὼν δὲ κλάδον συκῆς 
ὑπερέχοντα, 
σύκων ὡραίων πεπληρωμένον, 
ἐπελάβετο τοῦ κλάδου. 
Τοῦ δὲ ὄνου ὑπεκδραμόντος 
ἐπεκρεμάσθη, 
καὶ τοῦ γειτόνος ἐρωτήσαντος 
τί ἐκεῖ ποιεῖ 
κρεμάμενος, 
ἔλεγεν, 
Ἐκ τοῦ ὄνου πέπτωκα.

Κυμαῖός τις  ...  A certain fool (Cumaean)
ἐπ' ὄνου  ...  on a donkey 
παρὰ κῆπον ὠχεῖτο  ...  rode by a fig tree. 
ἰδὼν δὲ κλάδον συκῆς  ...  Seeing a branch of the fig tree
ὑπερέχοντα  ...  up above, 
σύκων ὡραίων πεπληρωμένον  ...  full of ripe figs, 
ἐπελάβετο τοῦ κλάδου  ...  he grabbed the branch. 
Τοῦ δὲ ὄνου  ... The donkey
ὑπεκδραμόντος  ...  backed out from under him,
ἐπεκρεμάσθη  ...  and the man was hanging there, 
καὶ τοῦ γειτόνος  ...  and his neighbor 
ἐρωτήσαντος  ...  asked 
τί ποιεῖ  ...  what he was doing 
ἐκεῖ κρεμάμενος  ...  hanging there; 
ἔλεγεν  ...  the fool said, 
Ἐκ τοῦ ὄνου πέπτωκα  ...  I fell off my donkey.

(This same story is told about Nasruddin; several of these ancient Greek jokes circulate later as Nasruddin jokes!)

And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.



Monday, March 17, 2025

Greek Reading: Fables 34

Today's fable is from Colton's Greek Reader, which has notes for the stories and a vocabulary in the back; the book is available at the Internet Archive. The joke is from Rushbrooke's First Greek Reader, also at the Internet Archive and with a dictionary in the back.

So, here are the stories in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.



Ἑρμῆς, γηῶναι βουλόμενος ἐν τίνι τιμῇ παρ' ἀνθρώποις ἐστὶν, ἧκεν εἰς ἀγαλματοποιοῦ, ἑαυτὸν εἰκάσας ἀνθρώπῳ, καὶ θεασάμενος ἄγαλμα τοῦ Διὸς ἠρώτα, πόσου τις αὐτὸ πρίασθαι δύναται. Τοῦ δὲ εἰπόντος, Δραχμῆς, γελάσας, Πόσου τὸ τῆς Ἥρας; ἔφη. Εἰπόντος δὲ, Πλείονος, ἰδὼν καὶ τὸ ἑαυτοῦ ἄγαλμα, καὶ νομίσας, ὡς, ἐπειδὴ ἄγγελός ἐστι Θεῶν καὶ κερδῷος, πολὺν αὑτοῦ παρὰ τοῖς ἀνθρώποις εἶναι τὸν λόγον, ἤρετο περὶ αὐτοῦ. Ὁ δ' ἀγαλματοποιὸς ἔφη· Ἐὰν τούτους ὠνήσῃ, καὶ τοῦτον προσθήκην σοι δίδωμι.

Ἑρμῆς γηῶναι βουλόμενος 
ἐν τίνι τιμῇ 
παρ' ἀνθρώποις ἐστὶν, 
ἧκεν εἰς ἀγαλματοποιοῦ, 
ἑαυτὸν εἰκάσας ἀνθρώπῳ, 
καὶ θεασάμενος ἄγαλμα τοῦ Διὸς 
ἠρώτα, 
πόσου τις αὐτὸ πρίασθαι δύναται. 
Τοῦ δὲ εἰπόντος, 
Δραχμῆς, γελάσας, 
Πόσου τὸ τῆς Ἥρας; 
ἔφη. 
Εἰπόντος δὲ, 
Πλείονος, 
ἰδὼν καὶ τὸ ἑαυτοῦ ἄγαλμα, 
καὶ νομίσας, 
ὡς, ἐπειδὴ ἄγγελός ἐστι Θεῶν 
καὶ κερδῷος, 
πολὺν αὑτοῦ 
παρὰ τοῖς ἀνθρώποις 
εἶναι τὸν λόγον, 
ἤρετο περὶ αὐτοῦ. 
Ὁ δ' ἀγαλματοποιὸς ἔφη· 
Ἐὰν τούτους ὠνήσῃ, 
καὶ τοῦτον 
προσθήκην σοι δίδωμι.

Ἑρμῆς γηῶναι βουλόμενος  ...  Hermes wanted to know
ἐν τίνι τιμῇ ἐστὶν  ...  how he was valued
παρ' ἀνθρώποις  ...  by people, 
ἧκεν εἰς ἀγαλματοποιοῦ  ...  so he went to a sculptor
ἑαυτὸν εἰκάσας ἀνθρώπῳ  ...  and made himself look like a man.
καὶ θεασάμενος ἄγαλμα τοῦ Διὸς  ...  He saw a statue of Zeus
ἠρώτα  ...  and asked 
πόσου τις αὐτὸ πρίασθαι δύναται  ...  how much it cost.
Τοῦ δὲ εἰπόντος  ...  And the sculptor answered, 
Δραχμῆς ...  A drachma.
γελάσας ἔφη ...  And Hermes laughed and said, 
Πόσου τὸ τῆς Ἥρας  ...  how much for the statue of Hera?
Εἰπόντος δὲ  ...  And the statue-maker said, 
Πλείονος  ...  More.
ἰδὼν καὶ τὸ ἑαυτοῦ ἄγαλμα  ...  And he saw a statue of himself
καὶ νομίσας  ...  and thought, 
ὡς ἐπειδὴ ἄγγελός ἐστι Θεῶν  ...  as he was the gods' messenger 
καὶ κερδῷος  ...  and a bringer of profit, 
πολὺν αὑτοῦ εἶναι τὸν λόγον  ...  his would be reckoned highly
παρὰ τοῖς ἀνθρώποις  ...  by the people. 
ἤρετο περὶ αὐτοῦ  ...  He asked about it 
Ὁ δ' ἀγαλματοποιὸς ἔφη  ...  and the sculptor said,
Ἐὰν τούτους ὠνήσῃ  ...  If you buy those, 
σοι δίδωμι καὶ τοῦτον  ...  I'll give you this one too
προσθήκην  ... as an add-on.



Δύσκολόν τινά τις ἐζήτει. ὁ δὲ ἀπεκρίνατο, Οὐκ εἰμὶ ὧδε. Τοῦ δὲ γελάσαντος καὶ εἰπόντος, Ψεύδει· τὴς γὰρ φωνῆς σου ἀκούω, εἶπεν, ὦ κάθαρμα, εἰ μὲν ὁ δοῦλός μου εἶπεν, ἐπίστευσας ἂν αὐτῷ· ἐγὼ δέ σοι οὐ φαίνομαι ἀξιοπιστότερος ἐκείνου εἶναι;

Δύσκολόν τινά 
τις ἐζήτει. 
ὁ δὲ ἀπεκρίνατο, 
Οὐκ εἰμὶ ὧδε. 
Τοῦ δὲ γελάσαντος 
καὶ εἰπόντος, 
Ψεύδει· 
τὴς γὰρ φωνῆς σου ἀκούω, 
εἶπεν, 
ὦ κάθαρμα, 
εἰ μὲν ὁ δοῦλός μου εἶπεν, 
ἐπίστευσας ἂν αὐτῷ· 
ἐγὼ δέ 
σοι οὐ φαίνομαι 
ἀξιοπιστότερος ἐκείνου εἶναι;

τις ἐζήτει  ...  Someone was looking
δύσκολόν τινά  ...  for a grouchy person.
ὁ δὲ ἀπεκρίνατο  ...  The grouch answered, 
Οὐκ εἰμὶ ὧδε  ...  I'm not here!
Τοῦ δὲ γελάσαντος  ...  The visitor laughed
καὶ εἰπόντος  ...  and said,
Ψεύδει  ...  You're lying,
τὴς γὰρ φωνῆς σου ἀκούω  ...  for I hear your voice. 
εἶπεν  ...  The grouch said,
ὦ κάθαρμα  ...  You scum, 
εἰ μὲν ὁ δοῦλός μου εἶπεν  ...  if my slave had said it, 
ἐπίστευσας ἂν αὐτῷ  ...  you'd have believed him. 
ἐγὼ δέ σοι οὐ φαίνομαι εἶναι  ...  Don't I seem to you to be
ἀξιοπιστότερος ἐκείνου  ...  more trustworthy than him?

And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.



Thursday, March 13, 2025

Greek Reading: Fables 33

Today's fables are from Potts and Darnell's Aditus Faciliores Graeci and from Colton's Greek Reader, both of which have notes for the stories and a vocabulary in the back and are available at the Internet Archive. The joke is from Rushbrooke's First Greek Reader, also at the Internet Archive, and with a dictionary in the back.

So, here are the stories in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.


Γερανοί ποτε κατενέμοντο τὴν χώραν γεωργοῦ τινὸς νεωστὶ ἐσπαρμένην. ὁ δὲ πολλῇ κραυγῇ καὶ βοῇ ἀπηλαυνεν αὐτούς. οἱ δὲ γέρανοι τὸ μὲν πρῶτον ἀπέφευγον φοβηθέντες, ὕστερον δὲ εἰθισμένοι κατεφρόνησαν τε αὐτοῦ καὶ οὐκ ἀπέφυγον. τότε δὲ ὁ γεωργὸς λίθους ἔβαλλεν. ὁ δὲ γεραίτατος τῶν γεράνων ἰδὼν ἔλεγεν, ἀποφεύγωμεν, φίλοι, οὗτος γὰρ ὁ ἀνὴρ οὐκέτι ἀπειλεῖ, ἀλλ' ἤδη πράσσειν τι ἄρχεται.

Γερανοί ποτε κατενέμοντο 
τὴν χώραν γεωργοῦ τινὸς 
νεωστὶ ἐσπαρμένην. 
ὁ δὲ 
πολλῇ κραυγῇ καὶ βοῇ 
ἀπηλαυνεν αὐτούς. 
οἱ δὲ γέρανοι 
τὸ μὲν πρῶτον ἀπέφευγον 
φοβηθέντες, 
ὕστερον δὲ 
εἰθισμένοι 
κατεφρόνησαν τε αὐτοῦ 
καὶ οὐκ ἀπέφυγον. 
τότε δὲ ὁ γεωργὸς 
λίθους ἔβαλλεν. 
ὁ δὲ γεραίτατος τῶν γεράνων 
ἰδὼν ἔλεγεν, 
ἀποφεύγωμεν, φίλοι, 
οὗτος γὰρ ὁ ἀνὴρ 
οὐκέτι ἀπειλεῖ, 
ἀλλ' ἤδη 
πράσσειν τι ἄρχεται.

Γερανοί ποτε κατενέμοντο  ...  Some cranes once grazed
τὴν χώραν γεωργοῦ τινὸς  ...  on a certain farmer's land
νεωστὶ ἐσπαρμένην  ...  which had recently been sown.
ὁ δὲ  ...  But he 
πολλῇ κραυγῇ καὶ βοῇ  ...  with a loud shout and cry 
ἀπηλαυνεν αὐτούς  ...  drove the cranes away. 
οἱ δὲ γέρανοι  ...  And the cranes 
τὸ μὲν πρῶτον ἀπέφευγον  ...  fled at first, 
φοβηθέντες  ...  being afraid, 
ὕστερον δὲ  ...  but the next time, 
εἰθισμένοι  ...  getting accustomed (to the shouting),
κατεφρόνησαν τε αὐτοῦ  ...  they scorned him, 
καὶ οὐκ ἀπέφυγον  ...  and did not flee. 
τότε δὲ ὁ γεωργὸς  ...  And then the farmer 
λίθους ἔβαλλεν  ...  threw stones. 
ὁ δὲ γεραίτατος τῶν γεράνων  ...  The eldest of the cranes 
ἰδὼν ἔλεγεν  ...  saw this and said, 
ἀποφεύγωμεν, φίλοι  ...  My friends, let us flee! 
οὗτος γὰρ ὁ ἀνὴρ  ...  For this man
οὐκέτι ἀπειλεῖ  ...  is no longer just making threats, 
ἀλλ' ἤδη  ...  but now 
πράσσειν τι ἄρχεται  ...  he is starting to do something!




(another version of a story you have seen before here and here)

Ἄνθρωπός τις ἵππον εἶχε καὶ ὄνον· ἐπεφόρτισε δὲ πλείω τὴν ὄνον· ἥτις δὴ καὶ ὁδεύσασα μετὰ πολλοῦ τοῦ βάρους, πρὸς τὸν ἵππον ἐβόα· Λάβε ἀπὸ τοῦ βάρους, καὶ κούφισόν με ὀλίγον· οὐ γὰρ δύναμαι ταῦτα πάντα βαστάζειν· καὶ εἰ μὲν βούλει, ζήσομεν ἐν τῷ βίῳ· εἰ δὲ μὴ πεισθῇς μοι, ὄψει με τεθνηκυῖαν. Ὁ δὲ οὐκ ἐπείσθη ἐλεῆσαι τὴν ὄνον· καὶ παραχρῆμα θανοῦσα ἐπεπτώκει. Τοῦ δὲ κυρίου θέντος πάντα τῷ παναθλίῳ. Τί μοι συνέβη ἄρτι τῷ ταλαιπώρῳ; εἶτε· μὴ θελήσας γὰρ μικρὸν λαβεῖν ἐκ τοῦ βάρους, ἰδοὺ ἅπαντα βαστάζω σὺν τῷ δέρματι.

Ἄνθρωπός τις 
ἵππον εἶχε καὶ ὄνον· 
ἐπεφόρτισε δὲ τὴν ὄνον
πλείω· 
ἥτις δὴ 
καὶ ὁδεύσασα 
μετὰ πολλοῦ τοῦ βάρους, 
πρὸς τὸν ἵππον ἐβόα· 
Λάβε ἀπὸ τοῦ βάρους, 
καὶ κούφισόν με ὀλίγον· 
οὐ γὰρ δύναμαι 
ταῦτα πάντα βαστάζειν· 
καὶ εἰ μὲν βούλει, 
ζήσομεν ἐν τῷ βίῳ· 
εἰ δὲ μὴ πεισθῇς μοι, 
ὄψει με τεθνηκυῖαν. 
Ὁ δὲ οὐκ ἐπείσθη 
ἐλεῆσαι τὴν ὄνον· 
καὶ παραχρῆμα θανοῦσα 
ἐπεπτώκει. 
Τοῦ δὲ κυρίου 
θέντος πάντα 
τῷ παναθλίῳ. 
Τί μοι συνέβη 
ἄρτι τῷ ταλαιπώρῳ; 
εἶτε· 
μὴ θελήσας γὰρ 
μικρὸν λαβεῖν 
ἐκ τοῦ βάρους, 
ἰδοὺ 
ἅπαντα βαστάζω 
σὺν τῷ δέρματι.

Ἄνθρωπός τις  ...  A certain man
ἵππον εἶχε καὶ ὄνον  ...  had a horse and a she-donkey,
ἐπεφόρτισε δὲ τὴν ὄνον  ...  and he loaded the donkey
πλείω  ...  more heavily. 
ἥτις δὴ καὶ ὁδεύσασα  ...  So indeed she traveled along
μετὰ πολλοῦ τοῦ βάρους  ...  with this great load, 
πρὸς τὸν ἵππον ἐβόα  ...  and shouted at the horse: 
Λάβε ἀπὸ τοῦ βάρους  ...  Take some of this load, 
καὶ κούφισόν με ὀλίγον  ...  and alleviate me a little, 
οὐ γὰρ δύναμαι  ...  for I am not able 
ταῦτα πάντα βαστάζειν  ...  to carry all this, 
καὶ εἰ μὲν βούλει  ...  and if you agree, 
ζήσομεν ἐν τῷ βίῳ  ...  we'll live in this world,
εἰ δὲ μὴ πεισθῇς μοι  ...  but if you don't obey me,
ὄψει με τεθνηκυῖαν  ...  you'll see me dead. 
Ὁ δὲ οὐκ ἐπείσθη  ...  But the horse was not persuaded
ἐλεῆσαι τὴν ὄνον  ...  to take pity on the donkey, 
καὶ παραχρῆμα θανοῦσα  ...  and she soon died 
ἐπεπτώκει  ...  and fell down. 
Τοῦ δὲ κυρίου θέντος πάντα  ...  Their owner put everything
τῷ παναθλίῳ  ...  on that most wretched (horse),
εἶτε  ...  and the horse said:
Τί μοι συνέβη  ...  What has happened to me 
ἄρτι τῷ ταλαιπώρῳ  ...  wretched as I am now?
μὴ θελήσας γὰρ  ...  For I did not want 
μικρὸν λαβεῖν ἐκ τοῦ βάρους  ...  to take a little of the load, 
ἰδοὺ  ...  and look: 
ἅπαντα βαστάζω  ...  I am carrying everything 
σὺν τῷ δέρματι  ...  along with the (donkey's) skin.




Σχολαστικός τις, ποταμὸν βουλόμενος περᾶν, ἐπέβη ἐπὶ τὸ πλοῖον ἐφ' ἵππου καθήμενος. πυθομένου δὲ τινος τὴν αἰτίαν, ἔφη, σπουδάζειν.

Σχολαστικός τις, 
ποταμὸν βουλόμενος περᾶν, 
ἐπέβη ἐπὶ τὸ πλοῖον 
ἐφ' ἵππου καθήμενος. 
πυθομένου δὲ τινος 
τὴν αἰτίαν, 
ἔφη, 
σπουδάζειν.

Σχολαστικός τις  ...  A certain dunce
ποταμὸν βουλόμενος περᾶν  ...  wanted to cross a river
ἐπέβη ἐπὶ τὸ πλοῖον  ...  and got on to the ferry 
ἐφ' ἵππου καθήμενος  ...  seated upon his horse. 
πυθομένου δὲ τινος  ...  When someone asked 
τὴν αἰτίαν  ...  the reason (for staying on his horse),
ἔφη  ...  he said:
σπουδάζειν  ...  In order to hurry.

And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.



Tuesday, March 11, 2025

Greek Reading: Fables 32

Today's fables are from Potts and Darnell's Aditus Faciliores Graeci and from Colton's Greek Reader, both of which have notes for the stories and a vocabulary in the back and are available at the Internet Archive. The joke is from Rushbrooke's First Greek Reader, also at the Internet Archive, and with a dictionary in the back.

So, here are the stories in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.


Νεανίας τις θέρους ὄντος Μεγάραδε πορευόμενος ὄνον ἐξ ἄστεος ἐμισθώσατο, ἐβάδιζε δὲ μετ' αὐτοῦ καὶ ὁ μισθώσας τὸν ὄνον. Μεσούσης δὲ τῆς ἡμέρας καὶ τοῦ ἡλίου σφόδρα φλέγοντος, ἑκάτερος αὐτῶν ἐβούλετο ὑποδύεσθαι ὑπὸ τὴν σκιὰν τοῦ ὄνου. εἶργον δὲ ἀλλήλους, ὁ μὲν λέγων μεμισθωκέναι μὲν τὸν ὄνον, τὴν δὲ σκιὰν οὔ. ὁ δὲ ἕτερος ἔφη ἀμφότερα μισθώσασθαι.

Νεανίας τις 
θέρους ὄντος 
Μεγάραδε πορευόμενος 
ὄνον ἐξ ἄστεος ἐμισθώσατο, 
ἐβάδιζε δὲ μετ' αὐτοῦ 
καὶ ὁ μισθώσας τὸν ὄνον. 
Μεσούσης δὲ τῆς ἡμέρας 
καὶ τοῦ ἡλίου σφόδρα φλέγοντος, 
ἑκάτερος αὐτῶν 
ἐβούλετο ὑποδύεσθαι 
ὑπὸ τὴν σκιὰν τοῦ ὄνου. 
εἶργον δὲ ἀλλήλους, 
ὁ μὲν λέγων 
μεμισθωκέναι μὲν τὸν ὄνον, 
τὴν δὲ σκιὰν οὔ. 
ὁ δὲ ἕτερος ἔφη 
ἀμφότερα μισθώσασθαι.

Νεανίας τις  ... A certain young man, 
θέρους ὄντος  ... during summertime, 
Μεγάραδε πορευόμενος  ... was going to Megara, 
ὄνον ἐξ ἄστεος ἐμισθώσατο  ... and hired a donkey from town, 
ἐβάδιζε δὲ μετ' αὐτοῦ  ... and he went with the donkey 
καὶ ὁ μισθώσας τὸν ὄνον  ... and the donkey's owner. 
Μεσούσης δὲ τῆς ἡμέρας  ... When it was mid-day 
καὶ τοῦ ἡλίου σφόδρα φλέγοντος  ... and the sun was blazing hot, 
ἑκάτερος αὐτῶν  ... each of the men 
ἐβούλετο ὑποδύεσθαι  ... wanted to creep down under 
ὑπὸ τὴν σκιὰν τοῦ ὄνου  ... the donkey's shadow. 
εἶργον δὲ ἀλλήλους  ... They each blocked the other; 
ὁ μὲν λέγων  ... the owner said 
μεμισθωκέναι μὲν τὸν ὄνον  ... he'd rented the donkey, 
τὴν δὲ σκιὰν οὔ  ... but not the donkey's shadow. 
ὁ δὲ ἕτερος ἔφη  ... The other said 
ἀμφότερα μισθώσασθαι  ... he had rented both!


Λέων ἀκούσας βατράχου μέγα κεκραγότος ἐστράφη πρὸς τὴν φωνὴν, οἰόμενος μέγα τι ζῶον εἶναι. Προσμείνας δὲ αὐτὸν μικρὸν χρόνον, ὡς ἐθεάσατο τοῦτον ἐκ τῆς λίμνης ἀπελθόντα, προσελθὼν κατεπάτησεν αὐτὸν εἰπών· Μηδένα ἀκοὴ ταραττέτω πρὸ τῆς θέας, ἤγουν μηδεὶς πρὸ τοῦ ἰδεῖν ταραττέσθω ὑπό τινος. 

Λέων 
ἀκούσας βατράχου 
μέγα κεκραγότος 
ἐστράφη πρὸς τὴν φωνὴν, 
οἰόμενος μέγα τι ζῶον εἶναι. 
Προσμείνας δὲ αὐτὸν 
μικρὸν χρόνον, 
ὡς ἐθεάσατο τοῦτον 
ἐκ τῆς λίμνης ἀπελθόντα, 
προσελθὼν 
κατεπάτησεν αὐτὸν 
εἰπών· 
Μηδένα 
ἀκοὴ ταραττέτω 
πρὸ τῆς θέας, 
ἤγουν μηδεὶς 
πρὸ τοῦ ἰδεῖν 
ταραττέσθω ὑπό τινος. 

Λέων  ...  A lion
ἀκούσας βατράχου  ...  heard a frog 
μέγα κεκραγότος  ...  croaking loudly 
ἐστράφη ...  and turned
πρὸς τὴν φωνὴν  ...  towards the sound,
οἰόμενος  ...  he thought
μέγα τι ζῶον εἶναι  ...  it must be some great animal. 
Προσμείνας δὲ αὐτὸν  ...  He waited for it 
μικρὸν χρόνον  ...  for a little while 
ὡς ἐθεάσατο τοῦτον  ...  when he saw it 
ἐκ τῆς λίμνης ἀπελθόντα  ...  coming out of the swamp. 
προσελθὼν  ...  He walked over 
κατεπάτησεν αὐτὸν  ...  and stamped on it 
εἰπών  ...  saying, 
Μηδένα ἀκοὴ ταραττέτω  ...  Let a sound disturb no one 
πρὸ τῆς θέας  ...  before it is seen, 
ἤγουν ... rather:
μηδεὶς ταραττέσθω ... let no one be disturbed
ὑπό τινος  ...  by anything 
πρὸ τοῦ ἰδεῖν  ...  before seeing (it).



Σχολαστικός τις ἀδελφοὺς δύο ἰδὼν, θαυμαζόντων τινῶν τὴν ὁμοιότητα αὐτῶν, Οὐχ οὕτως, φησὶν, ὁμοῖός ἐστιν οὗτος ἐκείνῳ, ὡς ἐκεῖνος τούτῳ.

Σχολαστικός τις 
ἀδελφοὺς δύο ἰδὼν, 
θαυμαζόντων τινῶν 
τὴν ὁμοιότητα αὐτῶν, 
Οὐχ οὕτως, φησὶν, 
ὁμοῖός ἐστιν οὗτος ἐκείνῳ, 
ὡς ἐκεῖνος τούτῳ.

Σχολαστικός τις  ... A certain dunce
ἀδελφοὺς δύο ἰδὼν  ... saw two brothers: 
θαυμαζόντων τινῶν  ... when some people were amazed 
τὴν ὁμοιότητα αὐτῶν  ... at the brothers' similarity,
φησὶν  ... the dunce said
οὗτος ...  This brother
οὐχ οὕτως ὁμοῖός ἐστιν  ... is not so similar to
ἐκείνῳ ... that one 
ὡς ἐκεῖνος τούτῳ  ... as that one is to this one.


And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.



Saturday, March 8, 2025

Greek Reading: Fables 31

Today's fables are from Potts and Darnell's Aditus Faciliores Graeci and from Colton's Greek Reader, both of which have notes for the stories and a vocabulary in the back and are available at the Internet Archive. The joke is from Rushbrooke's First Greek Reader, also at the Internet Archive, and with a dictionary in the back.

So, here are the stories in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.


Λύχνος ποτέ τις ἐλαίου πλήρης λαμπρότατα ἔλαμπε, καὶ ὀγκωθεὶς μέγαλα ἐκόμπει. ὡς δὲ αὐτὸν οἱ παριόντες ἐθαύμαζον, εἶπεν αὐτοῖς, ἰδοῦ, πολῖται. ἐγὼ γὰρ λαμπρότερός εἰμι τῆς σελήνης καὶ τῶν ἀστέρων. εἰπόντος δὲ αὐτοῦ ταῦτα, ἄνεμος ἰσχυρὸς ἐπιγενόμενος κατέσβεσεν αὐτῷ τὴν φλόγα. τῶν δὲ παρόντων τις ἀνῆψεν αὐτὸν λέγων, μή μεγαλαύχει. σεαυτῷ γὰρ καλὸς εἶναι δοκεῖς. ὅμως δὲ σμικρά σε ῥιπὴ ἄνεμου ἀποσβέσας ἀποκτείνει. οἱ δὲ ἀστέρες εἰσίν ἀθάνατοι, καὶ ἐς ἀεὶ λάμψουσιν.

Λύχνος ποτέ τις 
ἐλαίου πλήρης 
λαμπρότατα ἔλαμπε, 
καὶ ὀγκωθεὶς μέγαλα ἐκόμπει. 
ὡς δὲ αὐτὸν 
οἱ παριόντες ἐθαύμαζον, 
εἶπεν αὐτοῖς, 
ἰδοῦ, πολῖται. 
ἐγὼ γὰρ λαμπρότερός εἰμι 
τῆς σελήνης καὶ τῶν ἀστέρων. 
εἰπόντος δὲ αὐτοῦ ταῦτα,
ἄνεμος ἰσχυρὸς ἐπιγενόμενος 
κατέσβεσεν αὐτῷ τὴν φλόγα. 
τῶν δὲ παρόντων τις 
ἀνῆψεν αὐτὸν λέγων, 
μή μεγαλαύχει. 
σεαυτῷ γὰρ 
καλὸς εἶναι δοκεῖς. 
ὅμως δὲ 
σμικρά σε ῥιπὴ ἄνεμου ἀποσβέσας ἀποκτείνει. 
οἱ δὲ ἀστέρες εἰσίν ἀθάνατοι, 
καὶ ἐς ἀεὶ λάμψουσιν.

Λύχνος ποτέ τις  ...  Once upon a time a lamp
ἐλαίου πλήρης  ...  full of oil 
λαμπρότατα ἔλαμπε  ...  shone very brightly, 
καὶ ὀγκωθεὶς  ... and puffed up with pride
μέγαλα ἐκόμπει  ...  he boasted loudly.
ὡς δὲ οἱ παριόντες  ...  as the bystanders
ἐθαύμαζον αὐτὸν  ... looked at him in wonder,
εἶπεν αὐτοῖς  ...  he said to them:
ἰδοῦ, πολῖται  ...  Behold, citizens,
ἐγὼ γὰρ λαμπρότερός εἰμι  ...  for I am brighter 
τῆς σελήνης καὶ τῶν ἀστέρων  ...  the the moon and stars. 
εἰπόντος δὲ αὐτοῦ ταῦτα  ...  As the lamp said these things,
ἄνεμος ἰσχυρὸς ἐπιγενόμενος  ...  a strong wind arose 
κατέσβεσεν αὐτῷ τὴν φλόγα  ...  and extinguished his flame. 
τῶν δὲ παρόντων τις  ...  One of the bystanders 
ἀνῆψεν αὐτὸν λέγων  ...  relit the lamp and said, 
μή μεγαλαύχει  ...  Don't boast! 
σεαυτῷ γὰρ  ... While to yourself
καλὸς εἶναι δοκεῖς  ...  you seem to be good, 
ὅμως δὲ  ...  nevertheless
σμικρά ῥιπὴ ἄνεμου  ...  a small puff of wind 
σε ἀποσβέσας ἀποκτείνει  ...  can put you out and kill you.
οἱ δὲ ἀστέρες εἰσίν ἀθάνατοι  ...  But the stars are immortal, 
καὶ ἐς ἀεὶ λάμψουσιν  ...  and they shine for eternity.





Ἀλώπηξ λιμώττουσα, ὡς ἐθεάσατο ἐπί τινα ἀναδενδράδα βότρυας κρεμαμενους, ἠβουλήθη αὐτῶν περιγενέσθαι, καὶ οὐκ ἐδύνατο· ἀπαλλαττομένη δὲ πρὸς ἑαυτὴν εἶπεν· Ὄμφακές εἰσιν.

Ἀλώπηξ λιμώττουσα, 
ὡς ἐθεάσατο 
ἐπί τινα ἀναδενδράδα 
βότρυας κρεμαμενους, 
ἠβουλήθη αὐτῶν περιγενέσθαι, 
καὶ οὐκ ἐδύνατο· 
ἀπαλλαττομένη δὲ 
πρὸς ἑαυτὴν εἶπεν· 
Ὄμφακές εἰσιν.

Ἀλώπηξ λιμώττουσα  ...  A hungry fox
ὡς ἐθεάσατο  ...  when she saw
βότρυας κρεμαμενους  ...  grape clusters hanging 
ἐπί τινα ἀναδενδράδα  ...  upon a vine trained up a tree, 
ἠβουλήθη αὐτῶν περιγενέσθαι  ...  wanted to reach them, 
καὶ οὐκ ἐδύνατο  ...  but was not able to do so. 
ἀπαλλαττομένη δὲ  ...  Going away
πρὸς ἑαυτὴν εἶπεν  ...  she said to herself: 
Ὄμφακές εἰσιν  ...  They were not ripe.


Σχολαστικός τις ἐθέλων τὸν ὄνον αὐτοῦ διδάξαι μὴ τρώγειν, οὐ παρέβαλεν αὐτῷ χόρτον. ἀποθανόντος δὲ τοῦ ὄνου λιμῷ ἔλεγε, Μεγάλα ἐζημιώθην· ὅτε γὰρ ἔμαθε μὴ τρώγειν, τότε ἀπέθανεν.

Σχολαστικός τις ἐθέλων
τὸν ὄνον αὐτοῦ διδάξαι 
μὴ τρώγειν, 
οὐ παρέβαλεν αὐτῷ χόρτον. 
ἀποθανόντος δὲ τοῦ ὄνου λιμῷ 
ἔλεγε, 
Μεγάλα ἐζημιώθην· 
ὅτε γὰρ ἔμαθε μὴ τρώγειν, 
τότε ἀπέθανεν.

Σχολαστικός τις ἐθέλων  ...  A certain dunce wanted
τὸν ὄνον αὐτοῦ διδάξαι  ...  to teach his donkey
μὴ τρώγειν  ...  to go without eating,
οὐ παρέβαλεν αὐτῷ χόρτον  ...  and didn't give him good. 
ἀποθανόντος δὲ τοῦ ὄνου λιμῷ  ...  The donkey died of hunger
ἔλεγε  ...  and he said:
Μεγάλα ἐζημιώθην  ...  What a terrible loss for me! 
ὅτε γὰρ ἔμαθε μὴ τρώγειν  ...  Just when he'd learned not to eat,
τότε ἀπέθανεν  ...  he died.


And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.



Thursday, March 6, 2025

Greek Reading: Fables 30

Today's fables are from Potts and Darnell's Aditus Faciliores Graeci and from Colton's Greek Reader, both of which have notes for the stories and a vocabulary in the back and are available at the Internet Archive. The joke is from Rushbrooke's First Greek Reader, also at the Internet Archive, and with a dictionary in the back.

So, here are the stories in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.


Ἄνθρωπός τίς ποτε ἀλώπεκα ἑλὼν, λίνον τι προσέδησε τῇ κέρκῳ αὐτοῦ καὶ ἧψεν αὐτό. οὕτω δὲ αφῆκεν. δαίμων δὲ τις ὀργισθεὶς ὡδήγησε τὴν ἀλώπεκα ἐς τὴν ἄρουραν αὐτοῦ τοῦ ἀφέντος τὴν ἀλώπεκα. ἡ δὲ τῇ φλογὶ τοῦ λίνου ἀνῆψεν αὐτοῦ τὸν σῖτον ἔτι ακμάζοντα. οὕτω πολλὴν τὴν ζημίαν τῆς ὠμότητος ἀπέτισεν.

Ἄνθρωπός τίς ποτε 
ἀλώπεκα ἑλὼν, 
λίνον τι προσέδησε 
τῇ κέρκῳ αὐτοῦ 
καὶ ἧψεν αὐτό. 
οὕτω δὲ αφῆκεν. 
δαίμων δὲ τις ὀργισθεὶς 
ὡδήγησε τὴν ἀλώπεκα 
ἐς τὴν ἄρουραν 
αὐτοῦ τοῦ ἀφέντος τὴν ἀλώπεκα. 
ἡ δὲ 
τῇ φλογὶ τοῦ λίνου 
ἀνῆψεν αὐτοῦ τὸν σῖτον 
ἔτι ακμάζοντα. 
οὕτω πολλὴν τὴν ζημίαν 
τῆς ὠμότητος 
ἀπέτισεν.

Ἄνθρωπός τίς ποτε  ... A man once
ἀλώπεκα ἑλὼν  ... caught a fox  
λίνον τι προσέδησε  ... and tied a flax rope 
τῇ κέρκῳ αὐτοῦ  ... onto the fox's tail 
καὶ ἧψεν αὐτό  ... and set it on fire. 
οὕτω δὲ αφῆκεν  ... then he let the fox loose. 
δαίμων δὲ τις ὀργισθεὶς  ... A god got angry
ὡδήγησε τὴν ἀλώπεκα  ... and guided the fox 
ἐς τὴν ἄρουραν αὐτοῦ  ... to the field of the man
τοῦ ἀφέντος τὴν ἀλώπεκα  ... who had let the fox go. 
ἡ δὲ  ... And the fox 
τῇ φλογὶ τοῦ λίνου  ... with the fire of the flax 
ἀνῆψεν αὐτοῦ τὸν σῖτον  ... burnt up his grain 
ἔτι ακμάζοντα  ... that was still ripening (in the field). 
οὕτω ἀπέτισεν  ... thus he paid
πολλὴν τὴν ζημίαν  ... a great penalty
τῆς ὠμότητος  ... for his cruelty. 



(a shorter version of a fable you saw from another reader earlier)

Ἐγγὺς φρέατος παῖς τις ἐκοιμᾶτο. Ἐπιστᾶσα δὲ αὐτῷ ἡ Τύχη ἐβόα, Ἀνάστα καὶ ἄπελθε ἐντεῦθεν, μὴ πως κάτωθεν τοῦ φρέατος πέσὴς, καὶ ἐμὲ τὴν Τύχην καταμέμψωνται πάντες.

Ἐγγὺς φρέατος 
παῖς τις ἐκοιμᾶτο. 
Ἐπιστᾶσα δὲ αὐτῷ 
ἡ Τύχη ἐβόα,
Ἀνάστα 
καὶ ἄπελθε ἐντεῦθεν, 
μὴ πως κάτωθεν τοῦ φρέατος πέσὴς, 
καὶ ἐμὲ τὴν Τύχην 
καταμέμψωνται πάντες.

Ἐγγὺς φρέατος  ... Beside a well
παῖς τις ἐκοιμᾶτο  ... a child fell asleep. 
Ἐπιστᾶσα δὲ αὐτῷ  ... Standing beside him 
ἡ Τύχη ἐβόα  ... Lady Luck shouted,
Ἀνάστα  ... Get up 
καὶ ἄπελθε ἐντεῦθεν  ... and go away from here 
μὴ πως πέσὴς  ... lest you fall 
κάτωθεν τοῦ φρέατος  ... down into the well, 
καὶ καταμέμψωνται πάντες  ... and everybody blame
ἐμὲ τὴν Τύχην  ... me, Lady Luck. 



Σχολαστικός τις ἀκούσας τινῶν εἰπόντων ὅτι,  ̔Ο πώγων σου ἤδη ἔρχεται, ἀπῆλθεν εἰς τὴν πύλην καὶ ἐξεδέχετο αὐτόν. Ἕτερος δὲ τὴν πρόφασιν ἐρωτήσας καὶ γνούς, Εἰκότως, ἔφη, μωροὶ καλούμεθα· πόθεν γὰρ οἶσθα εἰ διὰ τῆς ἑτέρας πύλης οὐκ ἔρχεται;

Σχολαστικός τις ἀκούσας 
τινῶν εἰπόντων ὅτι, 
 ̔Ο πώγων σου ἤδη ἔρχεται, 
ἀπῆλθεν εἰς τὴν πύλην 
καὶ ἐξεδέχετο αὐτόν. 
Ἕτερος δὲ 
τὴν πρόφασιν ἐρωτήσας 
καὶ γνούς, 
Εἰκότως, ἔφη, μωροὶ καλούμεθα· 
πόθεν γὰρ οἶσθα 
εἰ διὰ τῆς ἑτέρας πύλης οὐκ ἔρχεται;

Σχολαστικός τις ἀκούσας  ...  A certain dunce
τινῶν εἰπόντων ὅτι  ...  heard people telling him that 
 ̔Ο πώγων σου ἤδη ἔρχεται  ...  "Your beard is coming soon."
ἀπῆλθεν εἰς τὴν πύλην  ...  He went to the city gate
καὶ ἐξεδέχετο αὐτόν  ...  and waited for his beard.
Ἕτερος δὲ  ...  Another dunce
τὴν πρόφασιν ἐρωτήσας  ...  asked what he was doing 
καὶ γνούς ἔφη  ...  and when he found out, said,
Εἰκότως μωροὶ καλούμεθα  ...  It's right that we're called idiots!
πόθεν γὰρ οἶσθα  ...  For how do you know 
εἰ οὐκ ἔρχεται  ...  that it's not coming
διὰ τῆς ἑτέρας πύλης  ...  through the other gate?


And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.



Tuesday, March 4, 2025

Greek Reading: Fables 29

Today's fables are from Potts and Darnell's Aditus Faciliores Graeci and from Colton's Greek Reader, both of which have notes for the stories and a vocabulary in the back and are available at the Internet Archive. The joke is from Rushbrooke's First Greek Reader, also at the Internet Archive, and with a dictionary in the back.

So, here are the stories in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.



Κυναγός τις, τοξότης δεινότατος, εἰς ὄρος ἦλθεν. ἐλθόντος δὲ αὐτοῦ, φυγὴ πάντων τῶν θηρίων ἐγένετο. λέων δέ τις ἐπέμεινε καὶ μάχεσθαι ἤθελεν. ὁ δὲ κυναγὸς, ἄγγελόν τινα, ἔφη, σοὶ προπέμψω, ἵνα γνῷς οἷός τις αὐτός εἰμι. εἶτα ἐτόξευσεν. ὁ δὲ λέων, ἐβλήθη γάρ, ἐς τὴν νάπην ἀπέφευγε λέγων, εὖ οἶδα τοῦτον φοβερὸν ὄντα, ὅστις ἀγγέλους τοιούτους προπέμψαι δύναται.

Κυναγός τις, 
τοξότης δεινότατος, 
εἰς ὄρος ἦλθεν. 
ἐλθόντος δὲ αὐτοῦ, 
φυγὴ πάντων τῶν θηρίων ἐγένετο. 
λέων δέ τις ἐπέμεινε 
καὶ μάχεσθαι ἤθελεν. 
ὁ δὲ κυναγὸς, 
ἄγγελόν τινα, ἔφη, 
σοὶ προπέμψω, 
ἵνα γνῷς 
οἷός τις αὐτός εἰμι. 
εἶτα ἐτόξευσεν. 
ὁ δὲ λέων, 
ἐβλήθη γάρ, 
ἐς τὴν νάπην ἀπέφευγε 
λέγων, 
εὖ οἶδα 
τοῦτον φοβερὸν ὄντα, 
ὅστις 
ἀγγέλους τοιούτους προπέμψαι 
δύναται.

Κυναγός τις  ... A hunter,
τοξότης δεινότατος  ... a fearsome archer, 
εἰς ὄρος ἦλθεν  ... came to the mountain. 
ἐλθόντος δὲ αὐτοῦ  ... When he got there, 
φυγὴ πάντων τῶν θηρίων ἐγένετο  ... all the animals fled. 
λέων δέ τις ἐπέμεινε  ... But a lion remained
καὶ μάχεσθαι ἤθελεν  ... and wanted to fight. 
ὁ δὲ κυναγὸς ἔφη  ... The hunter said, 
ἄγγελόν τινα  ... A messenger
σοὶ προπέμψω  ... I'll send to you, 
ἵνα γνῷς  ... so that you know 
οἷός τις αὐτός εἰμι  ... just who I am. 
εἶτα ἐτόξευσεν  ... Then he shot. 
ὁ δὲ λέων  ... The lion, 
ἐβλήθη γάρ  ... as he was hit, 
ἐς τὴν νάπην ἀπέφευγε  ... fled into the woodland 
λέγων  ... saying, 
εὖ οἶδα  ... I know well 
τοῦτον φοβερὸν ὄντα  ... this is a terrible thing
ὅστις δύναται  ... who can
ἀγγέλους τοιούτους προπέμψαι  ... send messengers like that.



Αἴλουρος ἀκούσας, ὅτι ἔν τινι τόπῳ ἐπ' αὐλῇ ὄρνιθες νοσοῦσιν, εἰς ἰατρὸν ἑαυτὸν σχηματίσας, καὶ τὰ τὴς ἐπιστήμης πρόσφορα ἀναλαβὼν ἐργαλεῖα, παρεγένετο· καὶ στὰς πρὸ τῆς ἐπαύλεως, ἐπυνθάνετο αὐτὰς, πῶς ἔχοιεν. Αἱ δὲ ἀποκριθεῖσαι, Καλῶς, ἔφασαν, ἐὰν σὺ ἐντεῦθεν ἀπαλλαγῇς.

Αἴλουρος ἀκούσας 
ὅτι ἔν τινι τόπῳ ἐπ' αὐλῇ 
ὄρνιθες νοσοῦσιν, 
εἰς ἰατρὸν ἑαυτὸν σχηματίσας, 
καὶ τὰ τὴς ἐπιστήμης πρόσφορα 
ἀναλαβὼν ἐργαλεῖα, 
παρεγένετο· 
καὶ στὰς πρὸ τῆς ἐπαύλεως, 
ἐπυνθάνετο αὐτὰς, 
πῶς ἔχοιεν. 
Αἱ δὲ ἀποκριθεῖσαι, 
Καλῶς, ἔφασαν, 
ἐὰν σὺ ἐντεῦθεν ἀπαλλαγῇς.

Αἴλουρος ἀκούσας  ...  A cat heard
ὅτι ἔν τινι τόπῳ ἐπ' αὐλῇ  ...  that somewhere in a yard
ὄρνιθες νοσοῦσιν  ...  the chickens were sick, 
εἰς ἰατρὸν ἑαυτὸν σχηματίσας  ...  and dressed up as a doctor, 
καὶ ἀναλαβὼν ἐργαλεῖα  ...  taking up the instruments
τὰ τὴς ἐπιστήμης πρόσφορα  ...  that pertain to the profession,
παρεγένετο  ...  he went there 
καὶ στὰς πρὸ τῆς ἐπαύλεως  ...  and stood at the yard gate, 
ἐπυνθάνετο αὐτὰς  ...  and asked them
πῶς ἔχοιεν  ...  how they were doing.
Αἱ δὲ ἀποκριθεῖσαι ἔφασαν ...  And they answered, saying,
Καλῶς,  ...  We'd be doing well
ἐὰν σὺ ἐντεῦθεν ἀπαλλαγῇς  ...  if YOU would just get out of here.


Σχολαστικοὶ δύο ὁμοῦ ἐβάδιζον· ἰδὼν οὖν ὁ ἕτερος αὐτῶν μέλαιναν ὄρνιν, Ἀδελφὲ, φησὶν, ἴσως ταύτης ὁ ἀλεκτρύων ἀπέθανεν.

Σχολαστικοὶ δύο 
ὁμοῦ ἐβάδιζον· 
ἰδὼν οὖν ὁ ἕτερος αὐτῶν 
μέλαιναν ὄρνιν, 
Ἀδελφὲ, φησὶν, 
ἴσως ταύτης ὁ ἀλεκτρύων ἀπέθανεν.

Σχολαστικοὶ δύο  ... Two dunces
ὁμοῦ ἐβάδιζον  ... were walking together. 
ἰδὼν οὖν ὁ ἕτερος αὐτῶν  ... Then one of them saw 
μέλαιναν ὄρνιν  ... a black bird; 
φησὶν: Ἀδελφὲ  ... he said: Brother,
ἴσως  ... it looks like
ταύτης ὁ ἀλεκτρύων ἀπέθανεν  ...  her rooster must have died.
(i.e. the bird's black feathers are her mourning clothes)

And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.



Sunday, March 2, 2025

Greek Reading: Fables 28

Today's fables are from Potts and Darnell's Aditus Faciliores Graeci and from Colton's Greek Reader, both of which have notes for the stories and a vocabulary in the back and are available at the Internet Archive. The joke is from Rushbrooke's First Greek Reader, also at the Internet Archive, and with a dictionary in the back.

So, here are the stories in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.


Οἱ ὄρνιθές ποτε τοῖς θηρίοις ἐπολέμουν· ὁ δὲ πόλεμος ἄσπονδος ἦν καὶ δεινός. ἡ δὲ νυκτερίς μετ' οὐδετέρων ἦν. βούλομαι γὰρ, ἔφη, ἰδεῖν ὁπότεροι νικήσειν μέλλουσι. κρατούντων δὲ ποτε τῶν θηρίων αὐτοὶς συνεπολέμει ἡ νυκτερὶς καὶ πολλὴν σπουδὴν ἀπεδείξατο. τέλος δὲ οἱ ὄρνιθες συνεστράφησαν καὶ κραυγῇ πολλῇ χρώμενοι ἐνίκησαν τὰ θήρια. τότε δὲ αὖ νυκτερὶς μεταβαλομένη ἐς βοήθειαν ἦλθε τοῖς ὄρνισι. τέλος δὲ εἰρήνης γενομένης ἀμφοτέροις προδότις εἶναι ἔδοξε καὶ τῶν σπονδῶν ἀπεκλείσθη. διόπερ ἀποφυγεῖν ἀναγκασθεῖσα ἀπεκρύπτετο καὶ τὴν ἡμέραν ἐξιέναι ἐφοβεῖτο. ὅθεν δειλὴ ἐγένετο καὶ ἐν τῷ σκότῳ μόνον περιπέτεται.

Οἱ ὄρνιθές ποτε 
τοῖς θηρίοις ἐπολέμουν· 
ὁ δὲ πόλεμος ἄσπονδος ἦν 
καὶ δεινός. 
ἡ δὲ νυκτερίς 
μετ' οὐδετέρων ἦν. 
βούλομαι γὰρ, ἔφη, ἰδεῖν 
ὁπότεροι νικήσειν μέλλουσι. 
κρατούντων δὲ ποτε τῶν θηρίων 
αὐτοὶς συνεπολέμει ἡ νυκτερὶς 
καὶ πολλὴν σπουδὴν ἀπεδείξατο. 
τέλος δὲ 
οἱ ὄρνιθες συνεστράφησαν 
καὶ κραυγῇ πολλῇ χρώμενοι 
ἐνίκησαν τὰ θήρια. 
τότε δὲ αὖ νυκτερὶς μεταβαλομένη 
ἐς βοήθειαν ἦλθε τοῖς ὄρνισι. 
τέλος δὲ 
εἰρήνης γενομένης 
ἀμφοτέροις προδότις εἶναι ἔδοξε 
καὶ τῶν σπονδῶν ἀπεκλείσθη. 
διόπερ ἀποφυγεῖν ἀναγκασθεῖσα 
ἀπεκρύπτετο 
καὶ τὴν ἡμέραν ἐξιέναι ἐφοβεῖτο. 
ὅθεν δειλὴ ἐγένετο 
καὶ ἐν τῷ σκότῳ μόνον περιπέτεται.

Οἱ ὄρνιθές ποτε  ...  Once upon a time the birds
τοῖς θηρίοις ἐπολέμουν  ...  were at war with the animals.
ὁ δὲ πόλεμος ἄσπονδος ἦν  ...  The battle was unrelenting
καὶ δεινός  ...  and dreadful. 
ἡ δὲ νυκτερίς  ...  The bat 
μετ' οὐδετέρων ἦν  ...  was on neither side. 
βούλομαι γὰρ ἰδεῖν  ...  for I want to see,
ἔφη  ...  she said,
ὁπότεροι νικήσειν μέλλουσι  ...  which ones are going to win. 
τῶν θηρίων ποτε  ...  once when the animals
κρατούντων  ...  were prevailing,  
αὐτοὶς συνεπολέμει ἡ νυκτερὶς  ...  the bat fought on their side, 
καὶ πολλὴν σπουδὴν ἀπεδείξατο  ...  and offered great assistance. 
τέλος δὲ  ...  Finally 
οἱ ὄρνιθες συνεστράφησαν  ...  the birds counterattacked together 
καὶ κραυγῇ πολλῇ χρώμενοι  ...  and uttering a loud shriek 
ἐνίκησαν τὰ θήρια  ...  they defeated the animals. 
τότε δὲ νυκτερὶς  ...  Then the bat 
αὖ μεταβαλομένη  ...  again changed sides 
ἐς βοήθειαν ἦλθε τοῖς ὄρνισι  ...  and came to the birds' aid. 
τέλος δὲ  ...  Finally 
εἰρήνης γενομένης  ...  when the peace came
ἀμφοτέροις ἔδοξε  ...  it was clear to both sides 
προδότις εἶναι  ...  that the bat was a traitor 
καὶ ἀπεκλείσθη  ...  and she was rejected
τῶν σπονδῶν ...  from the peace-making.
διόπερ  ...  Thus 
ἀποφυγεῖν ἀναγκασθεῖσα  ...  the bat was compelled to flee 
ἀπεκρύπτετο  ...  and hide herself, 
καὶ τὴν ἡμέραν ἐξιέναι ἐφοβεῖτο  ...  afraid to come out by day. 
ὅθεν δειλὴ ἐγένετο  ...  So the bat became a wretched creature, 
καὶ μόνον περιπέτεται  ...  only flying about 
ἐν τῷ σκότῳ  ...  in the dark.



Βόες ἅμαξαν εἷλκον. Τοῦ δὲ ἄξονος τρύζοντος, ἐπιστραφέντες ἔφησαν πρὸς αὐτόν. Ὦ οὗτος, ἡμῶν τὸ ὅλον βάρος φερόντων, σὺ τί κράζεις;

Βόες ἅμαξαν εἷλκον. 
Τοῦ δὲ ἄξονος τρύζοντος, 
ἐπιστραφέντες 
ἔφησαν πρὸς αὐτόν. 
Ὦ οὗτος, 
ἡμῶν τὸ ὅλον βάρος φερόντων, 
σὺ τί κράζεις;

Βόες ἅμαξαν εἷλκον  ... Oxen were dragging a cart. 
Τοῦ δὲ ἄξονος τρύζοντος  ... When the axle squeaked, 
ἐπιστραφέντες  ... the oxen turned back 
ἔφησαν πρὸς αὐτόν  ... and said to the axle: 
Ὦ οὗτος  ... Hey you! 
ἡμῶν φερόντων  ... Since we're the ones carrying
τὸ ὅλον βάρος  ... the whole load,
σὺ τί κράζεις;  ... what are you shouting about?




Σχολαστικός τις περὶ κλίμακός τινος πυθόμενος ὅτι ἀναβαινοντων ἔχει βάθρα εἰκοσιν, ἐπύθετο εἰ καὶ καταβαινόντων τοσαῦτά ἐστιν.

Σχολαστικός τις 
περὶ κλίμακός τινος πυθόμενος 
ὅτι ἀναβαινοντων ἔχει βάθρα εἰκοσιν, 
ἐπύθετο 
εἰ καὶ καταβαινόντων τοσαῦτά ἐστιν.

Σχολαστικός τις  ...  There was a dunce
πυθόμενος  ...  who learned
περὶ κλίμακός τινος  ...  about a certain ladder 
ὅτι ἔχει βάθρα εἰκοσιν  ...  that it had twenty rungs
ἀναβαινοντων  ...  going up,
ἐπύθετο  ...  asked
εἰ τοσαῦτά ἐστιν  ...  if there were just as many
καὶ καταβαινόντων  ...  going down.


And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.



Thursday, February 27, 2025

Greek Reading: Fables 27

Today's fables are from Potts and Darnell's Aditus Faciliores Graeci and from Colton's Greek Reader, both of which have notes for the stories and a vocabulary in the back and are available at the Internet Archive. The joke is from Rushbrooke's First Greek Reader, also at the Internet Archive, and with a dictionary in the back.

So, here are the stories in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.


Ὄνος ἀκούσας τεττίγων ᾀδόντων ἥσθη ἐπὶ τῇ εὐφωνίᾳ, καὶ ζηλώσας αὐτῶν τῆν ἡδύτητα εἶπε· Τι σιτούμενοι τοιαύτην φωνὴν ἀφίετε; Τῶν δὲ εἰπόντων, Δρόσον, ὁ ὄνος προσπαραμένων τῇ δρόσῳ, λιμῷ διεφθάρη.

Ὄνος ἀκούσας 
τεττίγων ᾀδόντων 
ἥσθη ἐπὶ τῇ εὐφωνίᾳ, 
καὶ ζηλώσας αὐτῶν τῆν ἡδύτητα 
εἶπε· 
Τι σιτούμενοι 
τοιαύτην φωνὴν ἀφίετε; 
Τῶν δὲ εἰπόντων, 
Δρόσον, 
ὁ ὄνος 
προσπαραμένων τῇ δρόσῳ
λιμῷ διεφθάρη.

Ὄνος ἀκούσας  ...  A donkey heard
τεττίγων ᾀδόντων  ...  the cicadas singing 
ἥσθη ἐπὶ τῇ εὐφωνίᾳ  ...  and enjoyed their lovely sound,
καὶ ζηλώσας  ...  and wanted to imitate
αὐτῶν τῆν ἡδύτητα  ...  their sweetness — 
εἶπε  ...  he said, 
Τι σιτούμενοι  ...  What do you eat 
τοιαύτην φωνὴν ἀφίετε;  ...  that you utter such a sound? 
Τῶν δὲ εἰπόντων  ...  And they answered, 
Δρόσον  ...  The dew.
ὁ ὄνος  ...  The donkey 
προσπαραμένων τῇ δρόσῳ  ...  eating nothing but dew
λιμῷ διεφθάρη  ...  died of hunger.



Οἱ βόες ποτὲ ἀπολέσαι τοὺς μαγείρους βουλόμενοι ἤδη τὰ κέρατα εἰς τὴν μάχψν έθηγον. αὐτῶν δέ τις, βοῦς γέρων καὶ δεινός, ἐκώλυεν αὐτούς, λέγων, μὴ τοῦτο δράσητε, φίλοι. οἱ γὰρ μάγειροι ἡμᾶς ἐμπείροις ταῖς χερσὶ σφάζουσι καὶ ταχέως ἀποκτείνουσιν. ἢν δὲ ἄτεχνοί τινες ἀποσφάξωσιν ἡμᾶς, διπλοῦς τότ' ἔσται θάνατος. θύσουσι γὰρ ἀεὶ οἱ ἄνθρωποι τοὺς βοῦς, κἂν τοὺς μαγείρους ἀποκτείνωμεν.

Οἱ βόες ποτὲ 
ἀπολέσαι τοὺς μαγείρους βουλόμενοι 
ἤδη τὰ κέρατα εἰς τὴν μάχψν έθηγον. 
αὐτῶν δέ τις, 
βοῦς γέρων καὶ δεινός, 
ἐκώλυεν αὐτούς, λέγων, 
μὴ τοῦτο δράσητε, φίλοι. 
οἱ γὰρ μάγειροι 
ἡμᾶς ἐμπείροις ταῖς χερσὶ σφάζουσι 
καὶ ταχέως ἀποκτείνουσιν. 
ἢν δὲ ἄτεχνοί τινες 
ἀποσφάξωσιν ἡμᾶς, 
διπλοῦς τότ' ἔσται θάνατος. 
θύσουσι γὰρ ἀεὶ οἱ ἄνθρωποι τοὺς βοῦς, 
κἂν τοὺς μαγείρους ἀποκτείνωμεν.

Οἱ βόες ποτὲ βουλόμενοι  ...  The cattle once wanted
ἀπολέσαι τοὺς μαγείρους  ...  to kill the butchers 
ἤδη τὰ κέρατα έθηγον  ...  were already sharpening their horns
εἰς τὴν μάχψν  ...  for battle.
αὐτῶν δέ τις  ...  But one of them, 
βοῦς γέρων καὶ δεινός  ...  an old and clever bull, 
ἐκώλυεν αὐτούς, λέγων  ...  stopped them, saying, 
μὴ τοῦτο δράσητε, φίλοι  ...  don't do this thing, friends! 
οἱ γὰρ μάγειροι  ...  For the butchers 
ἡμᾶς σφάζουσι  ...  slaughter us 
ἐμπείροις ταῖς χερσὶ  ...  with skilled hands 
καὶ ταχέως ἀποκτείνουσιν  ...  and kill us quickly. 
ἢν δὲ ἄτεχνοί τινες  ...  But if unskilled (butchers) 
ἀποσφάξωσιν ἡμᾶς  ...  will slaughter us, 
διπλοῦς τότ' ἔσται θάνατος  ...  then double will be our death.
ἀεὶ γὰρ οἱ ἄνθρωποι  ...  For people are always 
θύσουσι τοὺς βοῦς  ...  going to sacrifice cattle, 
κἂν ἀποκτείνωμεν  ...  even if we were to kill
τοὺς μαγείρους  ...  the butchers.



Σχολαστικός τις ἰδὼν πολλοὺς στρουθοὺς ἐπὶ δένδρου ἑστῶτας, ἁπλώσας τὸν κόλπον ἔσειε τὸ δένδρον ὡς ὑποδεξόμενος τοὺς στρουθούς.

Σχολαστικός τις 
ἰδὼν πολλοὺς στρουθοὺς 
ἐπὶ δένδρου ἑστῶτας, 
ἁπλώσας τὸν κόλπον 
ἔσειε τὸ δένδρον 
ὡς ὑποδεξόμενος τοὺς στρουθούς.

Σχολαστικός τις  ...  A certain dunce
ἰδὼν πολλοὺς στρουθοὺς  ...  seeing many sparrows 
ἐπὶ δένδρου ἑστῶτας  ...  perched upon a tree, 
ἁπλώσας τὸν κόλπον  ...  stretched out his cloak 
ἔσειε τὸ δένδρον  ...  and shook the tree 
ὡς ὑποδεξόμενος  ...  so he could gather
τοὺς στρουθούς  ...  the sparrows (as if they were fruit!).

And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.



Tuesday, February 25, 2025

Greek Reading: Fables 26

Today's fables are from Potts and Darnell's Aditus Faciliores Graeci and from Colton's Greek Reader, both of which have notes for the stories and a vocabulary in the back and are available at the Internet Archive. The joke is from Rushbrooke's First Greek Reader, also at the Internet Archive, and with a dictionary in the back.

So, here are the stories in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.



Ἐργάτης τίς ποτε ὑπ' ἀγνοίας ἐγγὺς φρέατος ἐκάθευδεν. ἡ δὲ Τύχη αὐτῷ ἐπιστᾶσα εἶπεν, οὗτος, ἐξεγείρου. οὐ θέλω σε ἐς τὸ φρέαρ πεσεῖν. ἐγὼ γὰρ κακῶς ἀκούω καὶ κακὴν φήμην λαμβάνω, ὅποτάν τις τῇ ἑαυτοῦ ἀγνοίᾳ καὶ αἰτίᾳ δυστυχῇ ἢ πταίῃ.

Ἐργάτης τίς ποτε 
ὑπ' ἀγνοίας 
ἐγγὺς φρέατος ἐκάθευδεν. 
ἡ δὲ Τύχη αὐτῷ ἐπιστᾶσα εἶπεν, 
οὗτος, ἐξεγείρου. 
οὐ θέλω σε ἐς τὸ φρέαρ πεσεῖν. 
ἐγὼ γὰρ κακῶς ἀκούω 
καὶ κακὴν φήμην λαμβάνω, 
ὅποτάν τις 
τῇ ἑαυτοῦ ἀγνοίᾳ καὶ αἰτίᾳ 
δυστυχῇ ἢ πταίῃ.

Ἐργάτης τίς ποτε  ... A workman once 
ὑπ' ἀγνοίας  ... through ignorance 
ἐγγὺς φρέατος ἐκάθευδεν  ... fell asleep by a well. 
ἡ δὲ Τύχη  ... The goddess Tyche (Fortune, Luck) 
αὐτῷ ἐπιστᾶσα εἶπεν  ... stood over him and said, 
οὗτος, ἐξεγείρου  ... Hey you, get up! 
οὐ θέλω σε πεσεῖν  ... I don't want you to fall
ἐς τὸ φρέαρ  ... into the well. 
ἐγὼ γὰρ κακῶς ἀκούω  ... I hear bad (things said of me)
καὶ κακὴν φήμην λαμβάνω  ... and I get a bad report
ὅποτάν τις  ... whenever someone
τῇ ἑαυτοῦ ἀγνοίᾳ ... through his own ignorance 
καὶ αἰτίᾳ  ... and fault
δυστυχῇ ἢ πταίῃ  ...  suffers misfortune or stumbles.



Ὄρνιθά τις πάνυ καλλίστην εἶχεν, ἥτις ἔτικτεν ἀεὶ χρυσᾶ ὠά. Ὁ δὲ νομίσας ἔνδον χρυσὸν ὑπάρχειν, σφάξας παρευθὺς, εὗρεν αὐτὴν ὥσπερ καὶ αἱ λοιπαὶ τυγχάνουσιν ὄρνιθες. Καὶ πλοῦτον εὑρηκέναι νομίσας, ἀπεστερήθη καὶ τοῦ μικροῦ τούτου κέρδους. 

Ὄρνιθά τις πάνυ καλλίστην εἶχεν, 
ἥτις ἔτικτεν ἀεὶ χρυσᾶ ὠά. 
Ὁ δὲ νομίσας 
ἔνδον χρυσὸν ὑπάρχειν, 
σφάξας παρευθὺς, 
εὗρεν αὐτὴν 
ὥσπερ καὶ αἱ λοιπαὶ τυγχάνουσιν ὄρνιθες. 
Καὶ πλοῦτον εὑρηκέναι νομίσας, 
ἀπεστερήθη καὶ τοῦ μικροῦ τούτου κέρδους. 

τις εἶχεν  ...  a certain man had
ὄρνιθα πάνυ καλλίστην  ...  a most beautiful bird
ἥτις ἔτικτεν ἀεὶ  ...  who always laid 
χρυσᾶ ὠά  ...  golden eggs. 
Ὁ δὲ νομίσας  ...  But he got the idea 
ἔνδον χρυσὸν ὑπάρχειν  ...  that there was gold inside, 
σφάξας παρευθὺς  ...  so he promptly killed (the bird), 
εὗρεν αὐτὴν  ...  and found her
ὥσπερ καὶ αἱ λοιπαὶ ὄρνιθες  ...  just like the other birds 
τυγχάνουσιν  ...  happened to be. 
Καὶ νομίσας  ...  And having thought
πλοῦτον εὑρηκέναι  ...  he would find wealth, 
ἀπεστερήθη  ...  he was deprived 
καὶ τοῦ μικροῦ τούτου κέρδους  ...  of that little profit. 

(although golden eggs sound like more than a little profit!)


Οὐκ ἔγνως ἐκεῖνον, ᾧ ὁ ἑταῖρος ἀποδημῶν ἔγραψεν ἵνα βιβλία ἀγοράσῃ; ὁ δὲ ἀμελήσας, ἐπανελθόντι αὐτῷ ἀπαντήσας· Τὴν περὶ τῶν βιβλίων ἐπιστολὴν, ἔφη, ἣν ἀπέστειλας, οὐκ ἐδεξάμην.

Οὐκ ἔγνως ἐκεῖνον, 
ᾧ ὁ ἑταῖρος ἀποδημῶν 
ἔγραψεν 
ἵνα βιβλία ἀγοράσῃ; 
ὁ δὲ ἀμελήσας, 
ἐπανελθόντι αὐτῷ ἀπαντήσας· 
Τὴν περὶ τῶν βιβλίων ἐπιστολὴν, 
ἔφη, 
ἣν ἀπέστειλας, 
οὐκ ἐδεξάμην.

Οὐκ ἔγνως ἐκεῖνον;  ... Don't you know that (dunce):
ὁ ἑταῖρος ἀποδημῶν  ...  his friend, while away from home,
ᾧ ἔγραψεν  ... wrote to him 
ἵνα βιβλία ἀγοράσῃ   ... to buy (some) books.
ὁ δὲ ἀμελήσας  ... But he forgot, 
αὐτῷ ἀπαντήσας  ... and when he ran into his friend 
ἐπανελθόντι  ... who had come back home, 
ἔφη  ... he said,
Τὴν ἐπιστολὴν  ... That letter
περὶ τῶν βιβλίων  ... about the books
ἣν ἀπέστειλας  ...  which you sent me —
οὐκ ἐδεξάμην  ... I didn't receive it!

And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.



Thursday, February 20, 2025

Greek Reading: Fables 24

Today's fables are from Potts and Darnell's Aditus Faciliores Graeci, which has notes below each story and vocabulary in the back. The joke is from Rushbrooke's First Greek Reader, both available at the Internet Archive; Rushbrooke's book also contains a dictionary in the back.

Here are the stories, presented in Greek, segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.


Γεωργός τις ἰδὼν ναῦν ἐν θαλάσσῃ κυμαινομενην ἐδάκρυσε καὶ κατηρᾶτο τῇ θαλάσσῃ· αὐτὴ δὲ ἀνεβόα, τί μοι, ὦ ἄνθρωπε, μέμφει; οὐ γὰρ ἔγωγε τῶν κινδύνων αἰτία εἰμί, ἀλλ' οἱ ἄνεμοι· οὗτοι γὰρ διαταράσσουσί με. ἢν δὲ ἐν νηνεμίᾳ βουληθῇς πλεῦσαι, ἡμερωτέραν με τῆς γῆς εὑρήσεις.

Γεωργός τις 
ἰδὼν ναῦν 
ἐν θαλάσσῃ κυμαινομενην 
ἐδάκρυσε 
καὶ κατηρᾶτο τῇ θαλάσσῃ· 
αὐτὴ δὲ ἀνεβόα, 
τί μοι, ὦ ἄνθρωπε, μέμφει;
οὐ γὰρ ἔγωγε 
τῶν κινδύνων αἰτία εἰμί, 
ἀλλ' οἱ ἄνεμοι· 
οὗτοι γὰρ διαταράσσουσί με. 
ἢν δὲ ἐν νηνεμίᾳ βουληθῇς πλεῦσαι, 
ἡμερωτέραν με τῆς γῆς εὑρήσεις.

Γεωργός τις  ...  A farmer
ἰδὼν ναῦν  ...  seeing a ship 
ἐν θαλάσσῃ κυμαινομενην  ...  tossed on the sea 
ἐδάκρυσε  ...  wept 
καὶ κατηρᾶτο τῇ θαλάσσῃ  ...  and cursed the sea.
αὐτὴ δὲ ἀνεβόα  ...  The sea shouted, 
ὦ ἄνθρωπε  ...  O person, 
τί μοι μέμφει  ...  why do you criticize me? 
οὐ γὰρ ἔγωγε αἰτία εἰμί  ...  For I am not the cause
τῶν κινδύνων  ...  of the dangers
ἀλλ' οἱ ἄνεμοι  ...  but rather the winds (are the cause) —  
οὗτοι γὰρ διαταράσσουσί με  ...  for they stir me up. 
ἢν δὲ βουληθῇς πλεῦσαι  ... If you wanted to sail
ἐν νηνεμίᾳ  ... when the winds are still, 
εὑρήσεις με  ... you will find me
ἡμερωτέραν τῆς γῆς  ... more gentle than the land.



Ἄνθρωπος ἕκαστος δύο πήρας φέρει, τὴν μὲν ἔμπροσθεν, τὴν δὲ ὄπισθεν, ἑκατέρα δὲ τῶν πηρῶν γέμει κακῶν. ἡ μὲν ἔμπροσθεν ἔχει ἀλλότρια κακὰ, ἡ δὲ ὄπισθεν τὰ τοῦ φέροντος· διὰ τοῦτο οἱ ἄνθρωποι τὰ αὑτῶν κακὰ οὐχ ὁρῶσι, τὰ δὲ ἀλλότρια πάνυ ἀκριβῶς θεῶνται.
Ἄνθρωπος ἕκαστος 
δύο πήρας φέρει, 
τὴν μὲν ἔμπροσθεν, 
τὴν δὲ ὄπισθεν, 
ἑκατέρα δὲ τῶν πηρῶν γέμει κακῶν. 
ἡ μὲν ἔμπροσθεν 
ἔχει ἀλλότρια κακὰ, 
ἡ δὲ ὄπισθεν 
τὰ τοῦ φέροντος· 
διὰ τοῦτο οἱ ἄνθρωποι 
τὰ αὑτῶν κακὰ οὐχ ὁρῶσι, 
τὰ δὲ ἀλλότρια 
πάνυ ἀκριβῶς θεῶνται.

Ἄνθρωπος ἕκαστος  ...  Each person
δύο πήρας φέρει  ...  carries two sacks, 
τὴν μὲν ἔμπροσθεν  ...  one behind, 
τὴν δὲ ὄπισθεν  ...  the other in front, 
ἑκατέρα δὲ τῶν πηρῶν  each of the sacks
γέμει κακῶν  ...  filled up with faults. 
ἡ μὲν ἔμπροσθεν  ...  The one in front 
ἔχει ἀλλότρια κακὰ  ...  holds other people's faults, 
ἡ δὲ ὄπισθεν  ...  and the one behind, 
τὰ τοῦ φέροντος  ...  the faults of the bearer.
διὰ τοῦτο οἱ ἄνθρωποι  ...  That's why people 
τὰ αὑτῶν κακὰ οὐχ ὁρῶσι  ...  don't see their own faults, 
τὰ δὲ ἀλλότρια  ...  but the faults of other people
πάνυ ἀκριβῶς θεῶνται  ...  they observe with all precision.


Ἀβδηρίτης τις κατ' ὄναρ χοιρίδιον ἐπώλει καὶ ἐζήτει δραχμὰς ἑκατόν. διδόντος δέ τινος πεντήκοντα, μὴ βουλόμενος λαβεῖν διύπνισε. καμμύσας οὖν καὶ τὴν χεῖρα προτείνας εἶπε, Δός μοι τὰς πεντήκοντα.

Ἀβδηρίτης τις 
κατ' ὄναρ 
χοιρίδιον ἐπώλει 
καὶ ἐζήτει δραχμὰς ἑκατόν. 
διδόντος δέ τινος πεντήκοντα, 
μὴ βουλόμενος λαβεῖν 
διύπνισε. 
καμμύσας οὖν 
καὶ τὴν χεῖρα προτείνας 
εἶπε, 
Δός μοι τὰς πεντήκοντα.

Ἀβδηρίτης τις  ...  A fool (from Abdera)
κατ' ὄναρ  ...  dreamed
χοιρίδιον ἐπώλει  ...  he was selling a piglet 
καὶ ἐζήτει δραχμὰς ἑκατόν  ...  and wanted 100 drachmas for it. 
διδόντος δέ τινος πεντήκοντα  ...  A buyer offered fifty, 
μὴ βουλόμενος λαβεῖν  ...  but he didn't want to accept 
διύπνισε  ...  and woke up. 
καμμύσας οὖν  ...  Then, closing his eyes 
καὶ τὴν χεῖρα προτείνας  ...  and reaching out his hand, 
εἶπε  ...  he said, 
Δός μοι τὰς πεντήκοντα  ...  "Give me the fifty!"

And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.