Showing posts with label Author: Colton. Show all posts
Showing posts with label Author: Colton. Show all posts

Sunday, April 13, 2025

Greek Reading: Fables 46

Today's fable comes from Abbott's Easy Greek Reader, and the jokes come from Colton's Greek Reader. Both books are available at the Internet Archive. 

So, here are the stories in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.

(Abbot titles this  fable"Cat" because the Greeks kepts weasels as mousers, much like we keep cats, but the fable is definitely not about a cat: it's about a weasel!)

Γαλῆ εἰσελθοῦσα εἰς χαλκέως ἐργαστήριον, τὴν ἐκεῖ κειμένην ῥίνην περιέλειχε. Συνέβη δὲ ἐκτριβομένης τῆς γλώσσης πολὺ αἷμα φέρεσθαι. Ἡ δὲ ἐτέρπετο, ὑπονοῦσά τι τοῦ σιδήρου ἀφαιρεῖσθαι, μέχρι παντελῶς ἀπέβαλε τὴν γλῶσσαν.

Γαλῆ εἰσελθοῦσα 
εἰς χαλκέως ἐργαστήριον, 
τὴν ἐκεῖ κειμένην ῥίνην 
περιέλειχε. 
Συνέβη δὲ 
ἐκτριβομένης τῆς γλώσσης 
πολὺ αἷμα φέρεσθαι. 
Ἡ δὲ ἐτέρπετο, 
ὑπονοῦσά 
τι τοῦ σιδήρου ἀφαιρεῖσθαι, 
μέχρι παντελῶς 
ἀπέβαλε τὴν γλῶσσαν.

Γαλῆ εἰσελθοῦσα  ... A weasel went into
εἰς χαλκέως ἐργαστήριον  ... a metalwork shop, 
περιέλειχε  ... and she licked all around
τὴν ῥίνην  ... an iron file 
ἐκεῖ κειμένην  ... that was lying there. 
Συνέβη δὲ  ... It happened that 
ἐκτριβομένης τῆς γλώσσης  ... as her tongue wore away
πολὺ αἷμα φέρεσθαι  ... lots of blood flowed. 
Ἡ δὲ ἐτέρπετο  ... She was delighted 
ὑπονοῦσά  ... supposing 
τι τοῦ σιδήρου ἀφαιρεῖσθαι  ... the blood came from the iron, 
μέχρι παντελῶς  ... until she completely 
ἀπέβαλε τὴν γλῶσσαν  ... wore away her tongue.

I don't have an illustration of the weasel and the file, but there is another version of this fable with a viper and a file, so here's one of those illustrations:




Σχολαστικὸς ἀμιναῖαν ἔχων, ἐσφράγισεν αὐτήν. Τοῦ δὲ δούλου κάτωθεν τρήσαντος, καὶ τὸν οἶνον αἴροντος, ἐθαύμαζεν ὅτι, τῶν σημάντρων σώων ὄντων, ὁ οἶνος ἐλαττοῦτο. Ἕτερος δὲ εἶπεν, Ὅρα μὴ κάτωθεν ἀφῃρέθη. Ὁ δὲ, Ἀμαθέστατε, εἶπεν, οὐ τὸ κάτωθεν λείπει, ἀλλὰ τὸ ἄνωθεν μέρος.

Σχολαστικὸς 
ἀμιναῖαν ἔχων, 
ἐσφράγισεν αὐτήν. 
Τοῦ δὲ δούλου 
κάτωθεν τρήσαντος, 
καὶ τὸν οἶνον αἴροντος, 
ἐθαύμαζεν 
ὅτι τῶν σημάντρων 
σώων ὄντων, 
ὁ οἶνος ἐλαττοῦτο. 
Ἕτερος δὲ εἶπεν, 
Ὅρα μὴ κάτωθεν ἀφῃρέθη. 
Ὁ δὲ, 
Ἀμαθέστατε, εἶπεν, 
οὐ τὸ κάτωθεν λείπει, 
ἀλλὰ τὸ ἄνωθεν μέρος.

Σχολαστικὸς  ...  A dunce
ἀμιναῖαν ἔχων  ...  had some Falernian wine, 
ἐσφράγισεν αὐτήν  ...  and sealed it. 
Τοῦ δὲ δούλου  ...  One of the dunce's slaves 
κάτωθεν τρήσαντος  ...  made a hole in the bottom, 
καὶ τὸν οἶνον αἴροντος  ...  and took the wine. 
ἐθαύμαζεν  ...  The dunce was baffled
ὅτι τῶν σημάντρων  ...  since the jar seals 
σώων ὄντων  ...  were not broken, 
ὁ οἶνος ἐλαττοῦτο  ...  but the wine was going down. 
Ἕτερος δὲ εἶπεν  ...  Another man said, 
Ὅρα μὴ ἀφῃρέθη  ...  See if the wine isn't being taken
κάτωθεν  ...  from down below.
Ὁ δὲ εἶπεν  ...  And the dunce said, 
Ἀμαθέστατε,  ...  You idiot! 
οὐ τὸ κάτωθεν λείπει  ...  The wine is not missing below; 
ἀλλὰ τὸ ἄνωθεν μέρος  ...  it's the part on top that's gone.




Σχολαστικοῦ υἱὸς, ὑπὸ τοῦ πατρὸς εἰς πόλεμον ἐκπεμπόμενος, ὑπέσχετο ἑνὸς τῶν ἐχθρῶν κεφαλὴν ἀγαγεῖν. Ὁ δὲ ἔφη· Εὔχομαι, καὶ χωρὶς κεφαλῆς σε ἐλθόντα, μόνον ὑγιῆ ὄντα ἰδεῖν καὶ εὐφρανθῆναι.

Σχολαστικοῦ υἱὸς, 
ὑπὸ τοῦ πατρὸς 
εἰς πόλεμον ἐκπεμπόμενος, 
ὑπέσχετο 
ἑνὸς τῶν ἐχθρῶν κεφαλὴν ἀγαγεῖν. 
Ὁ δὲ ἔφη· 
Εὔχομαι, 
καὶ χωρὶς κεφαλῆς σε ἐλθόντα, 
μόνον ὑγιῆ ὄντα ἰδεῖν 
καὶ εὐφρανθῆναι.

Σχολαστικοῦ υἱὸς  ...  The son of a dunce, 
εἰς πόλεμον ἐκπεμπόμενος  ...  sent off to war 
ὑπὸ τοῦ πατρὸς  ...  by his father,
ὑπέσχετο  ...  promised 
κεφαλὴν ἀγαγεῖν  ...  to bring back the head
ἑνὸς τῶν ἐχθρῶν  ...  of one of his enemies.
Ὁ δὲ ἔφη  ...  The dunce said, 
Εὔχομαι  ...  I hope that
ἰδεῖν καὶ εὐφρανθῆναι  ...  I can rejoice seeing
σε ἐλθόντα  ...  you come back
καὶ χωρὶς κεφαλῆς  ...  even without a head, 
μόνον ὑγιῆ ὄντα  ... so long as you are healthy.

And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.



Thursday, April 10, 2025

Greek Reading: Fables 45

Today's fable and also the joke come from Colton's Greek Reader, which has notes for the stories and a vocabulary in the back; the book is available at the Internet Archive. 

So, here are the stories in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.


Θέρους ὥρᾳ μύρμηξ, περιπατῶν κατὰ τὴν ἄρουραν, πυροὺς καὶ κριθὰς συνέλεγεν, ἀποθησαυριζόμενος ἑαυτῷ τροφὴν εἰς τὸν χειμῶνα. Κάνθρος δὲ τοῦτον θεασάμενος ἐθαύμασεν ὡς ἐπιπονώτατον, εἴγε παρ' αὐτὸν τὸν καιρὸν μοχθεῖ, παρ' ὃν τὰ ἄλλα ζῶα πόνων ἀφέμενα ἐν ῥᾳστώνῃ διάγουσιν. Ὁ δὲ τότε μὲν ἡσύχασεν. Ὕστερον δὲ, ὡς χειμὼν ἀνέστη, καὶ ἡ κόπρος ὕετο τῷ ὅμβρῳ κλυσθεῖσα, ἧκεν ὁ κάνθαρος πρὸς αὐτὸν λιμώττων, καὶ τροφῆς μεταλαβεῖν ἐδέετο. Ὁ δὲ πρὸς αὐτὸν ἔφη· Ὦ κάνθαρε, ἀλλ' εἰ τότε ἐπόνεις, ὅτε με μοχθοῦντα ὠνείδιζες, οὐκ ἂν νῦν τροφῆς ἐπεδέου.

Θέρους ὥρᾳ μύρμηξ, 
περιπατῶν κατὰ τὴν ἄρουραν, 
πυροὺς καὶ κριθὰς συνέλεγεν, 
ἀποθησαυριζόμενος ἑαυτῷ τροφὴν 
εἰς τὸν χειμῶνα. 
Κάνθρος δὲ 
τοῦτον θεασάμενος 
ἐθαύμασεν 
ὡς ἐπιπονώτατον, 
εἴγε παρ' αὐτὸν τὸν καιρὸν 
μοχθεῖ, 
παρ' ὃν 
τὰ ἄλλα ζῶα 
πόνων ἀφέμενα 
ἐν ῥᾳστώνῃ διάγουσιν. 
Ὁ δὲ τότε μὲν ἡσύχασεν. 
Ὕστερον δὲ, 
ὡς χειμὼν ἀνέστη, 
καὶ ἡ κόπρος ὕετο 
τῷ ὅμβρῳ κλυσθεῖσα, 
ἧκεν ὁ κάνθαρος 
πρὸς αὐτὸν λιμώττων, 
καὶ τροφῆς μεταλαβεῖν ἐδέετο. 
Ὁ δὲ πρὸς αὐτὸν ἔφη· 
Ὦ κάνθαρε, 
ἀλλ' εἰ τότε ἐπόνεις, 
ὅτε με μοχθοῦντα ὠνείδιζες, 
οὐκ ἂν νῦν τροφῆς ἐπεδέου.

Θέρους ὥρᾳ μύρμηξ  ...  During summertime, the ant
περιπατῶν κατὰ τὴν ἄρουραν  ...  going around the farm fields
πυροὺς καὶ κριθὰς συνέλεγεν  ...  gathered wheat and barley
ἀποθησαυριζόμενος ἑαυτῷ τροφὴν  ...  stored away food for himself 
εἰς τὸν χειμῶνα  ...  for winter. 
Κάνθρος δὲ  ...  But the beetle, 
τοῦτον θεασάμενος  ...  seeing the ant, 
ἐθαύμασεν  ...  was baffled
ὡς ἐπιπονώτατον  ...  at how incredibly hard-working he was, 
εἴγε παρ' αὐτὸν τὸν καιρὸν  ...  since during that time 
μοχθεῖ  ...  the ant toiled away,
παρ' ὃν  ...  while 
τὰ ἄλλα ζῶα  ...  the other animals 
πόνων ἀφέμενα  ...  set aside their work  
ἐν ῥᾳστώνῃ διάγουσιν  ...  passed the time in leisure. 
Ὁ δὲ τότε μὲν ἡσύχασεν  ...  So the beetle rested at that time, 
Ὕστερον δὲ  ...  but later,
ὡς χειμὼν ἀνέστη  ...  when winter came, 
καὶ ἡ κόπρος ὕετο  ...  and the dung washed away,
τῷ ὅμβρῳ κλυσθεῖσα  ...  drenched by the rain, 
ἧκεν ὁ κάνθαρος  ...  and the beetle came, 
λιμώττων  ... starving,
πρὸς αὐτὸν  ...  to the ant 
καὶ ἐδέετο  ...  and begged him
τροφῆς μεταλαβεῖν  ...  to share his food. 
Ὁ δὲ πρὸς αὐτὸν ἔφη  ...  But he said to him, 
Ὦ κάνθαρε  ...  O Beetle, 
ἀλλ' εἰ τότε ἐπόνεις  ...  if you had labored back then, 
ὅτε με ὠνείδιζες  ...  when you reproached me
μοχθοῦντα  ...  while I was toiling away,
οὐκ ἂν νῦν τροφῆς ἐπεδέου  ...  you wouldn't lack food now.




Σχολαστικὸς ἀπορῶν δαπανημάτων τὰ βιβλία αὑτοῦ ἐπίπρασκε, καὶ γράφων πρὸς τὸν πατέρα ἔλεγε· Σύγχαιρε ἡμῖν, πάτερ· ἤδη γὰρ ἡμᾶς τὰ βιβλία τρέφει.

Σχολαστικὸς 
ἀπορῶν δαπανημάτων 
τὰ βιβλία αὑτοῦ ἐπίπρασκε, 
καὶ γράφων πρὸς τὸν πατέρα 
ἔλεγε· 
Σύγχαιρε ἡμῖν, πάτερ· 
ἤδη γὰρ ἡμᾶς τὰ βιβλία τρέφει.

Σχολαστικὸς  ...  The dunce,
ἀπορῶν δαπανημάτων  ...  being short of money, 
τὰ βιβλία αὑτοῦ ἐπίπρασκε  ...  sold his books, 
καὶ γράφων πρὸς τὸν πατέρα  ...  and wrote to his father, 
ἔλεγε  ...  saying, 
Σύγχαιρε ἡμῖν, πάτερ  ...  Congratulate us, Dad! 
ἤδη γὰρ τὰ βιβλία  ... Those books are finally
ἡμᾶς τρέφει  ... doing us some good!

(Greek τρέφει means nourish, sustain, educate)




And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.



Tuesday, April 8, 2025

Greek Reading: Fables 44

Today's fable and also the joke come from Colton's Greek Reader, which has notes for the stories and a vocabulary in the back; the book is available at the Internet Archive. 

So, here are the stories in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.


Χελώνη θεασαμένη ἀετὸν πετόμενον, ἐπεθύμησε καὶ αὐτὴ πετάσαι. Προσελθοῦσα δὲ τοῦτον παρεκάλει, ἐφ' ᾧ βούλεται, μισθῷ διδάξαι αὐτήν. Τοῦ δὲ λέγοντος, ἀδύνατον εἶναι, καὶ ἔτι αὐτῆς ἐπικειμένης καὶ ἀξιούσης, ἄρας αὐτὴν, καὶ μετέωρος ἀρθεὶς ἀφῆκεν ἐπί τινος πέτρας, ὅθεν κατενεχθεῖσα διερράγη καὶ ἀπέθανεν.

Χελώνη 
θεασαμένη ἀετὸν πετόμενον, 
ἐπεθύμησε καὶ αὐτὴ πετάσαι. 
Προσελθοῦσα δὲ 
τοῦτον παρεκάλει
ἐφ' ᾧ βούλεται μισθῷ 
διδάξαι αὐτήν. 
Τοῦ δὲ λέγοντος
ἀδύνατον εἶναι, 
καὶ ἔτι αὐτῆς ἐπικειμένης 
καὶ ἀξιούσης, 
ἄρας αὐτὴν, 
καὶ μετέωρος ἀρθεὶς 
ἀφῆκεν ἐπί τινος πέτρας, 
ὅθεν κατενεχθεῖσα 
διερράγη 
καὶ ἀπέθανεν.

Χελώνη  ... A tortoise 
θεασαμένη ἀετὸν πετόμενον  ... saw an eagle flying 
ἐπεθύμησε καὶ αὐτὴ πετάσαι  ... and she too wanted to fly. 
Προσελθοῦσα δὲ  ... She approached (the eagle) 
τοῦτον παρεκάλει  ... and asked him
διδάξαι αὐτήν  ... to teach her
ἐφ' ᾧ βούλεται μισθῷ  ... at whatever fee he wanted.
Τοῦ δὲ λέγοντος  ... When he said
ἀδύνατον εἶναι  ... that it was impossible, 
καὶ ἔτι αὐτῆς ἐπικειμένης  ... she continued to press him 
καὶ ἀξιούσης  ... insisting she was worthy, 
ἄρας αὐτὴν  ... he lifted her up, 
καὶ μετέωρος ἀρθεὶς  ... carried her high in the air, 
ἀφῆκεν ἐπί τινος πέτρας  ...  and then dropped her on rock
ὅθεν κατενεχθεῖσα  ... whereupon she dropped down,
διερράγη καὶ ἀπέθανεν ... shattered and died. 



Σχολαστικὸς καὶ φαλακρὸς καὶ κουρεὺς, συνοδεύοντες, συνέθεντο πρὸς τέσσαρας ὥρας γρηγορῆσαι. Ἔλαχεν οὖν πρῶτον τῷ κουρεῖ. Ὁ δὲ μετεωριζόμενος, τὸν σχολαστικὸν κοιμώμενον ἐξύρεησε, καὶ τῶν ὡρῶν πληρωθεισῶν διύπνισεν. Ὁ δὲ, κνηθόμενος ἀφ' ὕπνου τὴν κεφαλὴν, καὶ εὑρὼν αὐτὴν ψιλὴν, ἔφη· Μέγα κάθαρμα ὁ κουρεύς· πλανηθεὶς γὰρ ἀντὶ ἐμοῦ τὸν φαλακρὸν διύπνισεν.

Σχολαστικὸς καὶ φαλακρὸς καὶ κουρεὺς, 
συνοδεύοντες, 
συνέθεντο 
πρὸς τέσσαρας ὥρας γρηγορῆσαι. 
Ἔλαχεν οὖν πρῶτον 
τῷ κουρεῖ. 
Ὁ δὲ μετεωριζόμενος, 
τὸν σχολαστικὸν κοιμώμενον 
ἐξύρεησε, 
καὶ τῶν ὡρῶν πληρωθεισῶν 
διύπνισεν. 
Ὁ δὲ, 
κνηθόμενος ἀφ' ὕπνου τὴν κεφαλὴν, 
καὶ εὑρὼν αὐτὴν ψιλὴν, 
ἔφη· 
Μέγα κάθαρμα 
ὁ κουρεύς· 
πλανηθεὶς γὰρ 
ἀντὶ ἐμοῦ 
τὸν φαλακρὸν διύπνισεν.

Σχολαστικὸς  ... A dunce, 
καὶ φαλακρὸς  ... a bald man, 
καὶ κουρεὺς  ... and a barber, 
συνοδεύοντες  ... were traveling together 
συνέθεντο γρηγορῆσαι  ... and agreed to keep watch
πρὸς τέσσαρας ὥρας  ... in four-hour shifts. 
Ἔλαχεν οὖν πρῶτον  ... The first lot fell 
τῷ κουρεῖ  ... to the barber. 
Ὁ δὲ μετεωριζόμενος  ... Being in high spirits, 
ἐξύρεησε  ... he shaved
τὸν σχολαστικὸν κοιμώμενον ... the sleeping dunce, 
καὶ τῶν ὡρῶν πληρωθεισῶν  ... and when the time was up 
διύπνισεν  ... he woke him. 
Ὁ δὲ  ἀφ' ὕπνου  ... And he, upon waking,
κνηθόμενος τὴν κεφαλὴν  ... scratched his head, 
καὶ εὑρὼν αὐτὴν ψιλὴν  ... and found it without hair. 
ἔφη  ... He said, 
Μέγα κάθαρμα  ... What a good-for-nothing 
ὁ κουρεύς  ... that barber is! 
πλανηθεὶς γὰρ  ... He got confused:
ἀντὶ ἐμοῦ  ... instead of waking me, 
τὸν φαλακρὸν διύπνισεν  ... he woke the bald man!


And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.



Sunday, April 6, 2025

Greek Reading: Fables 43

Today's fable and also the jokes come from Colton's Greek Reader, which has notes for the stories and a vocabulary in the back; the book is available at the Internet Archive. 

So, here are the stories in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.


Ψύχος καὶ χειμὼν κατ' Ὀλύμπου· μύρμηξ δὲ πολλὰς συνάξας τροφὰς ἐν ἀμητοῖς, ἐν ἰδίοις οἴκοις ἀπέθηκε· τέττιξ δὲ ἐπὶ τρώγλης ἐνδύνας ἐξέπνεε τῇ πείνῃ, λιμῷ κατεχόμενος καὶ ψύχει πολλῷ. Ἐδέετο δὲ τοῦ μύρμκηος τροφῆς μεταδοῦναι, ὅπως καὶ αὐτὸς γευσάμενός τινος σωθείη. Ὁ μύρμηξ δὲ πρὸς αὐτον, Ποῦ, φησὶν, ἦς τῷ θέρει; πῶς δ' οὐ συνῆξας τροφὰς ἐν ἀμητῷ; Ὁ δὲ τέττιξ, Ἦιδον, καὶ ἔτερπον τοὺς ὁδοιποροῦντας. Ὁ δὲ μύρμηξ γέλωτι πολλῳ καταχέας ἔφη· Οὐκοῦν χειμῶνος ὀρχοῦ.

Ψύχος καὶ χειμὼν κατ' Ὀλύμπου· 
μύρμηξ δὲ 
πολλὰς συνάξας τροφὰς 
ἐν ἀμητοῖς, 
ἐν ἰδίοις οἴκοις ἀπέθηκε· 
τέττιξ δὲ 
ἐπὶ τρώγλης ἐνδύνας 
ἐξέπνεε τῇ πείνῃ, 
λιμῷ κατεχόμενος καὶ ψύχει πολλῷ. 
Ἐδέετο δὲ τοῦ μύρμκηος 
τροφῆς μεταδοῦναι, 
ὅπως καὶ αὐτὸς γευσάμενός τινος σωθείη. 
Ὁ μύρμηξ δὲ πρὸς αὐτον, 
Ποῦ, φησὶν, ἦς τῷ θέρει; 
πῶς δ' οὐ συνῆξας τροφὰς ἐν ἀμητῷ; 
Ὁ δὲ τέττιξ, 
ᾞδον, 
καὶ ἔτερπον τοὺς ὁδοιποροῦντας. 
Ὁ δὲ μύρμηξ 
γέλωτι πολλῳ καταχέας ἔφη· 
Οὐκοῦν χειμῶνος ὀρχοῦ.

Ψύχος καὶ χειμὼν  ...  Frost and winter storm 
κατ' Ὀλύμπου  ...  came down from Olympus, 
μύρμηξ δὲ  ...  but the ant 
πολλὰς συνάξας τροφὰς  ...  had gathered a lot of food 
ἐν ἀμητοῖς  ...  during the harvest, 
ἐν ἰδίοις οἴκοις ἀπέθηκε  ...  and stored it in his home, 
τέττιξ δὲ  ...  but the grasshopper
ἐπὶ τρώγλης ἐνδύνας  ...  squeezed into a hole
ἐξέπνεε τῇ πείνῃ  ...  was dying of hunger 
κατεχόμενος  ...  gripped by 
λιμῷ καὶ ψύχει πολλῷ  ...  severe famine and frost. 
Ἐδέετο δὲ τοῦ μύρμκηος  ...  He begged the ant
τροφῆς μεταδοῦναι  ...  to give him some food, 
γευσάμενός τινος  ...  having a taste of something
ὅπως καὶ αὐτὸς σωθείη  ...  he too could survive.
Ὁ μύρμηξ δὲ πρὸς αὐτον φησὶν  ...  The ant said to him, 
Ποῦ ἦς τῷ θέρει  ...  Where were you during the summer?
πῶς δ' οὐ συνῆξας τροφὰς  ...  How did you not gather food
ἐν ἀμητῷ  ...  during the harvest? 
Ὁ δὲ τέττιξ  ...  The grasshopper said, 
ᾞδον  ...  I was singing, 
καὶ ἔτερπον  ...  and I delighted  
τοὺς ὁδοιποροῦντας  ...  passersby. 
Ὁ δὲ μύρμηξ ἔφη ...  The ant said, 
γέλωτι πολλῳ καταχέας  ...  bursting with laughter, 
Οὐκοῦν χειμῶνος ὀρχοῦ  ...  So dance during the winter!


Σχολαστικὸς, ἰατρῷ συναντήσας, Συγχώρησόν μοι, εἶπε, καὶ μή μοι μέμψῃ, ὅτι οὐκ ἐνόσησα.

Σχολαστικὸς, 
ἰατρῷ συναντήσας, 
Συγχώρησόν μοι, εἶπε, 
καὶ μή μοι μέμψῃ, 
ὅτι οὐκ ἐνόσησα.

Σχολαστικὸς  ...  A dunce 
ἰατρῷ συναντήσας  ...  ran into his doctor 
εἶπε  ...  and said,
Συγχώρησόν μοι  ...  Forgive me, 
καὶ μή μοι μέμψῃ  ...  and don't blame me; 
ὅτι οὐκ ἐνόσησα  ...  the fact is: I haven't been sick.


Σχολαστικὸς, οἰκίαν πωλῶν, λίθον ἀπ' αὐτῆς εἰς δεῖγμα περιέφερε.

Σχολαστικὸς, 
οἰκίαν πωλῶν, 
λίθον ἀπ' αὐτῆς 
εἰς δεῖγμα περιέφερε.

Σχολαστικὸς  ...  A dunce
οἰκίαν πωλῶν  ...  who was selling a house 
περιέφερε  ...  carried around  
λίθον ἀπ' αὐτῆς  ...  a stone from the house 
εἰς δεῖγμα  ...  as a sample.


Σχολαστικὸς ἰατρῷ συναντήσας ὑπὸ τοίχου ἐκρύβη. Τινὸς δὲ πυθομένου τὴν αἰτίαν, ἔφη· Καιρὸν ἔχω μὴ ἀσθενήσας, καὶ αἰχύνομαι εἰς ὄψιν ἐλθεῖν τοῦ ἰατροῦ.

Σχολαστικὸς 
ἰατρῷ συναντήσας 
ὑπὸ τοίχου ἐκρύβη. 
Τινὸς δὲ πυθομένου τὴν αἰτίαν
ἔφη· 
Καιρὸν ἔχω μὴ ἀσθενήσας, 
καὶ αἰχύνομαι 
εἰς ὄψιν ἐλθεῖν τοῦ ἰατροῦ.

Σχολαστικὸς  ... A dunce 
ἰατρῷ συναντήσας  ... running into his doctor 
ὑπὸ τοίχου ἐκρύβη  ... hid behind a wall. 
Τινὸς δὲ πυθομένου τὴν αἰτίαν  ... Someone asked why
ἔφη  ... and the dunce said,
Καιρὸν ἔχω ...  Things are going well for me,
μὴ ἀσθενήσας  ...  not having been sick, 
καὶ αἰχύνομαι  ... and I'm ashamed 
εἰς ὄψιν ἐλθεῖν τοῦ ἰατροῦ  ... for my doctor to see me.


And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.



Thursday, April 3, 2025

Greek Reading: Fables 42

Today's fable and also the joke come from Colton's Greek Reader, which has notes for the stories and a vocabulary in the back; the book is available at the Internet Archive. 

So, here are the stories in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.


Λύκος λιμώττων περιῄει ζητῶν ἑαυτῷ τροφήν. Γενόμενος δὲ κατά τινα τόπον, ἤκουσε παιδίου κλαυθμυρίζοντος, καὶ γραὸς ἀπειλουμένης, καὶ λεγούσης αὐτῷ. Παῦσαι τοῦ κλαίειν, μήπως τῇ ὥρᾳ ταύτῃ ἐπιδω σε τῷ λύκῳ. Οἰόμενος δὲ ὁ λύκος, ὅτι ἀληθεύει ἡ γραῦς, ἵστατο ἐπὶ πολλὴν ὥραν ἐκδεχόμενος. Ὡς δὲ ἑσπέρα κατέλαβεν, ἀκούει πάλιν τῆς γραὸς κολακευούσης τὸ παιδίον, καὶ λεγούσης αὐτῷ· Ἐὰν ἔλθῃ ἐνταῦθα ὁ λύκος, ὦ τέκνον, φονεύσομεν αὐτόν. Τούτων ἀκούσας ὁ λύκος, ὡς οὐδὲν τοῖς λόγοις ἀκόλουθον ἦν, ἀπηλλάττετο λέγων· Ἐν ταύτῃ τῇ ἐπαύλει ἄλλα μὲν λέγουσιν, ἄλλα δὲ ποιοῦσιν.

Λύκος λιμώττων περιῄει 
ζητῶν ἑαυτῷ τροφήν. 
Γενόμενος δὲ κατά τινα τόπον, 
ἤκουσε παιδίου κλαυθμυρίζοντος, 
καὶ γραὸς ἀπειλουμένης 
καὶ λεγούσης αὐτῷ. 
Παῦσαι τοῦ κλαίειν, 
μήπως τῇ ὥρᾳ ταύτῃ 
ἐπιδω σε τῷ λύκῳ. 
Οἰόμενος δὲ ὁ λύκος
ὅτι ἀληθεύει ἡ γραῦς, 
ἵστατο ἐπὶ πολλὴν ὥραν 
ἐκδεχόμενος. 
Ὡς δὲ ἑσπέρα κατέλαβεν, 
ἀκούει πάλιν τῆς γραὸς 
κολακευούσης τὸ παιδίον
καὶ λεγούσης αὐτῷ· 
Ἐὰν ἔλθῃ ἐνταῦθα ὁ λύκος, 
ὦ τέκνον, 
φονεύσομεν αὐτόν. 
Τούτων ἀκούσας ὁ λύκος, 
ὡς οὐδὲν τοῖς λόγοις ἀκόλουθον ἦν, 
ἀπηλλάττετο λέγων· 
Ἐν ταύτῃ τῇ ἐπαύλει 
ἄλλα μὲν λέγουσιν, 
ἄλλα δὲ ποιοῦσιν.

Λύκος λιμώττων περιῄει  ...  A hungry wolf prowled around
ζητῶν ἑαυτῷ τροφήν  ...  looking for something he could eat. 
Γενόμενος δὲ κατά τινα τόπον  ...  He came to a certain place
ἤκουσε παιδίου κλαυθμυρίζοντος  ...  and heard a an infant crying, 
καὶ γραὸς ἀπειλουμένης  ...  and an old woman threatening him
καὶ λεγούσης αὐτῷ  ...  and saying to him,
Παῦσαι τοῦ κλαίειν  ...  Stop that crying,
μήπως τῇ ὥρᾳ ταύτῃ  ...  or else at this very moment 
ἐπιδω σε τῷ λύκῳ  ...  I'll hand you over to the wolf. 
Οἰόμενος δὲ ὁ λύκος  ...  The wolf supposed
ὅτι ἀληθεύει ἡ γραῦς  ...  the old woman was telling the truth, 
ἵστατο ἐπὶ πολλὴν ὥραν  ...  and stood there a long time 
ἐκδεχόμενος  ...  expecting (to get the baby). 
Ὡς δὲ ἑσπέρα κατέλαβεν  ...  When evening came on, 
ἀκούει πάλιν τῆς γραὸς  ...  he heard the old woman again
κολακευούσης τὸ παιδίον  ...  now soothing the child
καὶ λεγούσης αὐτῷ  ...  and saying to him, 
Ἐὰν ἔλθῃ ἐνταῦθα ὁ λύκος  ...  If the wolf comes here, 
ὦ τέκνον  ...  my child, 
φονεύσομεν αὐτόν  ...  we'll kill him. 
Τούτων ἀκούσας ὁ λύκος  ...  When the wolf heard this, 
ὡς οὐδὲν  ...  there being nothing
τοῖς λόγοις ἀκόλουθον ἦν  ...  consistent about her words,
ἀπηλλάττετο λέγων  ...  he went away, saying, 
Ἐν ταύτῃ τῇ ἐπαύλει  ...  In this dwelling, 
ἄλλα μὲν λέγουσιν  ...  they say one thing, 
ἄλλα δὲ ποιοῦσιν  ...  and do another.




Σχολαστικὸς σχολαστικῷ συναντήσας εἶπεν· Ἔμαθον ὅτι ἀπέθανες· κἀκεῖνος, Ἀλλ' ὁρᾷς με ἔτι, ἔφη, ζῶντα. Καὶ ὁ σχολαστικὸς, Καὶ μὴν ὁ εἰπων μοι πολλῷ σου ἀξιοπιστότερος ὑπάρχει.

Σχολαστικὸς 
σχολαστικῷ συναντήσας 
εἶπεν· 
Ἔμαθον ὅτι ἀπέθανες· 
κἀκεῖνος, 
Ἀλλ' ὁρᾷς με ἔτι, ἔφη, ζῶντα. 
Καὶ ὁ σχολαστικὸς, 
Καὶ μὴν ὁ εἰπων μοι 
πολλῷ σου ἀξιοπιστότερος 
ὑπάρχει.

Σχολαστικὸς  ... One dunce
σχολαστικῷ συναντήσας  ... met another dunce 
εἶπεν  ... and said,
Ἔμαθον ὅτι ἀπέθανες  ... I heard you were dead! 
κἀκεῖνος ἔφη  ... And the other said,
Ἀλλ' ὁρᾷς με ἔτι ζῶντα  ... But you can see I'm still alive.
Καὶ ὁ σχολαστικὸς  ... And the dunce said,
Καὶ μὴν ὁ εἰπων μοι ὑπάρχει  ... But the one who told me is
πολλῷ σου ἀξιοπιστότερος  ... much more reliable than you. 

And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.



Tuesday, April 1, 2025

Greek Reading: Fables 41

Today's fable and also the joke come from Colton's Greek Reader, which has notes for the stories and a vocabulary in the back; the book is available at the Internet Archive. 

So, here are the stories in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.




Λέων γηράσας, καὶ μὴ δυνάμενος δι' ἀλκῆς ἑαυτῷ τροφὴν πόριζειν, ἔγνω δι' ἐπινοίας τοῦτο πρᾶξαι. Και δὴ παραγενόμενος εἴς τι σπήλαιον, καὶ ἐνταῦθα κατακλεισθεὶς, προσεποιεῖτο νοσεῖν χαλεπῶς. Καὶ οὕτω τὰ παραγενόμενα ἐπισκέψεως χάριν παντοῖα ζῶα συλλαμβάνων κατήσθιεν αὐτά. Πολλῶν δὲ θηρίων ἀναλωθέντων ὑπ' αὐτοῦ, ἀλώπηξ τὸ τέχνασμα αὐτοῦ συνιεῖσα καὶ γνοῦσα, παρεγένετο πρὸς αὐτὸν, καὶ στᾶσα ἔξωθεν καὶ ἄποθεν τοῦ σπηλαίου, ἀπυνθάνετο αὐτοῦ πῶς ἔχοι. Τούτου δὲ εἰπόντος, κακῶς, καὶ τὴν αἰτίαν ἐρωτῶντος, δὶ ἣν οὐ κάτεισι, καὶ οὐκ εἰσέρχεται ὧδε, ἡ ἀλώπηξ ἔφη· Ἀλλ' ἔγωγε εἰσῆλθον ἂν, εἰ μὴ ἑώρων πολλῶν εἰσιόντων ἴχνη, ἐξιόντων δὲ οὐδενός.

Λέων γηράσας, 
καὶ μὴ δυνάμενος δι' ἀλκῆς 
ἑαυτῷ τροφὴν πόριζειν, 
ἔγνω δι' ἐπινοίας τοῦτο πρᾶξαι. 
Και δὴ παραγενόμενος εἴς τι σπήλαιον, 
καὶ ἐνταῦθα κατακλεισθεὶς, 
προσεποιεῖτο νοσεῖν χαλεπῶς. 
Καὶ οὕτω 
τὰ παραγενόμενα ἐπισκέψεως 
χάριν παντοῖα 
ζῶα συλλαμβάνων 
κατήσθιεν αὐτά. 
Πολλῶν δὲ θηρίων 
ἀναλωθέντων ὑπ' αὐτοῦ, 
ἀλώπηξ 
τὸ τέχνασμα αὐτοῦ συνιεῖσα 
καὶ γνοῦσα, 
παρεγένετο πρὸς αὐτὸν, 
καὶ στᾶσα ἔξωθεν 
καὶ ἄποθεν τοῦ σπηλαίου, 
ἀπυνθάνετο αὐτοῦ πῶς ἔχοι. 
Τούτου δὲ εἰπόντος, 
κακῶς, 
καὶ τὴν αἰτίαν ἐρωτῶντος, 
δὶ ἣν οὐ κάτεισι
καὶ οὐκ εἰσέρχεται ὧδε, 
ἡ ἀλώπηξ ἔφη· 
Ἀλλ' ἔγωγε εἰσῆλθον ἂν, 
εἰ μὴ ἑώρων 
πολλῶν εἰσιόντων ἴχνη, 
ἐξιόντων δὲ οὐδενός.

Λέων γηράσας  ...  A lion had grown old 
καὶ μὴ δυνάμενος  ...  and was no longer able
ἑαυτῷ τροφὴν πόριζειν  ...  to get food for himself
δι' ἀλκῆς  ...  by means of strength
δι' ἐπινοίας  ...  so by means of intelligence 
ἔγνω τοῦτο πρᾶξαι  ...  he decided on this (plan), 
Και δὴ παραγενόμενος  ...  and going  
εἴς τι σπήλαιον  ...  into a cave, 
καὶ ἐνταῦθα κατακλεισθεὶς  ...  and shutting himself in, 
προσεποιεῖτο  ...  he pretended
νοσεῖν χαλεπῶς  ...  to be gravely ill. 
Καὶ οὕτω  ...  And thus 
τὰ παραγενόμενα παντοῖα ... when all sorts (of animals) came
ἐπισκέψεως χάριν  ...  for the sake of visiting 
ζῶα συλλαμβάνων  ...  he grabbed them alive 
κατήσθιεν αὐτά  ...  and devoured them. 
Πολλῶν δὲ θηρίων  ...  After many beasts 
ἀναλωθέντων ὑπ' αὐτοῦ  ...  were slain by the lion, 
ἀλώπηξ  ...  the fox 
συνιεῖσα  ... figured out
τὸ τέχνασμα αὐτοῦ  ...  the lion's deceit 
καὶ γνοῦσα  ...  and knew what to do: 
παρεγένετο πρὸς αὐτὸν  ...  she went to the lion, 
καὶ στᾶσα ἔξωθεν  ...  and stood outside 
καὶ ἄποθεν τοῦ σπηλαίου  ...  away from the cave, 
ἀπυνθάνετο αὐτοῦ  ...  and asked him 
πῶς ἔχοι  ...  how he was doing.
Τούτου δὲ εἰπόντος  ...  The lion said, 
κακῶς  ...  "Badly!" 
καὶ τὴν αἰτίαν ἐρωτῶντος  ...  and asked why
δὶ ἣν οὐ κάτεισι  ...  the fox didn't come down
καὶ οὐκ εἰσέρχεται ὧδε  ...  and enter the cave,
ἡ ἀλώπηξ ἔφη  ...  the fox said,
Ἀλλ' ἔγωγε εἰσῆλθον ἂν  ...  I'd certainly come in
εἰ μὴ ἑώρων  ...  if I didn't see
πολλῶν εἰσιόντων ἴχνη  ...  many tracks going in, 
ἐξιόντων δὲ οὐδενός  ...  and not one coming out.



Σχολαστικὸς, εἰς χειμῶνα ναυαγῶν, καὶ τῶν συμπλεόντων ἑκάστου περιπλεκομένου σκεῦος πρὸς τὸ σωθῆναι, ἐκεῖνος μίαν τῶν ἀγηκυρῶν περιεπλέξατο.

Σχολαστικὸς, 
εἰς χειμῶνα ναυαγῶν, 
καὶ τῶν συμπλεόντων ἑκάστου 
περιπλεκομένου σκεῦος 
πρὸς τὸ σωθῆναι, 
ἐκεῖνος 
μίαν τῶν ἀγηκυρῶν περιεπλέξατο.

Σχολαστικὸς  ... A dunce
εἰς χειμῶνα ναυαγῶν  ... was on a ship sinking in a storm, 
καὶ ἑκάστου  ... and each one 
τῶν συμπλεόντων  ...  of his fellow passengers 
περιπλεκομένου   ... grabbed hold
σκεῦος  ...  of some piece of baggage
πρὸς τὸ σωθῆναι  ... to save themselves; 
ἐκεῖνος  ... the dunce 
μίαν τῶν ἀγηκυρῶν περιεπλέξατο  ... grabbed an anchor.

And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.



Sunday, March 30, 2025

Greek Reading: Fables 40

Today's fables and also the joke come from Colton's Greek Reader, which has notes for the stories and a vocabulary in the back; the book is available at the Internet Archive. 

So, here are the stories in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.


(this is another version of the fable of the two frogs that you saw before)

Βάτραχοι δύο ἐνέμοντο ἐν λίμνῃ. Ἐν ἡμέραις δὲ τοῦ θέρους ἐξηράνθη ἡ λίμνη, καὶ καταλείψαντες ἐκείνην, ἄλλην ἐπεζήτουν. Παραχρῆμα οὖν ἐνέτυχον φρέατι βαθεῖ. Εἶπε δὲ ὁ ἕτερος τῷ ἑτέρῳ· Συγκατέλθωμεν ἐνταῦθα, ὦ φίλε. Ὑπολαβὼν δὲ ὁ ἕτερος ἀντεῖπεν· Ἐὰν οὖν καὶ τὸ ἐνθάδε ὕδωρ ξηρανθῇ, πῶς δυνησόμεθα ἀνελθεῖν;

Βάτραχοι δύο 
ἐνέμοντο ἐν λίμνῃ. 
Ἐν ἡμέραις δὲ τοῦ θέρους 
ἐξηράνθη ἡ λίμνη, 
καὶ καταλείψαντες ἐκείνην, 
ἄλλην ἐπεζήτουν. 
Παραχρῆμα οὖν ἐνέτυχον 
φρέατι βαθεῖ. 
Εἶπε δὲ ὁ ἕτερος τῷ ἑτέρῳ· 
Συγκατέλθωμεν ἐνταῦθα, ὦ φίλε. 
Ὑπολαβὼν δὲ ὁ ἕτερος ἀντεῖπεν· 
Ἐὰν οὖν καὶ τὸ ἐνθάδε ὕδωρ ξηρανθῇ, 
πῶς δυνησόμεθα ἀνελθεῖν;

Βάτραχοι δύο  ...  Two frogs 
ἐνέμοντο ἐν λίμνῃ  ...  living in a pool. 
Ἐν ἡμέραις δὲ τοῦ θέρους  ...  In the days of summer 
ἐξηράνθη ἡ λίμνη  ...  the pool dried up, 
καὶ καταλείψαντες ἐκείνην  ...  and they left it behind, 
ἄλλην ἐπεζήτουν  ...  and sought another. 
Παραχρῆμα οὖν ἐνέτυχον  ...  Soon they came across 
φρέατι βαθεῖ  ...  a deep well. 
Εἶπε δὲ ὁ ἕτερος τῷ ἑτέρῳ  ...  One said to the other,
Συγκατέλθωμεν ἐνταῦθα  ...  Let's settle here, 
ὦ φίλε  ...  my friend! 
Ὑπολαβὼν δὲ ὁ ἕτερος  ...  The other replied
ἀντεῖπεν  ...  disagreeing, 
Ἐὰν οὖν καὶ τὸ ὕδωρ... And what if this water also
ἐνθάδε ξηρανθῇ  ...  dries up here:
πῶς δυνησόμεθα ἀνελθεῖν  ...  how will we be able to get out?



Ἔν τινι ποίμνῃ προβάτων δέλφαξ εἰσελθὼν ἐνέμετο. Καὶ δή ποτε τοῦ ποιμένος συλλαμβάνοντος αὐτὸ, ἐκεκράγει τε καὶ ἀντέτεινε. Τῶν δὲ προβάτων αἰτιωμένων ἐπὶ τῷ βοᾷν, καὶ λεγόντων, Ἡμᾶς γὰρ συνεχῶς συλλαμβάνει, καὶ οὐ κράζομεν, ἔφη πρὸς ταῦτα· Ἀλλ' οὐχ ὁμοία γε τῇ ὑμετέρᾳ ἡ ἐμὴ σύλληψις· ὑμᾶς γὰρ ἢ διὰ τὰ ἔρια ἀγρεύει, ἢ διὰ τοὺς ἄρνας, ἐμὲ δὲ διὰ τὸ κρέας.

Ἔν τινι ποίμνῃ προβάτων 
δέλφαξ εἰσελθὼν ἐνέμετο. 
Καὶ δή ποτε 
τοῦ ποιμένος συλλαμβάνοντος αὐτὸ, 
ἐκεκράγει τε καὶ ἀντέτεινε. 
Τῶν δὲ προβάτων αἰτιωμένων 
ἐπὶ τῷ βοᾷν, 
καὶ λεγόντων, 
Ἡμᾶς γὰρ συνεχῶς συλλαμβάνει, 
καὶ οὐ κράζομεν, 
ἔφη πρὸς ταῦτα· 
Ἀλλ' οὐχ ὁμοία γε τῇ ὑμετέρᾳ 
ἡ ἐμὴ σύλληψις· 
ὑμᾶς γὰρ ἢ διὰ τὰ ἔρια ἀγρεύει, 
ἢ διὰ τοὺς ἄρνας, 
ἐμὲ δὲ διὰ τὸ κρέας.

δέλφαξ εἰσελθὼν  ...  A pig came into 
ἔν τινι ποίμνῃ προβάτων  ...  a flock of sheep
ἐνέμετο  ...  and lived with them.
Καὶ δή ποτε  ...  And then 
τοῦ ποιμένος  ...  when the shepherd
συλλαμβάνοντος αὐτὸ  ...  grabbed him, 
ἐκεκράγει τε  ...  he squealed 
καὶ ἀντέτεινε  ...  struggled. 
Τῶν δὲ προβάτων αἰτιωμένων  ...  The sheep rebuked
ἐπὶ τῷ βοᾷν  ...  for shouting,
καὶ λεγόντων  ...  and they said, 
Ἡμᾶς γὰρ συλλαμβάνει  ...  He seizes us
συνεχῶς  ...  frequently, 
καὶ οὐ κράζομεν  ...  and we don't cry out. 
ἔφη πρὸς ταῦτα  ...  The pig said to them, 
Ἀλλ' ἡ ἐμὴ σύλληψις  ...  When he grabs me
οὐχ ὁμοία γε τῇ ὑμετέρᾳ  ...  it's not at all like grabbing you.
ὑμᾶς γὰρ ἀγρεύει ...  For he catches you 
ἢ διὰ τὰ ἔρια  ...  either for your wool
ἢ διὰ τοὺς ἄρνας  ...  or for your lambs, 
ἐμὲ δὲ διὰ τὸ κρέας  ...  but he catches me for my flesh.


Σχολαστικὸς, μαθὼν ὅτι ὁ κόραξ ὑπὲρ τὰ διακόσια ἔτη ζῇ, ἀγοράσας κόρακα εἰς ἀπόπειραν ἔτρεφε.

Σχολαστικὸς, 
μαθὼν ὅτι 
ὁ κόραξ ὑπὲρ τὰ διακόσια ἔτη ζῇ, 
ἀγοράσας κόρακα 
εἰς ἀπόπειραν ἔτρεφε.

Σχολαστικὸς  ...  A dunce, 
μαθὼν ὅτι  ...  when he learned that
ὁ κόραξ ζῇ  ...  the crow lives
ὑπὲρ τὰ διακόσια ἔτη  ...  over two hundred years,
ἀγοράσας κόρακα ἔτρεφε ...  bought and raised a crow
εἰς ἀπόπειραν  ...  to see for himself.

And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.



Thursday, March 27, 2025

Greek Reading: Fables 39

Today's fables and also the joke come from Colton's Greek Reader, which has notes for the stories and a vocabulary in the back; the book is available at the Internet Archive. 

So, here are the stories in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.


Ἔν τινι ἐπαύλει ὄνος καὶ ἀλεκτρυὼν ἦσαν. Λέων δὲ λιμώττων, ὡς ἐθεάσατο τὸν ὄνον, οἷός τε ἦν, εἰσελθὼν ἤμελλε καταθοινήσασθαι. Περὶ δὲ τὸν ψόφον, ἀλεκτρυόνος φθεγξαμένου καταπτήξας, φασὶ γάρ τοὺς λέοντας πτύρεσθαι πρὸς τὰς τῶν ἀλεκτρυόνων φωνὰς, εἰς φυγὴν ἐτράπη. Καὶ ὁ ὄνος ἀναπτερωθεὶς κατ' αὐτοῦ, εἴγε ἀλεκτρυόνα ἐφοβήθη, ἐξῆλθεν ὡς ἀποδιώξων αὐτόν. Ὁ δὲ, ὡς μακρὰν ἐγένετο, κατέφαγεν αὐτόν.

Ἔν τινι ἐπαύλει 
ὄνος καὶ ἀλεκτρυὼν ἦσαν. 
Λέων δὲ λιμώττων, 
ὡς ἐθεάσατο τὸν ὄνον, 
οἷός τε ἦν, 
εἰσελθὼν 
ἤμελλε καταθοινήσασθαι. 
Περὶ δὲ τὸν ψόφον, 
ἀλεκτρυόνος φθεγξαμένου 
καταπτήξας, 
φασὶ γάρ 
τοὺς λέοντας πτύρεσθαι 
πρὸς τὰς τῶν ἀλεκτρυόνων φωνὰς, 
εἰς φυγὴν ἐτράπη. 
Καὶ ὁ ὄνος 
ἀναπτερωθεὶς κατ' αὐτοῦ, 
εἴγε ἀλεκτρυόνα ἐφοβήθη,
ἐξῆλθεν 
ὡς ἀποδιώξων αὐτόν. 
Ὁ δὲ, 
ὡς μακρὰν ἐγένετο, 
κατέφαγεν αὐτόν.

Ἔν τινι ἐπαύλει  ... On a farmstead 
ὄνος καὶ ἀλεκτρυὼν ἦσαν  ... there was a donkey and rooster. 
Λέων δὲ λιμώττων  ... A hungry lion 
ὡς ἐθεάσατο τὸν ὄνον  ... when he saw the donkey, 
οἷός τε ἦν εἰσελθὼν  ... and being as he was (a lion), he went in
ἤμελλε καταθοινήσασθαι  ... and planned to have a feast. 
Περὶ δὲ τὸν ψόφον  ... But because of the noise
ἀλεκτρυόνος φθεγξαμένου  ... of the rooster squawking,
καταπτήξας  ... the lion cowered — 
φασὶ γάρ  ... for they say
τοὺς λέοντας πτύρεσθαι  ... that lions are terrified  
πρὸς τὰς τῶν ἀλεκτρυόνων φωνὰς  ... by roosters crowing — 
εἰς φυγὴν ἐτράπη  ... he turned around to run. 
Καὶ ὁ ὄνος  ... And the donkey 
ἀναπτερωθεὶς κατ' αὐτοῦ  ... felt elated because of this,
εἴγε ἀλεκτρυόνα ἐφοβήθη  ... since the lion feared the rooster,
ἐξῆλθεν  ... and went out 
ὡς ἀποδιώξων αὐτόν  ... in pursuit of the lion. 
Ὁ δὲ  ... But the lion, 
ὡς μακρὰν ἐγένετο  ... when he was far (from the rooster),
κατέφαγεν αὐτόν  ... devoured the donkey.



Λαγωοί ποτε πολεμοῦντες ἀετοῖς, παρεκάλουν εἰς συμμαχίαν ἀλώπεκας. Αἱ δὲ ἔφασαν· Ἐβοηθήσαμεν ἂν ὑμῖν, εἰ μὴ εἴδειμεν, τίνες ἦτε καὶ τίσι πολεμεῖτε.

Λαγωοί ποτε 
πολεμοῦντες ἀετοῖς, 
παρεκάλουν εἰς συμμαχίαν ἀλώπεκας. 
Αἱ δὲ ἔφασαν· 
Ἐβοηθήσαμεν ἂν ὑμῖν, 
εἰ μὴ εἴδειμεν, 
τίνες ἦτε καὶ τίσι πολεμεῖτε.

Λαγωοί ποτε  ... The rabbits once upon a time
πολεμοῦντες ἀετοῖς  ... were at war with the eagles, 
παρεκάλουν ἀλώπεκας  ... and ordered the foxes
εἰς συμμαχίαν  ... to come fight as their allies. 
Αἱ δὲ ἔφασαν  ... But the foxes said, 
Ἐβοηθήσαμεν ἂν ὑμῖν  ... We'd come help you, 
εἰ μὴ εἴδειμεν  ... if we didn't know
τίνες ἦτε  ... who you are
καὶ τίσι πολεμεῖτε  ... and who you are fight against.




Σχολαστικὸς νοσοῦντα ἐπισκεπτόμενος ἠρώτα περὶ τῆς ἡγιείας· ὁ δὲ οὐκ ἠδύνατο ἀποκριθῆναι. Ὀργισθεὶς οὖν ἐξήλεγχεν. Ἐλπίζω κἀμὲ νοσήσαι, καὶ ἐλθόντι σοι μὴ ἀποκριθῆναι.

Σχολαστικὸς 
νοσοῦντα ἐπισκεπτόμενος 
ἠρώτα περὶ τῆς ἡγιείας· 
ὁ δὲ 
οὐκ ἠδύνατο ἀποκριθῆναι. 
Ὀργισθεὶς οὖν ἐξήλεγχεν. 
Ἐλπίζω κἀμὲ νοσήσαι, 
καὶ ἐλθόντι σοι 
μὴ ἀποκριθῆναι.

Σχολαστικὸς  ... A dunce 
νοσοῦντα ἐπισκεπτόμενος  ... looked in on a sick (friend) 
ἠρώτα περὶ τῆς ἡγιείας  ... and asked about his health.
ὁ δὲ  ... The (sick man) 
οὐκ ἠδύνατο ἀποκριθῆναι  ... was not able to answer. 
Ὀργισθεὶς οὖν  ...  So the dunce got angry 
ἐξήλεγχεν  ... and rebuked him, 
Ἐλπίζω κἀμὲ νοσήσαι  ... I hope I get sick too!
καὶ ἐλθόντι σοι  ... And when you come to see me,
μὴ ἀποκριθῆναι  ... I won't answer you!

And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.



Tuesday, March 25, 2025

Greek Reading: Fables 38

Today's fable and also the joke come from Colton's Greek Reader, which has notes for the stories and a vocabulary in the back; the book is available at the Internet Archive. 

So, here are the stories in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.


Ἀετὸς καταπτὰς ἀπό τινος ἡψηλῆς πέτρας, ἥρπασεν ἄρνα. Κολοιὸς δὲ τοῦτον θεασάμενος, διὰ ζῆλον μιμησάμενος καθεὶς ἑαυτὸν μετὰ πολλοῦ τοῦ ῥοίζου, ἐπὶ κριὸν ἠνέχθη. Ἐμπαρέντων δὲ αὐτοῦ τῶν ὀνύχων ἐν τοῖς ἐκείνου μαλλοῖς, ἐξαρθῆναι μὴ δυνάμενος ἐπτερύσσετο ἕως οὗ ὁ ποιμὴν τὸ γεγονὸς αἰσθόμενος, προσδραμὼν ἀνελάβετο αὐτὸν, καὶ περικόψας αὐτοῦ τὸ ὀξύπτερα, ὡς ἑσπέρα κατέλαβε, τοῖς ἑαυτοῦ παισὶν ἐκόμισε. Τῶν δὲ πυνθανομένων, τί εἴη τὸ ὄρνεον, ἔφη· Ὡς μὲν ἐγὼ σαφὼς οἶδα, κολοιὸς, ὡς δὲ αὐτὸς βούλεται, ἀετός.

Ἀετὸς καταπτὰς 
ἀπό τινος ἡψηλῆς πέτρας, 
ἥρπασεν ἄρνα. 
Κολοιὸς δὲ 
τοῦτον θεασάμενος, 
διὰ ζῆλον μιμησάμενος 
καθεὶς ἑαυτὸν 
μετὰ πολλοῦ τοῦ ῥοίζου, 
ἐπὶ κριὸν ἠνέχθη. 
Ἐμπαρέντων δὲ 
αὐτοῦ τῶν ὀνύχων 
ἐν τοῖς ἐκείνου μαλλοῖς, 
ἐξαρθῆναι μὴ δυνάμενος 
ἐπτερύσσετο 
ἕως οὗ ὁ ποιμὴν 
τὸ γεγονὸς αἰσθόμενος, 
προσδραμὼν 
ἀνελάβετο αὐτὸν, 
καὶ περικόψας αὐτοῦ τὰ ὀξύπτερα, 
ὡς ἑσπέρα κατέλαβε, 
τοῖς ἑαυτοῦ παισὶν ἐκόμισε. 
Τῶν δὲ πυνθανομένων, 
τί εἴη τὸ ὄρνεον, 
ἔφη·
 Ὡς μὲν ἐγὼ σαφὼς οἶδα, 
κολοιὸς, 
ὡς δὲ αὐτὸς βούλεται, 
ἀετός. 

Ἀετὸς καταπτὰς  ... An eagle plunged
ἀπό τινος ἡψηλῆς πέτρας  ... from a lofty rock, 
ἥρπασεν ἄρνα  ... and seized a sheep. 
Κολοιὸς δὲ  ... A jackdaw 
τοῦτον θεασάμενος  ... saw this and, 
διὰ ζῆλον  ... feeling envious,
μιμησάμενος  ... he imitated (the eagle),
καθεὶς ἑαυτὸν  ... hurling himself down
μετὰ πολλοῦ τοῦ ῥοίζου  ... with a great whoosh
ἐπὶ κριὸν ἠνέχθη  ... and landed on a ram. 
αὐτοῦ τῶν ὀνύχων  ... The jackdaw's claws 
ἐμπαρέντων  ... dug into  
ἐν τοῖς ἐκείνου μαλλοῖς  ... the ram's wool; 
ἐξαρθῆναι μὴ δυνάμενος  ... unable to break free
ἐπτερύσσετο  ... he flapped his wings 
ἕως οὗ ὁ ποιμὴν  ... until a shepherd 
τὸ γεγονὸς αἰσθόμενος  ... realized what had happened, 
προσδραμὼν  ... and, running up, 
ἀνελάβετο αὐτὸν  ... he seized the jackdaw, 
καὶ περικόψας  ... and clipped short 
αὐτοῦ τὰ ὀξύπτερα  ... the jackdaw's wings. 
ὡς ἑσπέρα κατέλαβε  ...  As evening came on,
ἐκόμισε  ... he carried (the bird)
τοῖς ἑαυτοῦ παισὶν  ...  to his children.
Τῶν δὲ πυνθανομένων  ... When they asked, 
τί εἴη τὸ ὄρνεον  ... what kind of bird it was, 
ἔφη  ... he said
 Ὡς μὲν ἐγὼ σαφὼς οἶδα  ... As I know full well 
κολοιὸς  ... he's a jackdaw, 
ὡς δὲ αὐτὸς βούλεται  ... but as he wants (to think):
ἀετός  ... he's an eagle. 



Σχολαστικὸς, ναυαγεῖν μέλλων, πινακίδας ᾔτει, ἵνα διαθήκας γράφῃ. Τοὺς δὲ οἰκέτας ὁρῶν ἀλγοῦντας διὰ τὸν κίνδυνον, ἔφη· Μὴ λυπεῖσθε, ἐλευθερῶ γὰρ ὑμᾶς.

Σχολαστικὸς, 
ναυαγεῖν μέλλων, 
πινακίδας ᾔτει, 
ἵνα διαθήκας γράφῃ. 
Τοὺς δὲ οἰκέτας ὁρῶν 
ἀλγοῦντας διὰ τὸν κίνδυνον, 
ἔφη· 
Μὴ λυπεῖσθε,
 ἐλευθερῶ γὰρ ὑμᾶς.

Σχολαστικὸς  ...  A dunce, 
ναυαγεῖν μέλλων  ...  about to die in a shipwreck, 
πινακίδας ᾔτει  ...  asked for writing tablets, 
ἵνα διαθήκας γράφῃ  ...  to he could write his will. 
Τοὺς δὲ οἰκέτας ὁρῶν  ...  Seeing his house-slaves 
ἀλγοῦντας  ... in agony
διὰ τὸν κίνδυνον  ...  on account of the danger, 
ἔφη  ...  said, 
Μὴ λυπεῖσθε  ...  Don't feel bad!
 ἐλευθερῶ γὰρ ὑμᾶς  ...  I'm going to free you!

And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.



Sunday, March 23, 2025

Greek Reading: Fables 37

Today's fable and also the joke is from Colton's Greek Reader, which has notes for the stories and a vocabulary in the back; the book is available at the Internet Archive. 

So, here are the stories in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.


Μυσὶ καὶ γαλαῖς πόλεμος ἦν· ἀεὶ δὲ οἱ μύες ἡττώμενοι, ἐπειδὴ συνῆλθον εἰς ταὐτὸν, ὑπέλαβον ὅτι διὰ ἀναρχίαν τοῦτο πάσχουσιν. Ὅθεν ἐπιλεξάμενοι ἑαυτῶν τινας, στρατηγοὺς ἐχειροτόνησαν. Οἱ δὲ βουλόμενοι ἐπισημότεροι τῶν ἄλλων εἶναι, κέρατα σκευάσαντες ἑαυτοῖς συνῆψαν. Ἐνστάσης δὲ τῆς μάχης,συνέβη πάντας τοὺς μύας ἡττηθῆναι. Οἱ μὲν οὖν ἄλλοι πάντες ῥᾳδίως εἰσέδυνον, οἱ δὲ στρατηγοὶ μὴ δυνάμενοι εἰσελθεῖν διὰ τὰ κέρατα αὐτῶν, συλλαμβανόμενοι κατησθίοντο.

Μυσὶ καὶ γαλαῖς πόλεμος ἦν· 
ἀεὶ δὲ οἱ μύες ἡττώμενοι, 
ἐπειδὴ συνῆλθον εἰς ταὐτὸν, 
ὑπέλαβον 
ὅτι διὰ ἀναρχίαν τοῦτο πάσχουσιν. 
Ὅθεν ἐπιλεξάμενοι 
ἑαυτῶν τινας στρατηγοὺς 
ἐχειροτόνησαν. 
Οἱ δὲ βουλόμενοι 
ἐπισημότεροι τῶν ἄλλων εἶναι, 
κέρατα σκευάσαντες 
ἑαυτοῖς συνῆψαν. 
Ἐνστάσης δὲ τῆς μάχης,
συνέβη 
πάντας τοὺς μύας ἡττηθῆναι. 
Οἱ μὲν οὖν ἄλλοι πάντες 
ῥᾳδίως εἰσέδυνον, 
οἱ δὲ στρατηγοὶ 
μὴ δυνάμενοι εἰσελθεῖν 
διὰ τὰ κέρατα αὐτῶν, 
συλλαμβανόμενοι κατησθίοντο.

Μυσὶ καὶ γαλαῖς πόλεμος ἦν  ... The mice and weasels were at war.
ἀεὶ δὲ οἱ μύες ἡττώμενοι  ... The mice always being weaker 
ἐπειδὴ συνῆλθον εἰς ταὐτὸν  ... when they went to (war) 
ὑπέλαβον  ... supposed 
ὅτι τοῦτο πάσχουσιν  ... that they were suffering in this way
διὰ ἀναρχίαν  ...  because of a lack of leadership.
Ὅθεν ἐπιλεξάμενοι  ...  So having thought this over,
ἐχειροτόνησαν  ... they elected
ἑαυτῶν τινας στρατηγοὺς  ...  some of the mice to be generals.
Οἱ δὲ βουλόμενοι  ... The generals wanted 
ἐπισημότεροι εἶναι  ... to be more distinguished 
τῶν ἄλλων  ...  than the others 
κέρατα σκευάσαντες  ... so they prepared horns
ἑαυτοῖς συνῆψαν  ... and attached them (to their heads). 
Ἐνστάσης δὲ τῆς μάχης  ... When the battle began,
συνέβη  ... it happened 
πάντας τοὺς μύας ἡττηθῆναι  ... that all the mice were defeated. 
Οἱ μὲν οὖν ἄλλοι πάντες  ... All the others
ῥᾳδίως εἰσέδυνον  ... easily entered (their holes)
οἱ δὲ στρατηγοὶ  ... but the generals 
μὴ δυνάμενοι εἰσελθεῖν  ... were not able to enter 
διὰ τὰ κέρατα αὐτῶν  ... on account of their horns, 
συλλαμβανόμενοι κατησθίοντο  ... so they were caught and eaten.



Σχολαστικὸς ἐν τῷ ἰδίῳ ἀγρῷ ἐξιὼν ἠρώτα πιεῖν ὕδωρ, εἰ καλὸν ἐν τῷ αὐτόθι φρέατι· τῶν δὲ φησάντων ὅτι καλὸν, καὶ γὰρ οἱ γονεῖς αὐτοῦ ἐξ αὐτοῦ ἔπινον, Καὶ πηλίκους, ἔφη, εἶχον τραχήλους, ὅτι εἰς τοσοῦτον βάθος πίνειν ἠδύναντο.
φρέατι. τῶν δὲ φησάντων, ὅτι Καλόν· καὶ γὰρ καὶ οἱ γονεῖς σου ἐξ αὐτοῦ ἔπινον. Καὶ πηλίκους, ἔφη, εἶχον τραχήλους, ὅτι εἰς τοσοῦτον βάθος πίνειν ἐδύναντο.

Σχολαστικὸς 
ἐν τῷ ἰδίῳ ἀγρῷ ἐξιὼν 
ἠρώτα πιεῖν ὕδωρ, 
εἰ καλὸν ἐν τῷ αὐτόθι φρέατι· 
τῶν δὲ φησάντων ὅτι καλὸν, 
καὶ γὰρ οἱ γονεῖς αὐτοῦ 
ἐξ αὐτοῦ ἔπινον, 
Καὶ πηλίκους, ἔφη, 
εἶχον τραχήλους, 
ὅτι εἰς τοσοῦτον βάθος 
πίνειν ἠδύναντο.

Σχολαστικὸς  ...  A dunce
ἐν τῷ ἰδίῳ ἀγρῷ ἐξιὼν  ...  went out into his own farm 
ἠρώτα πιεῖν ὕδωρ  ...  and wanted to drink some water, 
εἰ ἐν τῷ αὐτόθι φρέατι  ...  if the water there in the well
καλὸν  ...  was good.
τῶν δὲ φησάντων  ...  When the people said
ὅτι καλὸν  ...  that the water was good, 
καὶ γὰρ οἱ γονεῖς αὐτοῦ  ...  and in fact his ancestors
ἐξ αὐτοῦ ἔπινον  ...  used to drink from the well, 
ἔφη  ...  the dunce said,
Καὶ πηλίκους τραχήλους  ...  What long necks 
εἶχον  ...  they must have had, 
ὅτι πίνειν ἠδύναντο  ...  since they were able to drink
εἰς τοσοῦτον βάθος  ...  from such a depth.


And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.



Thursday, March 20, 2025

Greek Reading: Fables 36

Today's fable and also the joke is from Colton's Greek Reader, which has notes for the stories and a vocabulary in the back; the book is available at the Internet Archive. 

So, here are the stories in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.


Ἄνθρωπός τις καὶ σάτυρος φιλίαν πρὸς ἀλλήλους ποιησάμενοι, ἐκάθισαν ἀμφότεροι τοῦ ἐσθίειν. Χειμῶνος δὲ καταλαβόντος, καὶ ψύχους γενομένου, ὁ ἄνθρωπος προσφέρων τὰς χεῖρας τῷ στόματι αὐτοῦ ἀπέπνει. Τοῦ δὲ σατύρου ἐπερωτήσαντος, Δι' ἣν αἰτίαν πράττεις τοῦτο, φίλε; ἔφη· Τὰς χεῖρας θερμαίνω ἐκ τοῦ κρύους. Μετὰ μικρὸν δὲ ἐδέσματος θερμοῦ προσενεχθέντος, ὁ ἄνθρωπος πάλιν ἐπιφέρων τῷ στόματι τὸ βρῶμα ἐφύσα τοῦτο. Πυνθανομένου δὲ πάλιν τοῦ σατύρου, Δι' ἣν αἰτίαν τοῦτο πάλιν πράττεις; ἔφη· Τὸ ἔδεσμα καταψύχω. Ὑπολαβὼν δὲ ἐκεῖνος ἔφη· Ἀλλ' ἔγωγε ἀπὸ τοῦ νῦν ἀποτάσσομαί σου τῇ φιλίᾳ, ὅτι ἐκ τοῦ αὐτοῦ στόματος τὸ ψυχρὸν καὶ τὸ θερμὸν ἐξάγεις.

Ἄνθρωπός τις καὶ σάτυρος 
φιλίαν πρὸς ἀλλήλους ποιησάμενοι, 
ἐκάθισαν ἀμφότεροι τοῦ ἐσθίειν. 
Χειμῶνος δὲ καταλαβόντος, 
καὶ ψύχους γενομένου, 
ὁ ἄνθρωπος 
προσφέρων τὰς χεῖρας τῷ στόματι αὐτοῦ 
ἀπέπνει. 
Τοῦ δὲ σατύρου ἐπερωτήσαντος, 
Δι' ἣν αἰτίαν πράττεις τοῦτο, φίλε; 
ἔφη· 
Τὰς χεῖρας θερμαίνω 
ἐκ τοῦ κρύους. 
Μετὰ μικρὸν δὲ 
ἐδέσματος θερμοῦ προσενεχθέντος, 
ὁ ἄνθρωπος 
πάλιν ἐπιφέρων τῷ στόματι τὸ βρῶμα 
ἐφύσα τοῦτο. 
Πυνθανομένου δὲ πάλιν τοῦ σατύρου, 
Δι' ἣν αἰτίαν τοῦτο πάλιν πράττεις; 
ἔφη· 
Τὸ ἔδεσμα καταψύχω. 
Ὑπολαβὼν δὲ ἐκεῖνος ἔφη· 
Ἀλλ' ἔγωγε 
ἀπὸ τοῦ νῦν 
ἀποτάσσομαί σου τῇ φιλίᾳ, 
ὅτι ἐκ τοῦ αὐτοῦ στόματος 
τὸ ψυχρὸν καὶ τὸ θερμὸν ἐξάγεις.

Ἄνθρωπός τις καὶ σάτυρος  ... A man and a satyr
φιλίαν ποιησάμενοι  ... had become friends
πρὸς ἀλλήλους  ... with one another;
ἐκάθισαν ἀμφότεροι  ...  they both sat down
τοῦ ἐσθίειν  ... to eat.
Χειμῶνος δὲ καταλαβόντος  ... Winter had come on 
καὶ ψύχους γενομένου  ... and it was cold; 
ὁ ἄνθρωπος  ... the man 
προσφέρων τὰς χεῖρας  ... brought his hands 
τῷ στόματι αὐτοῦ  ... to his mouth 
ἀπέπνει  ... and blew on them. 
Τοῦ δὲ σατύρου ἐπερωτήσαντος  ... The satyr asked: 
φίλε  ... My friend,
δι' ἣν αἰτίαν πράττεις τοῦτο;  ... why are you doing that?
ἔφη  ... The man said,
Τὰς χεῖρας θερμαίνω  ... I'm warming my hands 
ἐκ τοῦ κρύους  ... from the chill. 
Μετὰ μικρὸν δὲ  ... After a little while 
ἐδέσματος θερμοῦ προσενεχθέντος  ... hot food was served, 
ὁ ἄνθρωπος  ... and the man 
ἐπιφέρων τὸ βρῶμα  ... putting the food 
πάλιν τῷ στόματι  ... to his mouth again 
ἐφύσα τοῦτο  ... and puffed on it. 
Πυνθανομένου δὲ πάλιν τοῦ σατύρου  ... The satyr again asked, 
Δι' ἣν αἰτίαν τοῦτο πάλιν πράττεις; ... Why do you do that again?
ἔφη  ... The man said,
Τὸ ἔδεσμα καταψύχω  ... I'm cooling the food. 
Ὑπολαβὼν δὲ ἐκεῖνος ἔφη  ... The satyr said in reply:
Ἀλλ' ἔγωγε ἀπὸ τοῦ νῦν  ... From now on I
ἀποτάσσομαί σου τῇ φιλίᾳ  ... renounce our friendship, 
ὅτι ἐκ τοῦ αὐτοῦ στόματος  ... because from the same mouth
ἐξάγεις τὸ ψυχρὸν καὶ τὸ θερμὸν ...  you blow both cold and hot.



Διδύμων ἀδελφῶν εἷς ἐτελεύτησε. Σχολαστικὸς οὖν ἀπαντήσας τῷ ζῶντι ἠρώτα· Σὺ ἀπέθανες, ἢ ὁ ἀδελφός σου;

Διδύμων ἀδελφῶν εἷς ἐτελεύτησε. 
Σχολαστικὸς οὖν 
ἀπαντήσας τῷ ζῶντι 
ἠρώτα· 
Σὺ ἀπέθανες, 
ἢ ὁ ἀδελφός σου;

Διδύμων ἀδελφῶν  ... There were two twin brothers
εἷς ἐτελεύτησε  ... and one of them died.
Σχολαστικὸς οὖν  ... So when a dunce 
ἀπαντήσας τῷ ζῶντι  ... ran into the surviving brother 
ἠρώτα  ... he asked, 
Σὺ ἀπέθανες  ... Did you die, 
ἢ ὁ ἀδελφός σου;  ... or was it your brother?


And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.



Tuesday, March 18, 2025

Greek Reading: Fables 35

Today's fable is from Colton's Greek Reader, which has notes for the stories and a vocabulary in the back; the book is available at the Internet Archive. The joke is from Rushbrooke's First Greek Reader, also at the Internet Archive and with a dictionary in the back.

So, here are the stories in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.

(fox with a cropped tail)

Ἀλώπηξ ὑπό τινος παγίδος τὴν οὐρὰν ἀποκοπεῖσα, ἐξ αἰσχύνης ἀβίωτον τὸν βίον ἡγεῖτο. Ἔγνω δὲ καὶ τὰς ἄλλας ἀλώπεκας εἰς τὸ αὐτὸ περιαγαγεῖν, ἵνα τῷ κοινῷ πάθει τὸ ἴδιον ἐλάττωμα συγκρύψῃ. Καὶ δὴ ἁπάσας ἀθροίσασα, παρῄνει αὐταῖς τὰς οὐρὰς ἀποκόπτειν, λέγουσα ὡς οὐκ ἀπρεπὲς τοῦτο μόνον, ἀλλὰ καὶ περισσὸν αὐταῖς προσήρτηται βάρος. Τούτων δέ τις ὑπολαβοῦσα, ἔφη· Ὦ φίλη, ἀλλ' εἴ σοι μὴ τοῦτο συνέφερεν, οὐκ ἂν ἡμῖν αὐτὸ συνεβούλευες.

Ἀλώπηξ 
ὑπό τινος παγίδος 
τὴν οὐρὰν ἀποκοπεῖσα, 
ἐξ αἰσχύνης 
ἀβίωτον τὸν βίον ἡγεῖτο. 
Ἔγνω δὲ 
καὶ τὰς ἄλλας ἀλώπεκας 
εἰς τὸ αὐτὸ περιαγαγεῖν, 
ἵνα τῷ κοινῷ πάθει 
τὸ ἴδιον ἐλάττωμα συγκρύψῃ. 
Καὶ δὴ ἁπάσας ἀθροίσασα, 
παρῄνει αὐταῖς 
τὰς οὐρὰς ἀποκόπτειν, 
λέγουσα ὡς 
οὐκ ἀπρεπὲς τοῦτο μόνον, 
ἀλλὰ καὶ περισσὸν αὐταῖς προσήρτηται βάρος. 
Τούτων δέ τις ὑπολαβοῦσα, 
ἔφη· 
Ὦ φίλη, 
ἀλλ' εἴ σοι μὴ τοῦτο συνέφερεν, 
οὐκ ἂν ἡμῖν αὐτὸ συνεβούλευες.

Ἀλώπηξ  ...  A fox
τὴν οὐρὰν ἀποκοπεῖσα  ...  had her tail cut off
ὑπό τινος παγίδος  ...  by a trap,
ἐξ αἰσχύνης  ...  and from shame 
ἀβίωτον τὸν βίον ἡγεῖτο  ...  lived a life not worth living. 
Ἔγνω δὲ περιαγαγεῖν  ...  She decided to lead
καὶ τὰς ἄλλας ἀλώπεκας  ...  the other foxes also 
εἰς τὸ αὐτὸ  ...  to the same, 
ἵνα συγκρύψῃ  ...  so that she could cover up 
τὸ ἴδιον ἐλάττωμα  ...  her own loss 
τῷ κοινῷ πάθει  ...  with a common misfortune.
Καὶ δὴ ἀθροίσασα  ...  And when she gathered together
ἁπάσας  ...  all the foxes,
παρῄνει αὐταῖς  ...  she advised them 
τὰς οὐρὰς ἀποκόπτειν  ...  to cut off their tails, 
λέγουσα ὡς  ...  saying that 
οὐκ μόνον  ...  not only was 
ἀπρεπὲς τοῦτο  ...  having a tail unbecoming, 
ἀλλὰ καὶ  ...  but also 
περισσὸν βάρος  ...  it was an added weight
αὐταῖς προσήρτηται  ...  attached to them. 
Τούτων δέ τις  ...  One of those foxes 
ὑπολαβοῦσα  ...  interrupted, 
ἔφη  ...  and said, 
ἀλλ' ὦ φίλη  ...  but, my dear, 
εἴ μὴ τοῦτο συνέφερεν  ...  if this was not advantageous
σοι  ...  to you,
οὐκ ἂν αὐτὸ συνεβούλευες  ...  you would not recommend it
ἡμῖν  ...  to us.


Κυμαῖός τις ἐπ' ὄνου παρὰ κῆπον ὠχεῖτο. ἰδὼν δὲ κλάδον συκῆς ὑπερέχοντα, σύκων ὡραίων πεπληρωμένον, ἐπελάβετο τοῦ κλάδου. Τοῦ δὲ ὄνου ὑπεκδραμόντος ἐπεκρεμάσθη, καὶ τοῦ γειτόνος ἐρωτήσαντος τί ἐκεῖ ποιεῖ κρεμάμενος, ἔλεγεν, Ἐκ τοῦ ὄνου πέπτωκα.

Κυμαῖός τις 
ἐπ' ὄνου 
παρὰ κῆπον ὠχεῖτο. 
ἰδὼν δὲ κλάδον συκῆς 
ὑπερέχοντα, 
σύκων ὡραίων πεπληρωμένον, 
ἐπελάβετο τοῦ κλάδου. 
Τοῦ δὲ ὄνου ὑπεκδραμόντος 
ἐπεκρεμάσθη, 
καὶ τοῦ γειτόνος ἐρωτήσαντος 
τί ἐκεῖ ποιεῖ 
κρεμάμενος, 
ἔλεγεν, 
Ἐκ τοῦ ὄνου πέπτωκα.

Κυμαῖός τις  ...  A certain fool (Cumaean)
ἐπ' ὄνου  ...  on a donkey 
παρὰ κῆπον ὠχεῖτο  ...  rode by a fig tree. 
ἰδὼν δὲ κλάδον συκῆς  ...  Seeing a branch of the fig tree
ὑπερέχοντα  ...  up above, 
σύκων ὡραίων πεπληρωμένον  ...  full of ripe figs, 
ἐπελάβετο τοῦ κλάδου  ...  he grabbed the branch. 
Τοῦ δὲ ὄνου  ... The donkey
ὑπεκδραμόντος  ...  backed out from under him,
ἐπεκρεμάσθη  ...  and the man was hanging there, 
καὶ τοῦ γειτόνος  ...  and his neighbor 
ἐρωτήσαντος  ...  asked 
τί ποιεῖ  ...  what he was doing 
ἐκεῖ κρεμάμενος  ...  hanging there; 
ἔλεγεν  ...  the fool said, 
Ἐκ τοῦ ὄνου πέπτωκα  ...  I fell off my donkey.

(This same story is told about Nasruddin; several of these ancient Greek jokes circulate later as Nasruddin jokes!)

And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.



Monday, March 17, 2025

Greek Reading: Fables 34

Today's fable is from Colton's Greek Reader, which has notes for the stories and a vocabulary in the back; the book is available at the Internet Archive. The joke is from Rushbrooke's First Greek Reader, also at the Internet Archive and with a dictionary in the back.

So, here are the stories in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.



Ἑρμῆς, γηῶναι βουλόμενος ἐν τίνι τιμῇ παρ' ἀνθρώποις ἐστὶν, ἧκεν εἰς ἀγαλματοποιοῦ, ἑαυτὸν εἰκάσας ἀνθρώπῳ, καὶ θεασάμενος ἄγαλμα τοῦ Διὸς ἠρώτα, πόσου τις αὐτὸ πρίασθαι δύναται. Τοῦ δὲ εἰπόντος, Δραχμῆς, γελάσας, Πόσου τὸ τῆς Ἥρας; ἔφη. Εἰπόντος δὲ, Πλείονος, ἰδὼν καὶ τὸ ἑαυτοῦ ἄγαλμα, καὶ νομίσας, ὡς, ἐπειδὴ ἄγγελός ἐστι Θεῶν καὶ κερδῷος, πολὺν αὑτοῦ παρὰ τοῖς ἀνθρώποις εἶναι τὸν λόγον, ἤρετο περὶ αὐτοῦ. Ὁ δ' ἀγαλματοποιὸς ἔφη· Ἐὰν τούτους ὠνήσῃ, καὶ τοῦτον προσθήκην σοι δίδωμι.

Ἑρμῆς γηῶναι βουλόμενος 
ἐν τίνι τιμῇ 
παρ' ἀνθρώποις ἐστὶν, 
ἧκεν εἰς ἀγαλματοποιοῦ, 
ἑαυτὸν εἰκάσας ἀνθρώπῳ, 
καὶ θεασάμενος ἄγαλμα τοῦ Διὸς 
ἠρώτα, 
πόσου τις αὐτὸ πρίασθαι δύναται. 
Τοῦ δὲ εἰπόντος, 
Δραχμῆς, γελάσας, 
Πόσου τὸ τῆς Ἥρας; 
ἔφη. 
Εἰπόντος δὲ, 
Πλείονος, 
ἰδὼν καὶ τὸ ἑαυτοῦ ἄγαλμα, 
καὶ νομίσας, 
ὡς, ἐπειδὴ ἄγγελός ἐστι Θεῶν 
καὶ κερδῷος, 
πολὺν αὑτοῦ 
παρὰ τοῖς ἀνθρώποις 
εἶναι τὸν λόγον, 
ἤρετο περὶ αὐτοῦ. 
Ὁ δ' ἀγαλματοποιὸς ἔφη· 
Ἐὰν τούτους ὠνήσῃ, 
καὶ τοῦτον 
προσθήκην σοι δίδωμι.

Ἑρμῆς γηῶναι βουλόμενος  ...  Hermes wanted to know
ἐν τίνι τιμῇ ἐστὶν  ...  how he was valued
παρ' ἀνθρώποις  ...  by people, 
ἧκεν εἰς ἀγαλματοποιοῦ  ...  so he went to a sculptor
ἑαυτὸν εἰκάσας ἀνθρώπῳ  ...  and made himself look like a man.
καὶ θεασάμενος ἄγαλμα τοῦ Διὸς  ...  He saw a statue of Zeus
ἠρώτα  ...  and asked 
πόσου τις αὐτὸ πρίασθαι δύναται  ...  how much it cost.
Τοῦ δὲ εἰπόντος  ...  And the sculptor answered, 
Δραχμῆς ...  A drachma.
γελάσας ἔφη ...  And Hermes laughed and said, 
Πόσου τὸ τῆς Ἥρας  ...  how much for the statue of Hera?
Εἰπόντος δὲ  ...  And the statue-maker said, 
Πλείονος  ...  More.
ἰδὼν καὶ τὸ ἑαυτοῦ ἄγαλμα  ...  And he saw a statue of himself
καὶ νομίσας  ...  and thought, 
ὡς ἐπειδὴ ἄγγελός ἐστι Θεῶν  ...  as he was the gods' messenger 
καὶ κερδῷος  ...  and a bringer of profit, 
πολὺν αὑτοῦ εἶναι τὸν λόγον  ...  his would be reckoned highly
παρὰ τοῖς ἀνθρώποις  ...  by the people. 
ἤρετο περὶ αὐτοῦ  ...  He asked about it 
Ὁ δ' ἀγαλματοποιὸς ἔφη  ...  and the sculptor said,
Ἐὰν τούτους ὠνήσῃ  ...  If you buy those, 
σοι δίδωμι καὶ τοῦτον  ...  I'll give you this one too
προσθήκην  ... as an add-on.



Δύσκολόν τινά τις ἐζήτει. ὁ δὲ ἀπεκρίνατο, Οὐκ εἰμὶ ὧδε. Τοῦ δὲ γελάσαντος καὶ εἰπόντος, Ψεύδει· τὴς γὰρ φωνῆς σου ἀκούω, εἶπεν, ὦ κάθαρμα, εἰ μὲν ὁ δοῦλός μου εἶπεν, ἐπίστευσας ἂν αὐτῷ· ἐγὼ δέ σοι οὐ φαίνομαι ἀξιοπιστότερος ἐκείνου εἶναι;

Δύσκολόν τινά 
τις ἐζήτει. 
ὁ δὲ ἀπεκρίνατο, 
Οὐκ εἰμὶ ὧδε. 
Τοῦ δὲ γελάσαντος 
καὶ εἰπόντος, 
Ψεύδει· 
τὴς γὰρ φωνῆς σου ἀκούω, 
εἶπεν, 
ὦ κάθαρμα, 
εἰ μὲν ὁ δοῦλός μου εἶπεν, 
ἐπίστευσας ἂν αὐτῷ· 
ἐγὼ δέ 
σοι οὐ φαίνομαι 
ἀξιοπιστότερος ἐκείνου εἶναι;

τις ἐζήτει  ...  Someone was looking
δύσκολόν τινά  ...  for a grouchy person.
ὁ δὲ ἀπεκρίνατο  ...  The grouch answered, 
Οὐκ εἰμὶ ὧδε  ...  I'm not here!
Τοῦ δὲ γελάσαντος  ...  The visitor laughed
καὶ εἰπόντος  ...  and said,
Ψεύδει  ...  You're lying,
τὴς γὰρ φωνῆς σου ἀκούω  ...  for I hear your voice. 
εἶπεν  ...  The grouch said,
ὦ κάθαρμα  ...  You scum, 
εἰ μὲν ὁ δοῦλός μου εἶπεν  ...  if my slave had said it, 
ἐπίστευσας ἂν αὐτῷ  ...  you'd have believed him. 
ἐγὼ δέ σοι οὐ φαίνομαι εἶναι  ...  Don't I seem to you to be
ἀξιοπιστότερος ἐκείνου  ...  more trustworthy than him?

And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.