Showing posts with label Week 046. Show all posts
Showing posts with label Week 046. Show all posts

Friday, February 21, 2025

Greek Vocabulary Challenge: Feb. 22

Here are today's vocabulary words; it's Group 145. These are proverbs you (may) have seen before, but with a different word focus this time. Click on the word to learn more at Logeion:

ἥμισυ ~ ἡμίσεος (noun n.): half 
γενεά ~ γενεᾶς (noun f.): generation, tribe 
κτῆμα ~ κτήματος (noun n.): possession 
διδάσκαλος ~ διδασκάλου (noun c.): teacher 
καῖσαρ ~ καίσαρος (noun m.): Caesar

These are the proverbs (and there are always more proverbs at the blog):

Ἀρχὴ ἥμισυ παντός.

Γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται.

Σοφία δὲ πλούτου κτῆμα τιμιώτερον.

Πολλοὶ μαθηταὶ κρείττονες διδασκάλων.

Τὰ καίσαρος ἀπόδοτε καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. 


And now, some commentary:

Ἀρχὴ ἥμισυ παντός.
The beginning (is) half of the whole.
In other words: the key to finishing anything is just to get started. Compare the English saying: "Well begun is half done." Things that are "archaic" existed from the beginning of time, and you can see the "half" of ἥμισυ is English words like "hemisphere."

Γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται.
A generation goes and a generation comes.
The words are from the Biblical Book of Ecclesiastes. The complete verse reads: γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται καὶ ἡ γῆ εἰς τὸν αἰῶνα ἕστηκεν, "and the earth abides forever." The Greek word γενεά is from the Indo-European root, *ǵenh₁, "produce, give birth," thus related to English "kin."

Σοφία δὲ πλούτου κτῆμα τιμιώτερον.
Wisdom is a more valuable possession than wealth.
The word τιμιώτερον is a comparative form of the adjective, τίμιον, "valued, valuable," and it thus takes a genitive complement: "more valuable than wealth." The noun σοφία, "wisdom," shares a root with the adjective σοφός, "wise," and this is where we get soph- words in English. 

Πολλοὶ μαθηταὶ κρείττονες διδασκάλων.
Many students are greater than (their) teachers.
This Greek proverb actually appears in Henry Fielding's Tom Jones: "I remember my old schoolmaster, who was a prodigious great scholar, used often to say, Polly matete cry town is my daskalon. The English of which, he told us, was, That a child may sometimes teach his grandmother to suck eggs." Thanks to Michael Gilleland for that citation!

Τὰ καίσαρος ἀπόδοτε καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. 
Pay the things of Caesar to Caesar, and the things of God to God.
The words appear in the Gospel of Mark, and also in Matthew and Luke. You can find out more at Wikipedia: Render Unto Caesar. The word καῖσαρ is a Roman name used in Greek, Caesar, which was originally a Roman clan name, or cognomen, which then became a shorthand way of saying "emperor," as the Julio-Claudians were the first Roman imperial family. You can find out more at Wikipedia: Caesar - Title. This is the origin of the German word Kaiser, which is much closer to the Roman pronunciation than English "Caesar." It is also the origin of the Russian word tsar.


And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.



Thursday, February 20, 2025

Greek Reading: Fables 24

Today's fables are from Potts and Darnell's Aditus Faciliores Graeci, which has notes below each story and vocabulary in the back. The joke is from Rushbrooke's First Greek Reader, both available at the Internet Archive; Rushbrooke's book also contains a dictionary in the back.

Here are the stories, presented in Greek, segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.


Γεωργός τις ἰδὼν ναῦν ἐν θαλάσσῃ κυμαινομενην ἐδάκρυσε καὶ κατηρᾶτο τῇ θαλάσσῃ· αὐτὴ δὲ ἀνεβόα, τί μοι, ὦ ἄνθρωπε, μέμφει; οὐ γὰρ ἔγωγε τῶν κινδύνων αἰτία εἰμί, ἀλλ' οἱ ἄνεμοι· οὗτοι γὰρ διαταράσσουσί με. ἢν δὲ ἐν νηνεμίᾳ βουληθῇς πλεῦσαι, ἡμερωτέραν με τῆς γῆς εὑρήσεις.

Γεωργός τις 
ἰδὼν ναῦν 
ἐν θαλάσσῃ κυμαινομενην 
ἐδάκρυσε 
καὶ κατηρᾶτο τῇ θαλάσσῃ· 
αὐτὴ δὲ ἀνεβόα, 
τί μοι, ὦ ἄνθρωπε, μέμφει;
οὐ γὰρ ἔγωγε 
τῶν κινδύνων αἰτία εἰμί, 
ἀλλ' οἱ ἄνεμοι· 
οὗτοι γὰρ διαταράσσουσί με. 
ἢν δὲ ἐν νηνεμίᾳ βουληθῇς πλεῦσαι, 
ἡμερωτέραν με τῆς γῆς εὑρήσεις.

Γεωργός τις  ...  A farmer
ἰδὼν ναῦν  ...  seeing a ship 
ἐν θαλάσσῃ κυμαινομενην  ...  tossed on the sea 
ἐδάκρυσε  ...  wept 
καὶ κατηρᾶτο τῇ θαλάσσῃ  ...  and cursed the sea.
αὐτὴ δὲ ἀνεβόα  ...  The sea shouted, 
ὦ ἄνθρωπε  ...  O person, 
τί μοι μέμφει  ...  why do you criticize me? 
οὐ γὰρ ἔγωγε αἰτία εἰμί  ...  For I am not the cause
τῶν κινδύνων  ...  of the dangers
ἀλλ' οἱ ἄνεμοι  ...  but rather the winds (are the cause) —  
οὗτοι γὰρ διαταράσσουσί με  ...  for they stir me up. 
ἢν δὲ βουληθῇς πλεῦσαι  ... If you wanted to sail
ἐν νηνεμίᾳ  ... when the winds are still, 
εὑρήσεις με  ... you will find me
ἡμερωτέραν τῆς γῆς  ... more gentle than the land.



Ἄνθρωπος ἕκαστος δύο πήρας φέρει, τὴν μὲν ἔμπροσθεν, τὴν δὲ ὄπισθεν, ἑκατέρα δὲ τῶν πηρῶν γέμει κακῶν. ἡ μὲν ἔμπροσθεν ἔχει ἀλλότρια κακὰ, ἡ δὲ ὄπισθεν τὰ τοῦ φέροντος· διὰ τοῦτο οἱ ἄνθρωποι τὰ αὑτῶν κακὰ οὐχ ὁρῶσι, τὰ δὲ ἀλλότρια πάνυ ἀκριβῶς θεῶνται.
Ἄνθρωπος ἕκαστος 
δύο πήρας φέρει, 
τὴν μὲν ἔμπροσθεν, 
τὴν δὲ ὄπισθεν, 
ἑκατέρα δὲ τῶν πηρῶν γέμει κακῶν. 
ἡ μὲν ἔμπροσθεν 
ἔχει ἀλλότρια κακὰ, 
ἡ δὲ ὄπισθεν 
τὰ τοῦ φέροντος· 
διὰ τοῦτο οἱ ἄνθρωποι 
τὰ αὑτῶν κακὰ οὐχ ὁρῶσι, 
τὰ δὲ ἀλλότρια 
πάνυ ἀκριβῶς θεῶνται.

Ἄνθρωπος ἕκαστος  ...  Each person
δύο πήρας φέρει  ...  carries two sacks, 
τὴν μὲν ἔμπροσθεν  ...  one behind, 
τὴν δὲ ὄπισθεν  ...  the other in front, 
ἑκατέρα δὲ τῶν πηρῶν  each of the sacks
γέμει κακῶν  ...  filled up with faults. 
ἡ μὲν ἔμπροσθεν  ...  The one in front 
ἔχει ἀλλότρια κακὰ  ...  holds other people's faults, 
ἡ δὲ ὄπισθεν  ...  and the one behind, 
τὰ τοῦ φέροντος  ...  the faults of the bearer.
διὰ τοῦτο οἱ ἄνθρωποι  ...  That's why people 
τὰ αὑτῶν κακὰ οὐχ ὁρῶσι  ...  don't see their own faults, 
τὰ δὲ ἀλλότρια  ...  but the faults of other people
πάνυ ἀκριβῶς θεῶνται  ...  they observe with all precision.


Ἀβδηρίτης τις κατ' ὄναρ χοιρίδιον ἐπώλει καὶ ἐζήτει δραχμὰς ἑκατόν. διδόντος δέ τινος πεντήκοντα, μὴ βουλόμενος λαβεῖν διύπνισε. καμμύσας οὖν καὶ τὴν χεῖρα προτείνας εἶπε, Δός μοι τὰς πεντήκοντα.

Ἀβδηρίτης τις 
κατ' ὄναρ 
χοιρίδιον ἐπώλει 
καὶ ἐζήτει δραχμὰς ἑκατόν. 
διδόντος δέ τινος πεντήκοντα, 
μὴ βουλόμενος λαβεῖν 
διύπνισε. 
καμμύσας οὖν 
καὶ τὴν χεῖρα προτείνας 
εἶπε, 
Δός μοι τὰς πεντήκοντα.

Ἀβδηρίτης τις  ...  A fool (from Abdera)
κατ' ὄναρ  ...  dreamed
χοιρίδιον ἐπώλει  ...  he was selling a piglet 
καὶ ἐζήτει δραχμὰς ἑκατόν  ...  and wanted 100 drachmas for it. 
διδόντος δέ τινος πεντήκοντα  ...  A buyer offered fifty, 
μὴ βουλόμενος λαβεῖν  ...  but he didn't want to accept 
διύπνισε  ...  and woke up. 
καμμύσας οὖν  ...  Then, closing his eyes 
καὶ τὴν χεῖρα προτείνας  ...  and reaching out his hand, 
εἶπε  ...  he said, 
Δός μοι τὰς πεντήκοντα  ...  "Give me the fifty!"

And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.



Wednesday, February 19, 2025

Proverbs Slideshow/Crossword: Feb. 20

For today, it's a new review slideshow for Groups 134, 135, and 136. Here's the post with the details about how the slideshows work, and there's a random cat at the bottom of the post! Plus more cats.

The slideshow is embedded in the blog post, and you can also access today's slideshow directly, full-sized view. And remember: each time you see the English translation on a slide, you can click to access the original blog post with the notes for each proverb.


There's also a crossword puzzle PDF that you can print; here's a screenshot of the key. :-)


These are the proverbs, linked back to their blog post:

And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.



Tuesday, February 18, 2025

Greek Reading: Fables 23

Today's fables are from Potts and Darnell's Aditus Faciliores Graeci, which has notes below each story and vocabulary in the back. The joke is from Rushbrooke's First Greek Reader, both available at the Internet Archive; Rushbrooke's book also contains a dictionary in the back.

Here are today's stories, presented in Greek, segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.


Λύκος ποτὲ ἄρας πρόβατον ἐκ ποιμνίου ἐκόμιζεν αὐτὸ ἐς τὴν κοίτην· λέων δὲ συναντήσας ἀφεῖλε τὸ πρόβατον. ὁ δὲ λύκος πόρῥωθεν στὰς ἔφη· ἀδικεῖς με ἀφελὼν τὸ πρόβατον. ὁ δὲ λέων γελάσας ἔφη· σὺ γὰρ δικαίως αὐτὸ ἔλαβες;

Λύκος ποτὲ
ἄρας πρόβατον ἐκ ποιμνίου 
ἐκόμιζεν αὐτὸ ἐς τὴν κοίτην· 
λέων δὲ συναντήσας 
ἀφεῖλε τὸ πρόβατον. 
ὁ δὲ λύκος πόρῥωθεν στὰς ἔφη· 
ἀδικεῖς με ἀφελὼν τὸ πρόβατον. 
ὁ δὲ λέων γελάσας ἔφη· 
σὺ γὰρ δικαίως αὐτὸ ἔλαβες;

Λύκος ποτὲ  ...  Once upon a time a wolf
ἄρας πρόβατον  ...  carried off a sheep 
ἐκ ποιμνίου  ...  from the flock 
ἐκόμιζεν αὐτὸ  ...  and brought it 
ἐς τὴν κοίτην  ...  to his lair. 
λέων δὲ συναντήσας  ...  A lion met up with him 
ἀφεῖλε τὸ πρόβατον  ...  and snatched the sheep.
ὁ δὲ λύκος πόρῥωθεν στὰς  ...  The wolf stood at a distance
ἔφη  ...  and said, 
ἀδικεῖς  ...  you are acting unjustly
με ἀφελὼν τὸ πρόβατον  ...  by snatching my sheep. 
ὁ δὲ λέων γελάσας  ...   The lion laughed
ἔφη  ...  and said, 
σὺ γὰρ  ...   And YOU
δικαίως αὐτὸ ἔλαβες;  ...  did you take the sheep justly?



ὁ δὲ δεσπότης αὐτοῦ κώδωνα τῷ τραχήλῳ αὐτοῦ περιέθηκεν, ἵνα μηδένα λαθὼν δάκνοι. ὁ δὲ κύων ἐς τὴν ἀγορὰν ἐλθὼν τὸν κώδωνα πάνυ σεμνῶς ἔσειε. γραῦς δέ τις ἰδοῦσα αὐτὸν σεμνυνόμενον εἶπεν αὐτῷ· τί σεμνύνει, κύον; οὐ γὰρ διὰ τὴν ἀρετὴν φορεῖς τὸν κώδωνα, ἀλλὰ τῆς κακίας σημεῖον.

Κύων τις λάθρα ἔδακνεν· 
ὁ δὲ δεσπότης αὐτοῦ 
κώδωνα τῷ τραχήλῳ αὐτοῦ περιέθηκεν, 
ἵνα μηδένα λαθὼν δάκνοι. 
ὁ δὲ κύων 
ἐς τὴν ἀγορὰν ἐλθὼν
 τὸν κώδωνα πάνυ σεμνῶς ἔσειε. 
γραῦς δέ τις ἰδοῦσα 
αὐτὸν σεμνυνόμενον 
εἶπεν αὐτῷ· 
τί σεμνύνει, κύον; 
οὐ γὰρ διὰ τὴν ἀρετὴν 
φορεῖς τὸν κώδωνα, 
ἀλλὰ τῆς κακίας σημεῖον.

Κύων τις ἔδακνεν  ... A dog used to bite
λάθρα  ... sneakily.
ὁ δὲ δεσπότης αὐτοῦ  ... His owner 
κώδωνα περιέθηκεν  ... tied a bell 
τῷ τραχήλῳ αὐτοῦ  ... around his neck, 
ἵνα λαθὼν  ... so that he could not sneak up 
δάκνοι μηδένα ... and bite anybody. 
ὁ δὲ κύων  ... The dog 
ἐς τὴν ἀγορὰν ἐλθὼν  ... went to the market
τὸν κώδωνα ἔσειε  ... shaking his bell
πάνυ σεμνῶς  ... with utter pride. 
γραῦς δέ τις  ...  An old woman
ἰδοῦσα αὐτὸν σεμνυνόμενον  ...  saw him boasting
εἶπεν αὐτῷ  ... and said to him, 
τί σεμνύνει, κύον;  ...  Why are you boasting, dog? 
οὐ γὰρ διὰ τὴν ἀρετὴν  ...  It's not for your excellence 
φορεῖς τὸν κώδωνα  ...  that you wear that bell, 
ἀλλὰ τῆς κακίας σημεῖον  ...  but as a sign of wickedness.



Ἐν Κύμῃ ἐπισήμου τινος κηδευομένου προσελθών τις ἠρώτα, Τίς ὁ τεθνηκώς; Κυμαῖος δέ τις ὑπεδείκνυε λέγων, Ἐκεῖνος ὁ ἐπὶ τῆς κλίνης ἀνακείμενος.

Ἐν Κύμῃ 
ἐπισήμου τινος κηδευομένου 
προσελθών τις ἠρώτα, 
Τίς ὁ τεθνηκώς; 
Κυμαῖος δέ τις ὑπεδείκνυε 
λέγων, 
Ἐκεῖνος 
ὁ ἐπὶ τῆς κλίνης ἀνακείμενος.

Ἐν Κύμῃ  ...  In Cumae (the land of fools)
κηδευομένου  ...  a funeral was being held
ἐπισήμου τινος  ...  for a distinguished citizen,
προσελθών τις  ...  and someone arrived 
ἠρώτα  ...  and asked, 
Τίς ὁ τεθνηκώς;  ...  Who's the dead guy? 
Κυμαῖος δέ τις ὑπεδείκνυε  ...  A fool pointed 
λέγων  ...  and said, 
Ἐκεῖνος ὁ ἀνακείμενος  ...  The one lying there
ἐπὶ τῆς κλίνης ...  on the funeral bier.

And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.



Monday, February 17, 2025

Greek Vocabulary Challenge: Feb. 18

Here are today's vocabulary words; it's Group 144. Click on the word to learn more at Logeion:

αἰδέομαι ~ αἰδέσομαι ~ ᾐδεσάμην: be in awe, respect 
ἐξαμαρτάνω ~ ἐξαμαρτήσομαι ~ ἐξήμαρτον: make a mistake 
ὑπέχω ~ ὑφέξω ~ ὑπέσχον: support, supply, undergo 
φθέγγομαι ~ φθέγξομαι ~ ἐφθεγξάμην: utter a sound, speak 
λούω ~ λούσω ~ ἔλουσα: wash, bathe 

These are the proverbs (and there are always more proverbs at the blog):

Ἱκέτας αἰδοῦ.

Σοφῷ γὰρ αἰσχρὸν ἐξαμαρτάνειν.

Δίκην ὑφέξει κἂν ὄνος δάκῃ κύνα.

Ἐν ἀμούσοις καὶ κόρυδος φθέγγεται.

Ὗς λουσαμένη εἰς κυλισμὸν βορβόρου.

And now, some commentary:

Ἱκέτας αἰδοῦ.
Respect suppliants.
This is one of the so-called sayings recorded by Stobaeus; more information at Wikipedia: Delphic maxims. These maxims are a great way to practice imperatives, especially those sneaky middle imperatives: αἰδοῦ, from the deponent verb αἰδέομαι, which takes a direct object: ἱκέτας, from the noun ἱκέτης.


Σοφῷ γὰρ αἰσχρὸν ἐξαμαρτάνειν.
It is a shameful thing for a wise man to commit an error.
The idea is that the "wise" person is being held to a higher standard; being wise should help you keep from making mistakes. The words are spoken by the chorus in Aeschylus's Prometheus Bound.


Δίκην ὑφέξει κἂν ὄνος δάκῃ κύνα.
He'll bring a lawsuit even if a donkey bites a dog.
This saying makes fun of someone who will make a legal case over something that's a trivial, everyday occurrence. The word κἂν is a compound: καί - ἄν, with καί being used adverbially here: "even if."


Ἐν ἀμούσοις καὶ κόρυδος φθέγγεται.
Among the uncultured, even a lark can sing.
The implication here is that people with refined taste would prefer the song of the nightingale, but for those who will settle for anything, the song of a common lark is good enough. Apparently the lark has a nice enough song, but it also utters some buzzing sounds, although I guess I must be un-mused, as I like the song of the lark. The word ἄμουσος is an alpha-privative compound: ἄ-μουσος, being without the Muses, uncultured.


Ὗς λουσαμένη εἰς κυλισμὸν βορβόρου.
The pig, having been washed, goes to roll in the mud.
The idea here is that nature will out: you can clean up a pig, but it will still go right back into the mud. This saying comes from the Biblical letter of 2 Peter, where it is labeled a proverb, παροιμία. Here is a ancient Greek terracotta pig:



And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.



Sunday, February 16, 2025

Greek Reading: Fables 22

Today's fable is from Potts and Darnell's Aditus Faciliores Graeci, which has notes below each story and vocabulary in the back. The jokes are from Rushbrooke's First Greek Reader, both available at the Internet Archive; Rushbrooke's book also contains a dictionary in the back.

Here are today's stories, presented in Greek, segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.



Λύκος ποτὲ ὑπὸ κυνῶν δηχθεὶς κακῶς ἔπασχε τροφῆς δὲ ἀπορῶν, προβάτου ἐδεῖτο ποτὸν αὐτῷ ἐκ τοῦ παραρῥέοντος ποταμοῦ κομίσαι· ἐὰν γὰρ, ἔφη, σύ μοι ποτὸν δῷς, ῥᾳδίως ἐμαυτῷ τροφὴν εὑρήσω. σαφ' οἶδα τοῦτο, ἔφη το πρόβατον, καὶ ἀποστατεῖν μᾶλλον θέλω.

Λύκος ποτὲ 
ὑπὸ κυνῶν δηχθεὶς 
κακῶς ἔπασχε 
τροφῆς δὲ ἀπορῶν, 
προβάτου ἐδεῖτο 
ποτὸν αὐτῷ 
ἐκ τοῦ παραρῥέοντος ποταμοῦ 
κομίσαι· 
ἐὰν γὰρ, ἔφη, 
σύ μοι ποτὸν δῷς, 
ῥᾳδίως ἐμαυτῷ τροφὴν εὑρήσω. 
σαφ' οἶδα τοῦτο, 
ἔφη το πρόβατον, 
καὶ ἀποστατεῖν μᾶλλον θέλω.

Λύκος ποτὲ  ...  Once upon a time a wolf
ὑπὸ κυνῶν δηχθεὶς  ...  chased by dogs
κακῶς ἔπασχε  ...  was in bad shape
τροφῆς δὲ ἀπορῶν  ...  and unable to get food, 
προβάτου ἐδεῖτο  ...  he begged a sheep 
κομίσαι ποτὸν αὐτῷ  ...  to bring him a drink 
ἐκ τοῦ παραρῥέοντος ποταμοῦ  ...  from a nearby river. 
ἔφη  ...  he said
ἐὰν γὰρ σύ μοι ποτὸν δῷς  ...  if you give me a drink, 
ἐμαυτῷ τροφὴν εὑρήσω  ...  I'll find myself some food
ῥᾳδίως  ...  easily.
σαφ' οἶδα τοῦτο  ...  I know that full well, 
ἔφη το πρόβατον  ...  said the sheep, 
καὶ ἀποστατεῖν μᾶλλον θέλω  ...  and I prefer to keep my distance.



Τρεῖς ταῦροι ἀεὶ ὁμοῦ ἐνέμοντο. λέων δὲ τις ἐφεδρεύων αὐτοῖς, πάντας ὁμοῦ νικῆσαι οὐ δυνάμενος, διαβολῇ καὶ ψεύδεσιν αὐτοὺς ἀλλήλοις ἐχθροὺς ἐποίησε· χωρίσας δὲ αὐτοὺς ἀπ' ἀλλήλων ῥᾳδίως ἕκαστον ἐνίκησε. 

Τρεῖς ταῦροι 
ἀεὶ ὁμοῦ ἐνέμοντο. 
λέων δὲ τις 
ἐφεδρεύων αὐτοῖς, 
πάντας ὁμοῦ νικῆσαι 
οὐ δυνάμενος, 
διαβολῇ καὶ ψεύδεσιν 
αὐτοὺς ἀλλήλοις ἐχθροὺς ἐποίησε· 
χωρίσας δὲ αὐτοὺς 
ἀπ' ἀλλήλων 
ῥᾳδίως ἕκαστον ἐνίκησε. 

Τρεῖς ταῦροι  ...  Three bulls
ἀεὶ ὁμοῦ ἐνέμοντο  ...  always grazed together. 
λέων δὲ τις  ...  A lion 
ἐφεδρεύων αὐτοῖς  ...  lay in wait for them, 
οὐ δυνάμενος  ...  not being able
πάντας ὁμοῦ νικῆσαι  ...  to defeat them all together. 
διαβολῇ καὶ ψεύδεσιν  ...  By slander and lies
αὐτοὺς ἐχθροὺς ἐποίησε  ...  he made them enemies
ἀλλήλοις  ...  against one another.
χωρίσας δὲ αὐτοὺς  ...  having divided them 
ἀπ' ἀλλήλων  ...  from one another 
ῥᾳδίως ἕκαστον ἐνίκησε  ...  he easily defeated each one. 


Σχολαστικός τις ἐθέλων ἰδεῖν εἰ πρέπει αὐτῷ κοιμᾶσθαι, καμμύσας ἐνωπτρίζετο.

Σχολαστικός τις 
ἐθέλων ἰδεῖν 
εἰ πρέπει αὐτῷ κοιμᾶσθαι, 
καμμύσας ἐνωπτρίζετο.

Σχολαστικός τις  ...  A dunce
ἐθέλων ἰδεῖν  ...  wanted to see 
εἰ πρέπει αὐτῷ κοιμᾶσθαι  ...  if sleeping suited him, 
ἐνωπτρίζετο  ...  he looked in a mirror
καμμύσας  ...  eyes closed.



Σχολαστικῷ τινί τις ἀπαντήσας ἔφη, Κύριε σχολαστικὲ, καθ' ὕπνους σε ἰδὼν προσηγόρευσα. Ὁ δὲ, Μὰ τοὺς θεοὺς, ἔφη, ἄσχολος ὢν οὐ προσεῖχον.

Σχολαστικῷ τινί 
τις ἀπαντήσας ἔφη, 
Κύριε σχολαστικὲ, 
καθ' ὕπνους σε ἰδὼν προσηγόρευσα. 
Ὁ δὲ, 
Μὰ τοὺς θεοὺς, ἔφη, 
ἄσχολος ὢν οὐ προσεῖχον.

Ἀπαντήσας τις  ...  A man ran into
Σχολαστικῷ τινί  ...  a dunce
ἔφη  ...  and said, 
Κύριε σχολαστικὲ  ...  Mister Dunce, 
καθ' ὕπνους ἰδὼν  ...  while sleeping I saw (you)
σε προσηγόρευσα  ...  and spoke to you.
Ὁ δὲ ἔφη  ...  And the dunce said,
Μὰ τοὺς θεοὺς  ...  By the gods,
ἄσχολος ὢν  ...  as I was busy, 
οὐ προσεῖχον  ...  I didn't answer you.

And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.