Showing posts with label Week 055. Show all posts
Showing posts with label Week 055. Show all posts

Friday, April 25, 2025

Crossword Puzzle 22-23-24

The proverbs for today come from back in Groups 22, 23, and 24; you can visit those blog posts for the translations and more information. 
Here are the sayings without spaces: see if you can find the word breaks!

α ν θ ρ ω π ο σ μ ε τ ρ ο ν.

ο ι ν ο σ κ α ι π α ι δ ε σ α λ η θ ε ι ς.

σ υ ν α θ η ν α ι κ α ι χ ε ι ρ α σ κ ι ν ε ι.

κ α θ ω σ η μ η τ η ρ κ α ι η θ υ γ α τ η ρ.

κ υ ω ν σ π ε υ δ ο υ σ α τ υ φ λ α τ ι κ τ ε ι.

α κ ρ ο ν λ α β ε κ α ι μ ε σ ο ν ε ξ ε ι ς.

υ π ν ο ω δ ε ι ν ο ν α ν θ ρ ω π ο ι σ κ α κ ο ν.

λ ε ω ν τ η ν τ ρ ι χ α ο ν ο σ τ ο ν β ι ο ν.

π ο λ λ ο ι ι α τ ρ ο ι β α σ ι λ ε α α π ω λ ε σ α ν.

ο ν ο σ λ υ ρ α σ α κ ο υ ω ν κ ι ν ε ι τ α ω τ α.

α κ ο υ ε τ ο υ τ ε σ σ α ρ α ω τ α ε χ ο ν τ ο ς.

π ο λ λ ε λ π ι δ ε σ θ ε υ δ ο υ σ ι β ρ ο τ ο υ ς.


And here's the crossword puzzle based on a missing word from each proverb: printable Crossword PDF. I've pasted in screenshots below so you can see what the crossword looks like:





And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.

Thursday, April 24, 2025

Greek Reading: Fables 51

Both the fables and the joke below come from Abbott's Easy Greek Reader which is available at the Internet Archive. 

So, here are the stories in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.


Ἀλώπηξ καὶ πίθηκος ἐν ταὐτῷ ὁδοιπροῦντες περὶ εὐγενείας ἤριζον. Πολλὰ δὲ ἑκατέρων διεξιόντων, ἐπειδὴ ἐγένοντο κατά τινα τόπον, ἐνταῦθα ἀποβλέψας ἀνεστέναξεν ὁ πίθηκος· τῆς δ' ἀλώπεκος ἐρομένης τὴν αἰτίαν, ὁ πίθηκος ἐπιδείξας αὐτῇ τὰ μνήματα, ἔφη· ἀλλ' οὐ μέλλω κλαίειν, ὁρῶν τὰς στήλας τῶν πατρικῶν μου ἀπελευθέρων καὶ δούλων; Κἀκείνη πρὸς αὐτὸν ἔφη· ἀλλὰ ψεύδου ὅσα βούλει· οὐδεὶς γὰρ τούτων ἀναστάς σε ἐλέγξει. 

Ἀλώπηξ καὶ πίθηκος 
ἐν ταὐτῷ ὁδοιπροῦντες 
περὶ εὐγενείας ἤριζον. 
Πολλὰ δὲ ἑκατέρων διεξιόντων, 
ἐπειδὴ ἐγένοντο κατά τινα τόπον, 
ἐνταῦθα ἀποβλέψας 
ἀνεστέναξεν ὁ πίθηκος· 
τῆς δ' ἀλώπεκος ἐρομένης τὴν αἰτίαν, 
ὁ πίθηκος 
ἐπιδείξας αὐτῇ τὰ μνήματα, 
ἔφη· 
ἀλλ' οὐ μέλλω κλαίειν, 
ὁρῶν τὰς στήλας τῶν πατρικῶν μου 
ἀπελευθέρων καὶ δούλων; 
Κἀκείνη πρὸς αὐτὸν ἔφη· 
ἀλλὰ ψεύδου ὅσα βούλει· 
οὐδεὶς γὰρ τούτων ἀναστάς σε ἐλέγξει. 

Ἀλώπηξ καὶ πίθηκος  ...  A fox and an ape
ἐν ταὐτῷ ὁδοιπροῦντες  ...  traveling along the same road 
περὶ εὐγενείας ἤριζον  ...  debated about their ancestry. 
Πολλὰ δὲ ἑκατέρων διεξιόντων  ...  Each spoke in great detail, 
ἐπειδὴ ἐγένοντο  ...  and when they reached
κατά τινα τόπον  ...  a certain place, 
ὁ πίθηκος ἐνταῦθα ἀποβλέψας  ...  the ape looked around there
ἀνεστέναξεν  ...  and groaned·
τῆς δ' ἀλώπεκος  ...  and when the fox 
ἐρομένης τὴν αἰτίαν  ...  asked the reason, 
ὁ πίθηκος  ...  the ape 
ἐπιδείξας αὐτῇ  ...  showed her
τὰ μνήματα  ...  the tombstones, 
ἔφη  ...  and said, 
ἀλλ' οὐ μέλλω κλαίειν  ...  but how could I not weep, 
ὁρῶν τὰς στήλας  ...  seeing these gravestones
ἀπελευθέρων καὶ δούλων  ...  of the freedmen and slaves
τῶν πατρικῶν μου  ...  of my forefathers?
Κἀκείνη πρὸς αὐτὸν ἔφη  ...  And the fox said to him,
ἀλλὰ ψεύδου  ...  Go on and lie 
ὅσα βούλει  ...  all you want,
οὐδεὶς γὰρ τούτων  ...  for none of them 
ἀναστάς σε ἐλέγξει  ...  is going to rise up and refute you.


Λαγωοὶ καταγνόντες ἑαυτῶν δειλίαν ἔγνωσαν δεῖν ἑαυτοὺς κατακρημνίσαι. Παραγενομένων δὲ αὐτῶν ἐπί τινα κρημνὸν, ᾧ λίμνη ἐπέκειτο, ἐνταῦθα βάτραχοι ἀκούσαντες τῆς ποδοψοφίας ἑαυτοὺς εἰς τὰ βάθη τῆς λίμνης ἐδίδοσαν. Εἷς δέ τις τῶν λαγωῶν θεασάμενος αὐτοὺς ἔφη πρὸς τοὺς ἑτέρους· ἀλλὰ μηκέτι ἑαυτοὺς κατακρημνίσωμεν· ἰδοὺ γὰρ εὕρηνται καὶ ἡμῶν δειλότερα ζῶα.

Λαγωοὶ 
καταγνόντες ἑαυτῶν δειλίαν 
ἔγνωσαν 
δεῖν ἑαυτοὺς κατακρημνίσαι. 
Παραγενομένων δὲ αὐτῶν 
ἐπί τινα κρημνὸν, 
ᾧ λίμνη ἐπέκειτο, 
ἐνταῦθα βάτραχοι 
ἀκούσαντες τῆς ποδοψοφίας 
ἑαυτοὺς εἰς τὰ βάθη τῆς λίμνης ἐδίδοσαν. 
Εἷς δέ τις τῶν λαγωῶν 
θεασάμενος αὐτοὺς 
ἔφη πρὸς τοὺς ἑτέρους· 
ἀλλὰ μηκέτι ἑαυτοὺς κατακρημνίσωμεν· 
ἰδοὺ γὰρ εὕρηνται 
καὶ ἡμῶν δειλότερα ζῶα.

Λαγωοὶ  ...  The rabbits
καταγνόντες ἑαυτῶν δειλίαν  ...   realized their cowardice
ἔγνωσαν δεῖν  ...  and decided that they had to 
ἑαυτοὺς κατακρημνίσαι  ...  hurl themselves off a cliff.
Παραγενομένων δὲ αὐτῶν  ...  When they came
ἐπί τινα κρημνὸν  ...  to the cliff, 
ᾧ λίμνη ἐπέκειτο  ...  below which there was a swamp, 
ἐνταῦθα βάτραχοι ἀκούσαντες  ...  then the frogs heard them 
τῆς ποδοψοφίας  ...  the noise of the rabbits' feet 
ἑαυτοὺς ἐδίδοσαν  ...  they delivered themselves
εἰς τὰ βάθη τῆς λίμνης  ...  into the depths of the swamp. 
Εἷς δέ τις τῶν λαγωῶν  ...  Then one of the rabbits 
θεασάμενος αὐτοὺς  ...  saw them 
ἔφη πρὸς τοὺς ἑτέρους  ...  and said to the others, 
ἀλλὰ μηκέτι ...  wait: let's not
ἑαυτοὺς κατακρημνίσωμεν  ...   hurl ourselves off the cliff yet,
ἰδοὺ γὰρ  ...  for behold: 
εὕρηνται ζῶα  ...  creatures have been found
καὶ ἡμῶν δειλότερα  ...  who are even more cowardly than we are.



Σχολαστικὸς τὴν σελήνην ἰδών, ἐπυνθάνετο τοῦ πατρὸς εἰ καὶ ταῖς ἄλλαις πόλεσι τοιαῦται σελῆναί εἰσιν.

Σχολαστικὸς 
τὴν σελήνην ἰδών, 
ἐπυνθάνετο τοῦ πατρὸς 
εἰ καὶ ταῖς ἄλλαις πόλεσι 
τοιαῦται σελῆναί εἰσιν.

Σχολαστικὸς  ...  A dunce
τὴν σελήνην ἰδών  ...  saw the moon 
ἐπυνθάνετο τοῦ πατρὸς  ...  and asked his father
εἰ καὶ ταῖς ἄλλαις πόλεσι  ...  if other cities also had
τοιαῦται σελῆναί εἰσιν  ...  moons like this one.

And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.



Wednesday, April 23, 2025

Greek Vocabulary Challenge: April 24

Here are today's vocabulary words; it's Group 161. Click on the word to learn more at Logeion:

ποῖ (adv.): to where, whither, where 
ἐν (prep.+dat.): in, at 
παρά (prep.+dat.): beside, with 
ὥσπερ (adverb): like, as 
μᾶλλον (adverb): more, rather, better

These are the proverbs (and there are always more proverbs at the blog):

Γλῶσσα ποῖ πορεύῃ;

Πίθηκος ἐν πορφύραι.

Ἀεὶ κολοιὸς παρὰ κολοιῷ ἰζάνει.

Ἔχεται δ' ὥσπερ πολύπους πέτρας.

Φιλήκοον εἶναι μᾶλλον ἢ πολύλαλον.


And now, some commentary:

Γλῶσσα ποῖ πορεύῃ;
Tongue, where are you going?
This proverb invokes the idea that the tongue (words, language) can be a force for good or a force for evil. Here is the saying in full: γλῶσσα, ποῖ πορεύῃ; πόλιν ἀνορθώσουσα καὶ πόλιν καταστρέψουσα; "Tongue, where are you going? To build the city up or to tear it down?"

Πίθηκος ἐν πορφύραι.
A monkey in royal robes.
The saying refers to someone putting on airs and making a ridiculous impression. Literally, the robes are purple, referring to Tyrian purple, a dye that was extremely expensive and eventually became associated with royalty, so much so that "the purple" could refer to the kingship itself, and the word "porphyrogeniture" referred to the way that sons born after their father became king would inherit the throne, even over the claims of older siblings. You can find out more at Wikipedia: Born in the purple.

Ἔχεται δ' ὥσπερ πολύπους πέτρας.
He's grabbing hold like an octopus grabbing the rocks.
You can tell ἔχεται is a middle verb here because it takes a direct object: Ἔχεται δ' ὥσπερ πολύπους (ἔχεται) πέτρας. The idea is that the octopus is strong, and the rock is strong too; if you are going to grab onto something, this is the way to do it. The octopus is πολύ-πους, "many-foot," and gives us English "polyp."

Ἀεὶ κολοιὸς παρὰ κολοιῷ ἰζάνει.
A jackdaw always sits next to a jackdaw.
Compare the English saying, "Birds of a feather flock together." The Greek preposition παρά shows up in all kinds of English words, both those borrowed from Greek, like parasite, but also newly coined English words, like "parasail."

Φιλήκοον εἶναι μᾶλλον ἢ πολύλαλον.
It's better to be a lover-of-listening than a much-talker.
The idea is that it is better to keep quiet and listen instead of babbling on and on. The infinitive εἶναι takes predicate accusatives: φιλήκοον and πολύλαλον. This is one of the sayings attributed to Cleobulus, one of the Seven Sages; more at Wikipedia: Cleobulus.



And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.



Tuesday, April 22, 2025

Greek Reading: Fables 50

Both the fables and the jokes below come from Abbott's Easy Greek Reader which is available at the Internet Archive. 

So, here are the stories in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.


(here's another version of this fable)

Λέων ἀκούσας βατράχου κεκραγότος ἐπεστράφη πρὸς τὴν φωνήν, οἰόμενος μέγα τι ζῷον εἶναι. Προσμείνας δὲ μικρὸν χρόνον, ὡς ἐθεάσατο αὐτὸν ἀπὸ τῆς λίμνης ἐξελθόντα, προσελθὼν κατεπάτησεν εἰπών· μηδένα ἀκοὴ ταραττέετω πρὸ τῆς θέας.

Λέων 
ἀκούσας βατράχου κεκραγότος 
ἐπεστράφη πρὸς τὴν φωνήν, 
οἰόμενος 
μέγα τι ζῷον εἶναι. 
Προσμείνας δὲ 
μικρὸν χρόνον, 
ὡς ἐθεάσατο αὐτὸν 
ἀπὸ τῆς λίμνης ἐξελθόντα, 
προσελθὼν 
κατεπάτησεν 
εἰπών· 
μηδένα ἀκοὴ ταραττέτω 
πρὸ τῆς θέας.

Λέων  ...  A lion
ἀκούσας βατράχου κεκραγότος  ...  heard a frog croaking,
ἐπεστράφη πρὸς τὴν φωνήν  ...  and turned toward the sound, 
οἰόμενος  ...  thinking that 
μέγα τι ζῷον εἶναι  ...  it was some big animal. 
Προσμείνας δὲ  ...  He waited
μικρὸν χρόνον  ...  a little while; 
ὡς ἐθεάσατο αὐτὸν  ...  when he saw it
ἀπὸ τῆς λίμνης ἐξελθόντα  ...  coming out of the swamp, 
προσελθὼν  ...  he walked over 
κατεπάτησεν  ...  trod it under foot 
εἰπών  ...  and said, 
μηδένα ἀκοὴ ταραττέτω  ...  Let no sound ever cause fear
πρὸ τῆς θέας  ...  before being seen.



(you've also seen another version of this story before)

Ὄνος ἐν Κύμῃ, λεοντῆν περιβαλόμενος, ἠξίου λέων αὐτὸς εἶναι, πρὸς ἀγνοοῦντας τοὺς Κυμαίους ὀγκώμενος  μάλα τραχὺ καὶ καταπληκτικόν· ἄχρι δή τις αὐτὸν ξένος, καὶ λέοντα ἰδὼν πολλάκις καὶ ὄνον, ἤλεγξε παίων τοῖς ξύλοις.

Ὄνος ἐν Κύμῃ, 
λεοντῆν περιβαλόμενος, 
ἠξίου 
λέων αὐτὸς εἶναι, 
πρὸς ἀγνοοῦντας τοὺς Κυμαίους 
ὀγκώμενος 
μάλα τραχὺ 
καὶ καταπληκτικόν· 
ἄχρι δή τις αὐτὸν ξένος, 
καὶ λέοντα ἰδὼν πολλάκις 
καὶ ὄνον, 
ἤλεγξε 
παίων τοῖς ξύλοις.

Ὄνος ἐν Κύμῃ  ...  A donkey in Cumae, 
λεοντῆν περιβαλόμενος  ...  wrapped himself in a donkey-skin
ἠξίου αὐτὸς  ...  and deemed himself 
λέων εἶναι  ...  to be a lion, 
ὀγκώμενος  ...  braying 
πρὸς ἀγνοοῦντας τοὺς Κυμαίους  ...  at the ignorant Cumaeans, 
μάλα τραχὺ  ...  making a very harsh 
καὶ καταπληκτικόν  ...  and stupefying sound, 
ἄχρι δή τις ξένος  ...  until a foreigner, 
ἰδὼν πολλάκις  ...  who had many times seen 
καὶ λέοντα καὶ ὄνον  ...  both lions and donkeys,
αὐτὸν ἤλεγξε  ...  exposed him
παίων τοῖς ξύλοις  ...  by beating him with cudgels.


Φιλάργυρος διαθήκας γράφων ἑαυτὸν κληρονόμον ἔταξεν. 

Φιλάργυρος 
διαθήκας γράφων 
ἑαυτὸν κληρονόμον ἔταξεν. 

Φιλάργυρος  ...  A miser
διαθήκας γράφων  ...  writing his will 
ἑαυτὸν ἔταξεν  ...  appointed himself
κληρονόμον  ...  as his own heir.



Σχολαστικὸς μαχόμενος τῷ πατρὶ λέγει πρὸς αὐτόν· κακὲ δοῦλε, οὐχ ὁρᾷς ὅσα με ἐζημίωσας; εἰ γὰρ σὺ μὴ ἐγεννήθης, ἐγὼ ἂν τὸν πάππον μου ἐκληρονόμησα.

Σχολαστικὸς 
μαχόμενος τῷ πατρὶ 
λέγει πρὸς αὐτόν,
κακὲ δοῦλε, 
οὐχ ὁρᾷς 
ὅσα με ἐζημίωσας; 
εἰ γὰρ σὺ μὴ ἐγεννήθης, 
ἐγὼ ἂν 
τὸν πάππον μου ἐκληρονόμησα.

Σχολαστικὸς  ...  A dunce 
μαχόμενος τῷ πατρὶ  ...  fought with his father 
λέγει πρὸς αὐτόν  ...  and said to him,
κακὲ δοῦλε  ...  You rotten nobody! 
οὐχ ὁρᾷς  ...  Don't you see
ὅσα με ἐζημίωσας  ...  how much I've lost because of you? 
εἰ γὰρ σὺ μὴ ἐγεννήθης  ...  If you hadn't been born, 
ἐγὼ ἂν ἐκληρονόμησα  ...  then I would have inherited 
τὸν πάππον μου  ...  from my grandfather!

And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.



Monday, April 21, 2025

Proverbs Slideshow/Crossword: April 22

For today, it's a new review slideshow for Groups 149, 150, and 151. Here's the post with the details about how the slideshows work, and there's a random cat at the bottom of the post! Plus more cats.

The slideshow is embedded in the blog post, and you can also access today's slideshow directly, full-sized view. And remember: each time you see the English translation on a slide, you can click to access the original blog post with the notes for each proverb.


There's also a crossword puzzle PDF that you can print; here's a screenshot of the puzzle and key. :-)



These are the proverbs, linked back to their blog post:
  1. Ἁλιεὺς πληγεὶς νοῦν οἴσει.
  2. Ἅπασα δὲ χθὼν ἀνδρὶ γενναίῳ πατρίς.
  3. Δασύπους κρεῶν ἐπιθυμεῖ.
  4. Ἔργα νέων, βουλαὶ δὲ μέσων, εὐχαὶ δὲ γερόντων.
  5. Ἔριν μίσει.
  6. Ἔχθρας διάλυε.
  7. Μῶρα γὰρ μῶρος λέγει.
  8. Νυμφίου βίον ὑμεῖς ζῆτε.
  9. Οὐ τοῖς κούφοις ὁ δρόμος καὶ οὐ τοῖς δυνατοῖς ὁ πόλεμος.
  10. Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ᾽ οἱ κακῶς ἔχοντες.
  11. Οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ.
  12. Οὐδὲν πρὸς τὴν Παρμένοντος ὗν.
  13. Πρὸ τῆς νίκης τὸ ἐγκώμιον ᾄδεις.
  14. Σεαυτὸν εὖ ποίει.
  15. Ὑφ' ἡδονῆς ὁ φρόνιμος οὐχ ἁλίσκεται.

    And here's a random proverb and a random LOLCat too :




    Click here to subscribe/unsubscribe to the email list.



    Sunday, April 20, 2025

    Greek Reading: Fables 49

    Both the fables and the joke below come from Abbott's Easy Greek Reader which is available at the Internet Archive. 

    So, here are the stories in Greek, then segmented, and then interwoven with English. The titles are linked to the Internet Archive page.


    Ζεὺς πλάσας ἀνθρώπους ἐκέλευσεν Ἑημῇ νοῦν αὐτοῖς ἐγχέαι· κἀκεῖνος μέτρον ἴσον ποιήσας ἑκάστῳ ἐνέχεε. Συνέβη οὖν τοὺς μὲν μικροφυεῖς πληρωθέντας τοῦ μέτρου φρονίμους γενέσθαι, τοὺς δὲ μακρούς, ἅτε μὴ ἐφικομένου τοῦ ποτοῦ μὴδε εἰς πᾶν τὸ σῶμα, ἀλλὰ μέχρι γονάτων, ἀφρονεστέρους γενέσθαι.

    Ζεὺς πλάσας ἀνθρώπους 
    ἐκέλευσεν Ἑημῇ 
    νοῦν αὐτοῖς ἐγχέαι,
    κἀκεῖνος μέτρον ἴσον ποιήσας 
    ἑκάστῳ ἐνέχεε. 
    Συνέβη οὖν 
    τοὺς μὲν μικροφυεῖς 
    πληρωθέντας τοῦ μέτρου 
    φρονίμους γενέσθαι, 
    τοὺς δὲ μακρούς, 
    ἅτε μὴ ἐφικομένου τοῦ ποτοῦ 
    μὴδε εἰς πᾶν τὸ σῶμα, 
    ἀλλὰ μέχρι γονάτων, 
    ἀφρονεστέρους γενέσθαι.

    Ζεὺς πλάσας ἀνθρώπους  ...  Zeus formed human beings
    ἐκέλευσεν Ἑημῇ  ...  and ordered Hermes 
    νοῦν αὐτοῖς ἐγχέαι  ...  to pour intelligence into them,
    κἀκεῖνος ποιήσας  ...  and Hermes made 
    μέτρον ἴσον  ...  equal doses
    ἑκάστῳ ἐνέχεε  ...  and poured a dose into each person. 
    Συνέβη οὖν  ...  It turned out 
    τοὺς μὲν μικροφυεῖς  ...  that the short people 
    πληρωθέντας τοῦ μέτρου  ...  were filled up by the dose 
    φρονίμους γενέσθαι  ...  and turned out smart, 
    τοὺς δὲ μακρούς  ...  but the tall people, 
    ἅτε μὴ ἐφικομένου τοῦ ποτοῦ  ...  since the drink didn't reach 
    μὴδε εἰς πᾶν τὸ σῶμα  ...  through their whole body, 
    ἀλλὰ μέχρι γονάτων  ...  but only up to their knees, 
    ἀφρονεστέρους γενέσθαι  ...  they turned out very stupid.



    (you read another version of this story in an earlier post)

    Ὄρνιθά τις εἶχεν ὠὰ χρυσᾶ τίκτουσαν· καὶ νομίσας ἔνδον αὐτῆς ὄγκον χρυσίου εἶναι κτείνας εὕρηκεν ὁμοίαν τῶν λοιπῶν ὀρνίθων. ὁ δὲ ἀθρόον πλοῦτον ἐλπίσας εὑρήσειν, καὶ τοῦ μικροῦ ἐστέρηται ἐκείνου.

    Ὄρνιθά τις εἶχεν 
    ὠὰ χρυσᾶ τίκτουσαν,
    καὶ νομίσας ἔνδον αὐτῆς 
    ὄγκον χρυσίου εἶναι 
    κτείνας 
    εὕρηκεν ὁμοίαν 
    τῶν λοιπῶν ὀρνίθων. 
    ὁ δὲ ἀθρόον πλοῦτον ἐλπίσας εὑρήσειν, 
    καὶ τοῦ μικροῦ ἐστέρηται ἐκείνου.

    Ὄρνιθά τις εἶχεν  ...  A certain man had a bird
    ὠὰ χρυσᾶ τίκτουσαν  ...  that laid golden eggs,
    καὶ νομίσας ἔνδον αὐτῆς  ...  and he thought that inside her 
    ὄγκον χρυσίου εἶναι  ...  there was a lump of gold,
    κτείνας  ...  so he killed the bird 
    εὕρηκεν ὁμοίαν  ...  and found she was the same 
    τῶν λοιπῶν ὀρνίθων  ...  as other birds. 
    ὁ δὲ ἐλπίσας εὑρήσειν  ...  He had hoped to find
    ἀθρόον πλοῦτον  ...  a heap of money, 
    καὶ ἐστέρηται  ...  and what deprived of
    τοῦ μικροῦ ἐκείνου  ...  that little (which he had).


    Σχολαστικὸς καθευδῆσαι βουλόμενος, μὴ ἔχων προσκεφάλαιον, ἐκέλευσε τῷ δούλῳ κεράμιον ὑποθεῖναι. τοῦ δὲ εἰπόντος ὅτι "σκληρόν ἐστι" πτερῶν αὐτὸ γεμισθῆναι ἐκέλευσεν.

    Σχολαστικὸς 
    καθευδῆσαι βουλόμενος, 
    μὴ ἔχων προσκεφάλαιον, 
    ἐκέλευσε τῷ δούλῳ 
    κεράμιον ὑποθεῖναι. 
    τοῦ δὲ εἰπόντος ὅτι "σκληρόν ἐστι" 
    πτερῶν αὐτὸ γεμισθῆναι ἐκέλευσεν.

    Σχολαστικὸς  ...  A dunce
    καθευδῆσαι βουλόμενος  ...  wanted to go to sleep, 
    μὴ ἔχων προσκεφάλαιον  ...  but he didn't have a pillow, 
    ἐκέλευσε τῷ δούλῳ  ...  so he ordered a slave
    κεράμιον ὑποθεῖναι  ...  to put a clay pot under his head. 
    τοῦ δὲ εἰπόντος ὅτι  ...  And the slave said that 
    "σκληρόν ἐστι"  ...  "It's hard!" 
    ἐκέλευσεν  ...  so the dunce ordered him
    πτερῶν αὐτὸ γεμισθῆναι  ...  to stuff it with feathers.

    And here's a random proverb and a random LOLCat too :




    Click here to subscribe/unsubscribe to the email list.