Sunday, January 5, 2025

Greek Reading: Fables 4

Today's stories are from Anthon's Greek Reader, available at the Internet Archive. There are notes at the bottom of the pages, so use the story links to access those notes.

Here are the stories, presented in Greek, segmented, and then interwoven with English.


Ὄνος, δορὰν λέοντος ἐπενδυθεὶς, λέων ἐνομίζετο πᾶσι, καὶ φυγὴ μὲν ἦν ἀνθρώπων, φυγὴ δὲ ποιμνίων. Ὡς δὲ ἄνεμος, βιαιότερον πνεύσας, ἐγύμνου αὐτὸν τοῦ προκαλύμματος, τότε πάντες ἐπιδραμόντες ξύλοις καὶ ῥοπάλοις αὐτὸν ἔπαιον.

Ὄνος, 
δορὰν λέοντος 
ἐπενδυθεὶς, 
λέων 
ἐνομίζετο πᾶσι, 
καὶ φυγὴ μὲν 
ἦν ἀνθρώπων, 
φυγὴ δὲ 
ποιμνίων. 
Ὡς δὲ ἄνεμος, 
βιαιότερον πνεύσας, 
ἐγύμνου αὐτὸν 
τοῦ προκαλύμματος, 
τότε πάντες,
ἐπιδραμόντες, 
ξύλοις καὶ ῥοπάλοις 
αὐτὸν ἔπαιον.

Ὄνος  ...  a donkey, 
ἐπενδυθεὶς  ...  clothed 
δορὰν λέοντος  ...  in a lion skin, 
ἐνομίζετο λέων  ...  was thought a lion 
πᾶσι  ...  by everyone, 
καὶ ἦν  ...  and there was 
φυγὴ μὲν ἀνθρώπων  ...  a running away of people, 
φυγὴ δὲ ποιμνίων  ...  and a running away of flocks.
 Ὡς δὲ ἄνεμος  ...  But as the wind, 
πνεύσας βιαιότερον  ...  having gusted very strongly, 
ἐγύμνου αὐτὸν  ...  stripped him 
τοῦ προκαλύμματος  ...  of his covering; 
τότε πάντες  ...  then everybody, 
ἐπιδραμόντες  ...  attacking, 
ἔπαιον αὐτὸν  ...  struck him 
ξύλοις καὶ ῥοπάλοις  ...  with cudgels and clubs.



Γυνή τις χήρα ὄρνιν εἶχε καθʼ ἑκάστην ἡμέραν ὠὸν αὐτῇ τίκτουσαν. Νομίσασα δὲ, ὡς, εἰ πλείους τῇ ὄρνιθι κριθὰς παραβάλοι, δὶς τέξεται τῆς ἡμέρας, τοῦτο πεποίηκεν. Ἡ δʼ ὄρνις, πιμελὴς γενομένη, οὐδʼ ἅπαξ τῆς ἡμέρας τεκεῖν ἡδύνατο.

Γυνή τις 
χήρα 
ὄρνιν εἶχε
καθʼ ἑκάστην ἡμέραν 
ὠὸν 
αὐτῇ τίκτουσαν. 
Νομίσασα δὲ, 
ὡς, 
εἰ πλείους κριθὰς 
τῇ ὄρνιθι παραβάλοι, 
δὶς τέξεται τῆς ἡμέρας, 
τοῦτο πεποίηκεν. 
Ἡ δʼ ὄρνις, 
πιμελὴς γενομένη, 
οὐδʼ ἅπαξ τῆς ἡμέρας 
τεκεῖν ἡδύνατο.

Γυνή τις χήρα  ...  a certain woman, a widow, 
ὄρνιν εἶχε  ...  had a hen 
τίκτουσαν ὠὸν αὐτῇ  ...  who laid an egg for her 
καθʼ ἑκάστην ἡμέραν  ...  every day. 
Νομίσασα δὲ  ...  and having gotten the idea 
ὡς τέξεται  ...  that she would lay 
δὶς τῆς ἡμέρας  ...  twice each day 
εἰ παραβάλοι τῇ ὄρνιθι  ...  if she gave the hen 
πλείους κριθὰς  ...  more barley, 
πεποίηκεν τοῦτο  ...  she did [just] that. 
Ἡ δʼ ὄρνις  ...  but the hen, 
πιμελὴς γενομένη  ...  having grown fat,
οὐδʼ ἡδύνατο τεκεῖν  ...  was not able to lay [an egg] 
ἅπαξ τῆς ἡμέρας  ...  once each day.



Τῶν ὀρνίθων βουλομένων ποιῆσαι βασιλέα, ταὼς ἑαυτὸν ἠξίου διὰ τὸ κάλλος χειροτονεῖν. Αἱρουμένων δὲ τοῦτον τῶν ἄλλων, ὁ κολοιὸς ὑπολαβὼν ἔφη· ἀλλ' εἰ, σοῦ βασιλεύοντος, ὁ ἀετὸς ἡμᾶς καταδιώκειν ἐπιχειρήσει, πῶς ἡμῖν ἐπαρκέσεις; 

Τῶν ὀρνίθων 
βουλομένων 
ποιῆσαι βασιλέα, 
ταὼς ἠξίου 
ἑαυτὸν
διὰ τὸ κάλλος 
χειροτονεῖν. 
Αἱρουμένων δὲ τοῦτον 
τῶν ἄλλων, 
ὁ κολοιὸς 
ὑπολαβὼν 
ἔφη· 
ἀλλ' εἰ, 
σοῦ βασιλεύοντος, 
ὁ ἀετὸς 
ἡμᾶς καταδιώκειν 
ἐπιχειρήσει, 
πῶς ἡμῖν ἐπαρκέσεις; 

Τῶν ὀρνίθων βουλομένων  ...  the birds wanting 
ποιῆσαι βασιλέα  ...  to make a king, 
ταὼς ἠξίου  ...  the peacock expected [them] 
χειροτονεῖν ἑαυτὸν  ...  to elect him 
διὰ τὸ κάλλος  ...  on account of his beauty. 
Τῶν ἄλλων δὲ  ...  but the other [birds] 
αἱρουμένων τοῦτον  ...  having selected him, 
ὁ κολοιὸς ὑπολαβὼν ἔφη  ...  the jackdaw, interrupting said, 
"ἀλλ' εἰ   ...  but if, 
σοῦ βασιλεύοντος  ...  while you rule as king, 
ὁ ἀετὸς ἐπιχειρήσει  ...  the eagle attempts 
ἡμᾶς καταδιώκειν  ...  to persecute us, 
πῶς ἡμῖν ἐπαρκέσεις  ...  how will you defend us?"

And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.


No comments:

Post a Comment