Friday, January 31, 2025

Greek Reading: Fables 15

Today's stories are from Turner's Easy Latin and Greek Passages, available at the Internet Archive. You can use the linked titles to access the book, and it occasionally has some notes on the individual stories.

Here are the stories, presented in Greek, segmented, and then interwoven with English.



Λέων ἀκούσας ποτὲ βατράχου μέγα βοῶντος, πρὸς τὴν φωνὴν ἐπεστράφη, νομίζων μέγα τι ζῶον εἶναι· χρόνον δὲ μικρὸν προσμείνας, ὡς εἶδεν αὐτὸν προελθόντα ἐκ τῆς λίμνης, προσελθών αὐτὸν κατεπάτησεν.

Λέων 
ἀκούσας ποτὲ βατράχου 
μέγα βοῶντος, 
πρὸς τὴν φωνὴν ἐπεστράφη, 
νομίζων μέγα τι ζῶον εἶναι· 
χρόνον δὲ μικρὸν προσμείνας, 
ὡς εἶδεν αὐτὸν 
προελθόντα ἐκ τῆς λίμνης, 
προσελθών αὐτὸν κατεπάτησεν.

Λέων  ... A lion
ἀκούσας ποτὲ βατράχου  ... once heard a frog
μέγα βοῶντος  ... croaking loudly 
πρὸς τὴν φωνὴν ἐπεστράφη  ... and turned towards the sound, 
νομίζων μέγα τι ζῶον εἶναι  ... thinking it was some big animal — 
χρόνον δὲ μικρὸν προσμείνας  ... but waiting a short time, 
ὡς εἶδεν αὐτὸν  ... when he saw it (the frog) 
προελθόντα ἐκ τῆς λίμνης  ... approaching from out of the swamp, 
προσελθών αὐτὸν κατεπάτησεν  ... he approached and squashed it.



Λέων καὶ ὄνος καὶ ἀλώπηξ, κοινωνίαν ποιησάμενοι, ἐξῆλθον πρὸς ἄγραν. πολλῆς οὖν θήρας συλληφθείσης, προσέταξεν ὁ λέων τῷ ὄνῳ διελεῖν αὐτοῖς· ὁ δὲ τρεῖς μερίδας ἴσας ποιησάμενος, ἐκλέξασθαι αὐτοὺς ἐκέλευε. καὶ ὁ λέων ὀργισθεὶς τὸν ὄνον κατέφαγεν· εἶτα τῇ ἀλώπεκι μερίζειν ἐκέλευσεν. ἡ δ' εἰς μίαν μερίδα πάντα σωρεύσασα, ἑαυτῇ μικρόν τι μέρος κατέλιπεν. καὶ ὁ λέων πρὸς αὐτὴν, Τίς σε, ὦ Βελτίστη, διαιρεῖν οὕτως ἐδίδαξεν· ἡ δ' εἶπε, Ἡ τοῦ ὄνου συμφορά.

Λέων καὶ ὄνος καὶ ἀλώπηξ, 
κοινωνίαν ποιησάμενοι, 
ἐξῆλθον πρὸς ἄγραν. 
πολλῆς οὖν θήρας συλληφθείσης, 
προσέταξεν ὁ λέων τῷ ὄνῳ 
διελεῖν αὐτοῖς· 
ὁ δὲ τρεῖς μερίδας ἴσας ποιησάμενος, 
ἐκλέξασθαι αὐτοὺς ἐκέλευε. 
καὶ ὁ λέων ὀργισθεὶς 
τὸν ὄνον κατέφαγεν· 
εἶτα τῇ ἀλώπεκι μερίζειν ἐκέλευσεν. 
ἡ δ' εἰς μίαν μερίδα πάντα σωρεύσασα, 
ἑαυτῇ μικρόν τι μέρος κατέλιπεν. 
καὶ ὁ λέων πρὸς αὐτὴν, 
Τίς σε, ὦ Βελτίστη, διαιρεῖν οὕτως ἐδίδαξεν·
ἡ δ' εἶπε, 
Ἡ τοῦ ὄνου συμφορά.

Λέων καὶ ὄνος καὶ ἀλώπηξ  ...  A lion, a donkey, and a fox, 
κοινωνίαν ποιησάμενοι  ...  having made a partnership, 
ἐξῆλθον πρὸς ἄγραν  ...  went out hunting. 
πολλῆς οὖν θήρας συλληφθείσης  ...  They caught much game,  
προσέταξεν ὁ λέων τῷ ὄνῳ  ...  and the lion ordered the donkey
διελεῖν αὐτοῖς  ...  to divide it up for them — 
ὁ δὲ τρεῖς μερίδας ἴσας ποιησάμενος  ...  he made 3 equal parts, 
ἐκλέξασθαι αὐτοὺς ἐκέλευε  ...  and ordered them to choose. 
καὶ ὁ λέων ὀργισθεὶς  ...  And the lion, who got angry,
τὸν ὄνον κατέφαγεν  ...  ate the donkey — 
εἶτα ἐκέλευσεν τῇ ἀλώπεκι  ...  then ordered the fox
μερίζειν  ... to make the division.
ἡ δ' πάντα σωρεύσασα  ...  she heaped it all up
εἰς μίαν μερίδα  ...  into one portion,
ἑαυτῇ μικρόν τι μέρος κατέλιπεν  ...  leaving a tiny bit for herself. 
καὶ ὁ λέων πρὸς αὐτὴν  ...  And the lion (said) to her, 
ὦ Βελτίστη, τίς σε ἐδίδαξεν  ...  My good fox, who taught you
διαιρεῖν οὕτως  ...  to divide this way? 
ἡ δ' εἶπε  ...  And she said, 
Ἡ τοῦ ὄνου συμφορά  ...  The misfortune of the donkey.

And here's a random proverb and a random LOLCat too :




Click here to subscribe/unsubscribe to the email list.



No comments:

Post a Comment