Showing posts with label Author: Dalzel. Show all posts
Showing posts with label Author: Dalzel. Show all posts

Saturday, September 27, 2025

Greek Reading: 103

**I'll be away for the coming week, but will be back on October 9 with more proverbs.**

Here's the conclusion of the story of Hermes and the woodcutter; the first part is here. This comes from Analecta Graeca Minora by Andrew Dalzel, which is available at the Internet Archive. You'll find the story below, first in Greek, then segmented, and then interwoven with English, broken up into two pieces this time; the title is linked to the Internet Archive page. 



Παραγενόμενος οὖν πρὸς τοὺς ἑταίρους αὐτοῦ, διηγήσατο αὐτοῖς τὰ συμβάντα αὐτῷ. Εἷς δέ τις ἐξ αὐτῶν τοῦτον ἐπιφθονήσας ἐβουλήθη καὶ αὐτὸς τὸ ἴσον παραγενόμενος ἐκεῖσε διαπράξασθαι. Διόπερ ἀναλαβὼν πέλεκυν, παρεγένετο ἐπὶ τὸν αὐτὸν ποταμὸν ξυλευσόμενος, καὶ ἐπιτηδείως τὴν ἑαυτοῦ ἀξίνην ῥίψας ἐν τῷ ποταμῷ, ἐκαθέζετο κλαίων. Αὐτίκα οὖν τοῦ Ἑρμοῦ ἐπιφανέντος καὶ τὴν αἰτίαν τῶν θρήνων πυνθανομένου, ἔφη ὅτι πέλεκυν ἀπώλεσα ἐν τῷ ποταμῷ· ὅπερ ἀκούσας ὁ Ἑρμῆς, καταβὰς χρυσοῦν πέλεκυν ἀνήγαγε. Καὶ δὴ φήσαντος αὐτοῦ εἰ τοῦτον ἀπώλεσεν, ἔφη μετὰ χαρᾶς· « Ναὶ ἀληθῶς οὗτός ἐστιν. » Ἰδὼν οὖν ἐκεῖνος τὴν ἀναίδειαν καὶ τὸ ψεῦσμα αὐτοῦ, οὐ μόνον τοῦτον οὐκ ἐδωρήσατο αὐτῷ, ἀλλ’ οὐδὲ τὸν ἴδιον ἀπέδωκε πέλεκυν.

Παραγενόμενος οὖν 
πρὸς τοὺς ἑταίρους αὐτοῦ, 
διηγήσατο αὐτοῖς 
τὰ συμβάντα αὐτῷ. 
Εἷς δέ τις ἐξ αὐτῶν 
τοῦτον ἐπιφθονήσας 
ἐβουλήθη καὶ αὐτὸς τὸ ἴσον 
παραγενόμενος ἐκεῖσε 
διαπράξασθαι. 
Διόπερ 
ἀναλαβὼν πέλεκυν, 
παρεγένετο ἐπὶ τὸν αὐτὸν ποταμὸν 
ξυλευσόμενος, 
καὶ ἐπιτηδείως 
τὴν ἑαυτοῦ ἀξίνην ῥίψας 
ἐν τῷ ποταμῷ, 
ἐκαθέζετο κλαίων. 

Παραγενόμενος οὖν  ...  So the woodcutter went 
πρὸς τοὺς ἑταίρους αὐτοῦ  ...  to his companions
διηγήσατο αὐτοῖς  ...  and told them
τὰ συμβάντα αὐτῷ  ...  what had happened to him.
Εἷς δέ τις ἐξ αὐτῶν  ...  One of them 
τοῦτον ἐπιφθονήσας  ...  was jealous of him 
ἐβουλήθη καὶ αὐτὸς  ...  and he also wanted 
παραγενόμενος ἐκεῖσε  ...  to go there
τὸ ἴσον διαπράξασθαι ...  and do the same thing. 
Διόπερ  ...  Accordingly 
ἀναλαβὼν πέλεκυν  ...  he picked up his axe, 
παρεγένετο  ...  and went 
ἐπὶ τὸν αὐτὸν ποταμὸν  ...  to the same river, 
ξυλευσόμενος  ...  to cut wood, 
καὶ ἐπιτηδείως  ...  and on purpose
τὴν ἑαυτοῦ ἀξίνην ῥίψας  ...  he hurled his axe 
ἐν τῷ ποταμῷ  ...  in the river
ἐκαθέζετο κλαίων  ...  and sat down, weeping. 

Αὐτίκα οὖν 
τοῦ Ἑρμοῦ ἐπιφανέντος 
καὶ τὴν αἰτίαν τῶν θρήνων 
πυνθανομένου, 
ἔφη ὅτι 
πέλεκυν ἀπώλεσα 
ἐν τῷ ποταμῷ· 
ὅπερ ἀκούσας ὁ Ἑρμῆς, 
καταβὰς 
χρυσοῦν πέλεκυν ἀνήγαγε. 
Καὶ δὴ φήσαντος αὐτοῦ 
εἰ τοῦτον ἀπώλεσεν, 
ἔφη μετὰ χαρᾶς· 
Ναὶ ἀληθῶς οὗτός ἐστιν. 
Ἰδὼν οὖν ἐκεῖνος 
τὴν ἀναίδειαν καὶ τὸ ψεῦσμα αὐτοῦ, 
οὐ μόνον 
τοῦτον οὐκ ἐδωρήσατο αὐτῷ, 
ἀλλ’ οὐδὲ τὸν ἴδιον ἀπέδωκε πέλεκυν.

Αὐτίκα οὖν  ...  Immediately 
τοῦ Ἑρμοῦ ἐπιφανέντος  ...  Hermes appeared 
καὶ πυνθανομένου  ...  and asked
τὴν αἰτίαν τῶν θρήνων  ...  the reason for his grief,
ἔφη ὅτι  ...  and he said,
πέλεκυν ἀπώλεσα  ...  I love my axe 
ἐν τῷ ποταμῷ  ...  in the river.
ὅπερ ἀκούσας ὁ Ἑρμῆς  ...  When Hermes heard this
καταβὰς  ...  he plunged down 
χρυσοῦν πέλεκυν ἀνήγαγε  ...  and brought up a golden axe. 
Καὶ δὴ φήσαντος αὐτοῦ  ...  ANd when he asked him  
εἰ τοῦτον ἀπώλεσεν  ...  if he had lost that axe
ἔφη μετὰ χαρᾶς  ...  the man joyfully said:
Ναὶ ἀληθῶς οὗτός ἐστιν  ...  Yes, truly, that's it!
Ἰδὼν οὖν ἐκεῖνος  ...  When Hermes saw  
τὴν ἀναίδειαν  ...  the man's shamelessness 
καὶ τὸ ψεῦσμα αὐτοῦ  ...  and deceit, 
οὐ μόνον  ...  not only
οὐκ ἐδωρήσατο αὐτῷ  ...  did he not give him
τοῦτον  ...  the golden axe,
ἀλλ’ οὐδὲ ἀπέδωκε  ...  but he also refused to return
τὸν ἴδιον πέλεκυν  ...  the man's own axe.

And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Friday, September 26, 2025

Greek Reading 102

Another long story — in fact, one so long that I need to break it up into two posts. It is one of my favorite stories from the Aesopic tradition (not always told at such great length), and I hope you will like it! It comes from Analecta Graeca Minora by Andrew Dalzel (Sir Walter Scott's Greek teacher!), which is available at the Internet Archive. 

You'll find the story below, first in Greek, then segmented, and then interwoven with English, broken up into pieces; the title is linked to the Internet Archive page. I'll be back on Monday with the conclusion.


Ξυλευόμενός τις παρά τινα ποταμὸν τὸν ἑαυτοῦ πέλεκυν ἀπεβάλλετο. Τοῦ δὲ ῥεύματος παρασύραντος αὐτόν, ὑπὸ πολλῆς συσχεθεὶς θλίψεως, καθήμενος παρὰ τὰς ἀκτὰς τοῦ ποταμοῦ ὠδύρετο. Ἑρμῆς δὲ ὁ τοῦ ποταμοῦ θεὸς ἐλεήσας αὐτὸν ἧκε μαθεῖν θέλων παρ’ αὐτοῦ τὴν αἰτίαν δι’ ἣν ἔκλαιε. Τοῦ δὲ εἰπόντος αὐτῷ, καταβὰς ὁ Ἑρμῆς χρυσοῦν πέλεκυν ἀνήνεγκεν ἐκ τοῦ ποταμοῦ, καὶ ἐπυνθάνετο εἰ τοῦτον ἀπώλεσεν. Ἀρνησαμένου δὲ αὐτοῦ, ἐκ δευτέρου καταβὰς ἀργυροῦν ἀνήνεγκεν. Ὁ δὲ πάλιν ἠρνήσατο κἀκεῖνον μὴ εἶναι αὐτοῦ. Καταβὰς δὲ ἐκ τρίτου τὴν ἰδίαν ἀξίνην ἐκόμισεν· ἐπηρώτησε δὲ τοῦτον καὶ πάλιν, εἰ ταύτην ἀπώλεσεν· ὁ δὲ· « Ἀληθῶς ταύτην ἀπώλεσα, » εἶπεν. Ὁ δὲ Ἑρμῆς ἀποδεξάμενος αὐτοῦ τὴν δικαιοσύνην καὶ τὸ ἀληθὲς πάσας αὐτῷ ἐχαρίσατο. 

Ξυλευόμενός τις 
παρά τινα ποταμὸν τὸν 
ἑαυτοῦ πέλεκυν ἀπεβάλλετο. 
Τοῦ δὲ ῥεύματος 
παρασύραντος αὐτόν, 
ὑπὸ πολλῆς συσχεθεὶς θλίψεως, 
καθήμενος 
παρὰ τὰς ἀκτὰς τοῦ ποταμοῦ 
ὠδύρετο. 

Ξυλευόμενός τις  ...  A woodcutter
παρά τινα ποταμὸν τὸν  ...  by the riverside 
ἑαυτοῦ πέλεκυν ἀπεβάλλετο  ...  dropped his axe. 
Τοῦ δὲ ῥεύματος  ...  When the current 
παρασύραντος αὐτόν  ...  carried the axe away, 
συσχεθεὶς  ...  he was seized
ὑπὸ πολλῆς θλίψεως  ...  by great distress, 
καθήμενος  ...  and sitting down 
παρὰ τὰς ἀκτὰς τοῦ ποταμοῦ  ...  on the edge of the river 
ὠδύρετο  ...  he sobbed.

Ἑρμῆς δὲ 
ὁ τοῦ ποταμοῦ θεὸς 
ἐλεήσας αὐτὸν 
ἧκε 
μαθεῖν θέλων παρ’ αὐτοῦ 
τὴν αἰτίαν 
δι’ ἣν ἔκλαιε. 
Τοῦ δὲ εἰπόντος αὐτῷ, 
καταβὰς ὁ Ἑρμῆς 
χρυσοῦν πέλεκυν 
ἀνήνεγκεν ἐκ τοῦ ποταμοῦ, 
καὶ ἐπυνθάνετο 
εἰ τοῦτον ἀπώλεσεν. 

Ἑρμῆς δὲ  ...  Hermes, 
ὁ τοῦ ποταμοῦ θεὸς  ...  the god of the river, 
ἐλεήσας αὐτὸν  ...  felt sorry for him 
ἧκε  ...  and showed up 
μαθεῖν θέλων  ...  wanting to know 
παρ’ αὐτοῦ  ... from him
τὴν αἰτίαν  ...  the reason 
δι’ ἣν ἔκλαιε  ...  why he was weeping. 
Τοῦ δὲ εἰπόντος αὐτῷ  ...  When he told him, 
καταβὰς ὁ Ἑρμῆς  ...  Hermes plunged down 
ἀνήνεγκεν ...  and brought up  
χρυσοῦν πέλεκυν  ...  a golden axe 
ἐκ τοῦ ποταμοῦ  ... from out of the river,
καὶ ἐπυνθάνετο  ...  and asked
εἰ τοῦτον ἀπώλεσεν  ...  if he had lost that axe. 

Ἀρνησαμένου δὲ αὐτοῦ, 
ἐκ δευτέρου καταβὰς 
ἀργυροῦν ἀνήνεγκεν. 
Ὁ δὲ 
πάλιν ἠρνήσατο κἀκεῖνον 
μὴ εἶναι αὐτοῦ. 
Καταβὰς δὲ ἐκ τρίτου 
τὴν ἰδίαν ἀξίνην ἐκόμισεν· 
ἐπηρώτησε δὲ τοῦτον 
καὶ πάλιν, 
εἰ ταύτην ἀπώλεσεν· 
ὁ δὲ· 
Ἀληθῶς ταύτην ἀπώλεσα, 
εἶπεν. 
Ὁ δὲ Ἑρμῆς 
ἀποδεξάμενος αὐτοῦ 
τὴν δικαιοσύνην καὶ τὸ ἀληθὲς 
πάσας αὐτῷ ἐχαρίσατο. 

Ἀρνησαμένου δὲ αὐτοῦ  ...  The man said no, 
ἐκ δευτέρου  ...  and a second time 
καταβὰς  ... Hermes plunged down
ἀνήνεγκεν  ...  and brought up
ἀργυροῦν  ...  a silver axe.
Ὁ δὲ πάλιν  ...  And the woodcutter again
ἠρνήσατο  ...  said no; 
κἀκεῖνον μὴ εἶναι αὐτοῦ  ...  it too was not his. 
Καταβὰς δὲ  ...  Hermes plunged in 
ἐκ τρίτου  ...  a third time;
ἐκόμισεν  ...  he brought back
τὴν ἰδίαν ἀξίνην  ...  the man's own axe 
ἐπηρώτησε δὲ τοῦτον ...  and asked him
καὶ πάλιν  ...  yet again
εἰ ταύτην ἀπώλεσεν  ...  if he had lost this one. 
ὁ δὲ εἶπεν  ...  And the man said
Ἀληθῶς ταύτην ἀπώλεσα  ...  Truly, I lost that one! 
Ὁ δὲ Ἑρμῆς  ...  Then Hermes, 
ἀποδεξάμενος  ...  pleased with 
αὐτοῦ τὴν δικαιοσύνην  ...  the man's righteousness
καὶ τὸ ἀληθὲς  ...  and truthfulness,
πάσας αὐτῷ ἐχαρίσατο  ...  gave him all the axes. 

... But that's not all there is to the story! Stay tuned for more. 


And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Wednesday, September 17, 2025

Greek Reading: 100

I can't believe this is already the 100th post with stories! That's the power of blogging: slow and steady... Today's stories come from Analecta Graeca Minora by Andrew Dalzel and the First Greek Reader for students at Eton, which are both available at the Internet Archive. You'll find the stories below, first in Greek, then segmented, and then interwoven with English; the title is linked to the Internet Archive page.


Ὄνος ἄγριος, ὄνον ἰδὼν ἥμερον ἔν τινι εὐηλίῳ τόπῳ, προσελθὼν αὐτὸν ἐμακάριζεν, ἐπὶ τῇ τε εὐεξίᾳ τοῦ σώματος, καὶ τῇ τῆς τροφῆς ἀπολαύσει. ὕστερον δὲ ἰδὼν αὐτὸν ἀχθοφοροῦντα, καὶ τὸν ὀνηλάτην ὄπισθεν ἑπόμενον, καὶ ῥοπάλοις αὐτὸν παίοντα, ἔφη, ἀλλ᾽ ἔγωγε οὐκέτι σε εὐδαιμονίζω, ὁρῶ γάρ, ὧς οὐκ ἄνευ κακῶν μεγάλων τὴν εὐδαιμονιαν ἔχεις.

Ὄνος ἄγριος, 
ὄνον ἰδὼν ἥμερον 
ἔν τινι εὐηλίῳ τόπῳ, 
προσελθὼν 
αὐτὸν ἐμακάριζεν, 
ἐπὶ τῇ τε εὐεξίᾳ 
τοῦ σώματος, 
καὶ τῇ τῆς τροφῆς ἀπολαύσει. 
ὕστερον δὲ 
ἰδὼν αὐτὸν ἀχθοφοροῦντα, 
καὶ τὸν ὀνηλάτην 
ὄπισθεν ἑπόμενον, 
καὶ ῥοπάλοις 
αὐτὸν παίοντα, 
ἔφη,
ἀλλ᾽ ἔγωγε 
οὐκέτι σε εὐδαιμονίζω, 
ὁρῶ γάρ, 
ὧς οὐκ ἄνευ κακῶν μεγάλων 
τὴν εὐδαιμονιαν ἔχεις.

Ὄνος ἄγριος  ...  A wild donkey, 
ὄνον ἰδὼν ἥμερον  ...  seeing a tame donkey 
ἔν τινι εὐηλίῳ τόπῳ  ...  in a sunny place, 
προσελθὼν  ...  went over
αὐτὸν ἐμακάριζεν  ...  and congratulated him 
ἐπὶ τῇ τε εὐεξίᾳ  ...  for the good condition 
τοῦ σώματος  ...  of his body
καὶ τῇ ἀπολαύσει  ...  and the excellence
τῆς τροφῆς  ...  of his food. 
ὕστερον δὲ  ...  Later,
ἰδὼν αὐτὸν  ...  he saw the tame donkey 
ἀχθοφοροῦντα  ...  laden with burdens 
καὶ τὸν ὀνηλάτην  ...  and a donkey-driver 
ὄπισθεν ἑπόμενον  ...  following behind, 
καὶ αὐτὸν παίοντα  ...  beating him 
ῥοπάλοις  ...  with cudgels, 
ἔφη  ...  and he said,
ἀλλ᾽ ἔγωγε οὐκέτι   ...  Well, I won't be
σε εὐδαιμονίζω  ...  congratulating you anymore,
ὁρῶ γάρ ὧς  ...  for I see that  
τὴν εὐδαιμονιαν ἔχεις  ...  you have this happiness
οὐκ ἄνευ κακῶν μεγάλων  ...  not without great evils.



Ζεὺς, καὶ Προμηθεὺς, καὶ Ἀθηνᾶ κατασκευάσαντες, Ζεὺς μὲν ταῦρον, Προμηθεὺς ἄνθρωπον, Ἀθηνᾶ δὲ οἶκον, κριτὴν εἵλοντο τὸν Μῶμον. Ὁ δὲ φθονήσας τοῖς δημιουργήμασιν, ἀρξάμενος ἔλεγε τὸν Δία ἡμαρτηκέναι, τοῦ ταύρου τοὺς οφθαλμοὺς ἐπὶ τοῖς κέρασι μὴ θέντα, ἵνα βλέπῃ, ποῦ τύπτει· τὸν δὲ Προμηθέα, διότι τοῦ ἀνθρώπου τὰς φρένας ἔξωθεν οὐ κατεκρέμασεν, ἵνα μὴ λανθάνωσιν οἱ πονηροὶ, φανερὸν δὲ εἴη ἕκαστον, οὗ χρείαν εἶχον. Τρίτον δὲ ἔλεγεν, ὡς ἔδει τὴν Ἀθηνᾶν τῷ οἰκῳ τροχοὺς ὑποθεῖναι, ἵνα, ἐὰν πονηρῷ τις παροικισθῇ γείτονι, ῥᾳδίως μεταβαίνῃ. Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ' αὐτοῦ ἐπὶ τῇ βασκανίᾳ, τοῦ Ὀλύμπου αὐτὸν ἐξέβαλε.

Ζεὺς, 
καὶ Προμηθεὺς, 
καὶ Ἀθηνᾶ 
κατασκευάσαντες, 
Ζεὺς μὲν ταῦρον, 
Προμηθεὺς ἄνθρωπον, 
Ἀθηνᾶ δὲ οἶκον, 
κριτὴν εἵλοντο 
τὸν Μῶμον. 
Ὁ δὲ φθονήσας 
τοῖς δημιουργήμασιν, 
ἀρξάμενος ἔλεγε 
τὸν Δία ἡμαρτηκέναι, 
τοῦ ταύρου 
τοὺς οφθαλμοὺς 
ἐπὶ τοῖς κέρασι 
μὴ θέντα, 
ἵνα βλέπῃ, ποῦ τύπτει· 
τὸν δὲ Προμηθέα, 
διότι τοῦ ἀνθρώπου 
τὰς φρένας ἔξωθεν 
οὐ κατεκρέμασεν, 
ἵνα μὴ λανθάνωσιν 
οἱ πονηροὶ, 
φανερὸν δὲ εἴη ἕκαστον, 
οὗ χρείαν εἶχον. 
Τρίτον δὲ ἔλεγεν, 
ὡς ἔδει τὴν Ἀθηνᾶν 
τῷ οἰκῳ τροχοὺς ὑποθεῖναι, 
ἵνα, ἐὰν πονηρῷ τις 
παροικισθῇ γείτονι, 
ῥᾳδίως μεταβαίνῃ. 
Καὶ ὁ Ζεὺς 
ἀγανακτήσας κατ' αὐτοῦ 
ἐπὶ τῇ βασκανίᾳ, 
τοῦ Ὀλύμπου αὐτὸν ἐξέβαλε.

Ζεὺς  ...  Zeus, 
καὶ Προμηθεὺς  ...  and Prometheus, 
καὶ Ἀθηνᾶ  ...  and Athena 
κατασκευάσαντες  ...  had made things —  
Ζεὺς μὲν ταῦρον  ...  Zeus made a bull,
Προμηθεὺς ἄνθρωπον  ...  Prometheus made a human,
Ἀθηνᾶ δὲ οἶκον  ...  and Athena made a house. 
κριτὴν εἵλοντο  ...  They chose as critic
τὸν Μῶμον  ...  Momos.
Ὁ δὲ φθονήσας  ...  But Momos was resentful 
τοῖς δημιουργήμασιν  ...  of their creations:
ἀρξάμενος ἔλεγε  ...  he began by saying 
τὸν Δία ἡμαρτηκέναι  ...  the Zeus had failed 
μὴ θέντα  ...  by not putting
τοῦ ταύρου τοὺς οφθαλμοὺς  ...  the bull's eyes 
ἐπὶ τοῖς κέρασι  ...  on the bull's horns
ἵνα βλέπῃ  ...  to that he could see
ποῦ τύπτει  ...  where he was going to attack;
τὸν δὲ Προμηθέα  ...  he (criticized) Prometheus 
διότι οὐ κατεκρέμασεν  ...  because he hadn't hung
τοῦ ἀνθρώπου τὰς φρένας   ...  the human's heart
ἔξωθεν  ...  on the outside 
ἵνα οἱ πονηροὶ  ...  so that evil-doers
μὴ λανθάνωσιν  ...  couldn't escape detection,
φανερὸν δὲ εἴη   ...  and so it would be obvious
ἕκαστον οὗ χρείαν εἶχον  ...  each thing they needed.
Τρίτον δὲ  ... And thirdly
ἔλεγεν ὡς   ...  he said that 
ἔδει τὴν Ἀθηνᾶν  ...  Athena should have 
τροχοὺς ὑποθεῖναι  ...  put wheels
τῷ οἰκῳ  ...  on the house, 
ἵνα, ἐὰν παροικισθῇ  ...  so that, if someone settled
πονηρῷ τις γείτονι  ...  next to a wicked neighbor, 
ῥᾳδίως μεταβαίνῃ  ...  he could easily relocate. 
Καὶ ὁ Ζεὺς  ...  And Zeus 
ἀγανακτήσας κατ' αὐτοῦ  ...  got upset with Momus 
ἐπὶ τῇ βασκανίᾳ  ...  for his spitefulness, 
αὐτὸν ἐξέβαλε  ...  and threw him out
τοῦ Ὀλύμπου  ...  of Olympus.

Momus criticizes the gods
(this version has different gods and creations)

And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Friday, September 12, 2025

Greek Reading: 99

Today's stories come from Analecta Graeca Minora by Andrew Dalzel, which is available at the Internet Archive. You'll find the stories below, first in Greek, then segmented, and then interwoven with English; the title is linked to the Internet Archive page.


ἔχις εἰσελθὼν εἰς χαλκουργοῦ ἐργαστήριον παρὰ τῶν σκευῶν ἔρανον ᾔτει· λαβὼν δὲ παρ’ αὐτῶν ἧκε πρὸς τὴν ῥίνην καὶ αὐτὴν παρεκάλει δοῦναί τι αὐτῷ. ἡ δὲ ὑποτυχοῦσα εἶπεν· ἀλλ’ εὐήθης εἶ παρ’ ἐμοῦ τι ἀποίσεσθαι οἰόμενος, ἥτις οὐ διδόναι, ἀλλὰ λαμβάνειν παρὰ πάντων εἴωθα.

ἔχις εἰσελθὼν 
εἰς χαλκουργοῦ ἐργαστήριον 
παρὰ τῶν σκευῶν 
ἔρανον ᾔτει· 
λαβὼν δὲ 
παρ’ αὐτῶν 
ἧκε πρὸς τὴν ῥίνην 
καὶ αὐτὴν παρεκάλει 
δοῦναί τι αὐτῷ. 
ἡ δὲ 
ὑποτυχοῦσα εἶπεν· 
ἀλλ’ εὐήθης εἶ 
παρ’ ἐμοῦ τι ἀποίσεσθαι 
οἰόμενος, 
ἥτις οὐ διδόναι, 
ἀλλὰ 
λαμβάνειν παρὰ πάντων εἴωθα.

ἔχις εἰσελθὼν  ...  A viper went into
εἰς χαλκουργοῦ ἐργαστήριον  ...  a smith's workshop 
ἔρανον ᾔτει  ...  and demanded a meal
παρὰ τῶν σκευῶν  ...  from the tools. 
λαβὼν δὲ  ...  As he took 
παρ’ αὐτῶν  ...  from the tools 
ἧκε πρὸς τὴν ῥίνην  ...  he came to the file 
καὶ αὐτὴν παρεκάλει  ...  and ordered her 
δοῦναί τι αὐτῷ  ...  to give him something. 
ἡ δὲ  ...  And the file 
ὑποτυχοῦσα εἶπεν  ...  replied, 
ἀλλ’ εὐήθης εἶ  ...  "Well, you are being silly,
οἰόμενος  ...  thinking 
τι ἀποίσεσθαι  ...  you'd take away something
παρ’ ἐμοῦ  ...  from me,
ἥτις εἴωθα  ... who is accustomed
οὐ διδόναι  ...  not to give, 
ἀλλὰ λαμβάνειν  ...  but to take
παρὰ πάντων  ...  from everybody.




Ἀλώπηξ ἐν παγίδι ληφθεῖσα καί ἀποκοπείσης τῆς οὐρᾶς διαδρᾶσα, ἀβίωτον ὑπ' αἰσχύνης ἡγεῖτο τὸν βίον. Ἔγνω οὖν καὶ τὰς ἄλλας ἀλώπεκας τοῦτ' αὐτὸ νουθετῆσαι ὡς ἂν τῷ κοινῷ πάθει τὸ ἴδιον συγκαλύψειεν αἶσχος. Καὶ δὴ πάσας ἀθροίσασα παρῄνει τὰς οὐρὰς ἀποκόπτειν, ὡς οὐκ ἀπρεπὲς μόνον τοῦτο τὸ μέλος ὄν, ἀλλὰ καὶ περιττὸν βάρος προσηρτημένον. Ὑπολαβοῦσα δὲ τις αὐτῶν εἶπεν· Ὠ αὕτη, ἀλλ' εἰ οὔ σοι τοῦτο συνέφερεν, οὐκ ἂν ἡμῖν αὐτὸ συνεβούλευες.

Ἀλώπηξ 
ἐν παγίδι ληφθεῖσα 
καί ἀποκοπείσης τῆς οὐρᾶς 
διαδρᾶσα, 
ἀβίωτον ὑπ' αἰσχύνης 
ἡγεῖτο τὸν βίον. 
Ἔγνω οὖν 
καὶ τὰς ἄλλας ἀλώπεκας 
τοῦτ' αὐτὸ νουθετῆσαι 
ὡς ἂν τῷ κοινῷ πάθει 
τὸ ἴδιον συγκαλύψειεν αἶσχος. 
Καὶ δὴ 
πάσας ἀθροίσασα 
παρῄνει τὰς οὐρὰς ἀποκόπτειν, 
ὡς οὐκ ἀπρεπὲς μόνον 
τοῦτο τὸ μέλος ὄν, 
ἀλλὰ καὶ 
περιττὸν βάρος προσηρτημένον. 
Ὑπολαβοῦσα δὲ τις αὐτῶν εἶπεν· 
Ὠ αὕτη, 
ἀλλ' εἰ οὔ σοι τοῦτο συνέφερεν, 
οὐκ ἂν ἡμῖν αὐτὸ συνεβούλευες.

Ἀλώπηξ  ...  A fox
ἐν παγίδι ληφθεῖσα  ...  got caught in a trap 
καί ἀποκοπείσης  ... and, having cut off
τῆς οὐρᾶς  ...  her tail,
διαδρᾶσα  ...  she ran off. 
ἡγεῖτο τὸν βίον  ...  She thought that life
ἀβίωτον  ...  was not worth living
ὑπ' αἰσχύνης  ...  on account of the shame.  
Ἔγνω οὖν   ...  So she decided 
καὶ τοῦτ' αὐτὸ νουθετῆσαι  ...  to persuade likewise
τὰς ἄλλας ἀλώπεκας  ...  the other foxes 
ὡς ἂν τῷ κοινῷ πάθει  ...  so that by shared trouble 
συγκαλύψειεν  ... she could cover up
τὸ ἴδιον αἶσχος  ...  her own shame. 
Καὶ δὴ  ...  And accordingly
πάσας ἀθροίσασα  ...  she assembled them all 
παρῄνει  ...  and advised them
τὰς οὐρὰς ἀποκόπτειν  ...  to cut off their tails, 
ὡς οὐκ μόνον  ...  because not only  
τοῦτο τὸ μέλος ὄν  ...  was this body part 
ἀπρεπὲς  ... unseemly
ἀλλὰ καὶ  ...  but also that
προσηρτημένον  ...  this appendage was
περιττὸν βάρος  ... an extra burden.
Ὑπολαβοῦσα δὲ  ...  In reply
τις αὐτῶν εἶπεν  ...  one of the foxes said:
Ὠ αὕτη  ...  My dear, 
ἀλλ' εἰ τοῦτο  ... if this thing
οὔ σοι συνέφερεν  ...  had not happened to you, 
οὐκ ἂν συνεβούλευες  ...  you would be advising
ἡμῖν αὐτὸ  ...  us to do the same thing.


And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Monday, September 8, 2025

Greek Reading: 98

Today's stories come from Analecta Graeca Minora by Andrew Dalzel, which is available at the Internet Archive. You'll find the stories below, first in Greek, then segmented, and then interwoven with English; the title is linked to the Internet Archive page.


Ἡμίονος ἐκ κριθῆς παχυνθεὶς, ἀνεσκίρτησε βοῶν καὶ λέγων· πατήρ μου ἐστὶν ἵππος ὁ ταχυδρόμος, κἀγὼ αὐτῷ ὅλος ἀφωμοιώθην· καί ποτε ἀναγκης ἐπελθούσης τρέχειν, ἐπειδὴ τοῦ δρόμου ἐπαύσατο, τοῦ πατρὸς ὄνου εὐθὺς ὑπεμνησθη.

Ἡμίονος 
ἐκ κριθῆς παχυνθεὶς, 
ἀνεσκίρτησε 
βοῶν καὶ λέγων· 
πατήρ μου ἐστὶν 
ἵππος ὁ ταχυδρόμος, 
κἀγὼ 
αὐτῷ ὅλος ἀφωμοιώθην· 
καί ποτε 
ἀναγκης ἐπελθούσης 
τρέχειν, 
ἐπειδὴ τοῦ δρόμου ἐπαύσατο, 
τοῦ πατρὸς ὄνου 
εὐθὺς ὑπεμνησθη.

Ἡμίονος  ...  A mule
ἐκ κριθῆς παχυνθεὶς  ...  fattened on barley 
ἀνεσκίρτησε  ...  frisked about 
βοῶν καὶ λέγων  ...  braying and saying: 
πατήρ μου ἐστὶν  ...  My father is
ἵππος ὁ ταχυδρόμος  ...  a swift-running horse, 
κἀγὼ  ...  and I  
αὐτῷ ὅλος ἀφωμοιώθην  ...  am exactly like him! 
καί ποτε  ...  But one time, 
ἀναγκης ἐπελθούσης  ...  when it was necessary
τρέχειν  ...  for the mule to run, 
ἐπειδὴ  ...   he then
τοῦ δρόμου ἐπαύσατο  ...  had to stop running 
εὐθὺς ὑπεμνησθη  ...  and suddenly remembered
τοῦ πατρὸς ὄνου  ...  his father the donkey.




Κύων καὶ ἀλεκτρυὼν ἑταιρείαν ποιησάμενοι ὥδευον. Ἑσπέρας δὲ καταλαβούσης, ὁ μὲν ἀλεκτρυὼν ἐπὶ δένδρου ἐκάθευδεν ἀναβάς, ὁ δὲ κύων πρὸς τῇ ῥίζῃ τοῦ δένδρου κοίλωμα ἔχοντος. Τοῦ δὲ ἀλεκτρυόνος κατὰ τὸ εἰωθὸς νύκτωρ φωνήσαντος, ἀλώπηξ ἀκούσασα πρὸς αὐτὸν ἔδραμε καὶ στᾶσα κάτωθεν πρὸς ἑαυτὴν κατελθεῖν ἠξίου· ἐπιθυμεῖν γὰρ ἀγαθὴν οὕτω φωνὴν ζῷον ἔχον ἀσπάσασθαι. Τοῦ δὲ εἰπόντος τὸν θυρωρὸν πρότερον διυπνίσαι ὑπὸ τὴν ῥίζαν καθεύδοντα, ὡς, ἐκείνου ἀνοίξαντος, κατελθεῖν, κἀκείνης ζητούσης αὐτὸν φωνῆσαι, ὁ κύων αἴφνης πηδήσας αὐτὴν διεσπάραξεν.

Κύων καὶ ἀλεκτρυὼν 
ἑταιρείαν ποιησάμενοι 
ὥδευον. 
Ἑσπέρας δὲ καταλαβούσης, 
ὁ μὲν ἀλεκτρυὼν 
ἐπὶ δένδρου ἐκάθευδεν ἀναβάς, 
ὁ δὲ κύων 
πρὸς τῇ ῥίζῃ τοῦ δένδρου 
κοίλωμα ἔχοντος. 
Τοῦ δὲ ἀλεκτρυόνος 
κατὰ τὸ εἰωθὸς 
νύκτωρ φωνήσαντος, 
ἀλώπηξ ἀκούσασα 
πρὸς αὐτὸν ἔδραμε 
καὶ στᾶσα κάτωθεν 
πρὸς ἑαυτὴν κατελθεῖν ἠξίου· 
ἐπιθυμεῖν γὰρ 
ἀγαθὴν οὕτω φωνὴν ζῷον ἔχον 
ἀσπάσασθαι. 
Τοῦ δὲ εἰπόντος 
τὸν θυρωρὸν πρότερον διυπνίσαι 
ὑπὸ τὴν ῥίζαν καθεύδοντα, 
ὡς, ἐκείνου ἀνοίξαντος, κατελθεῖν, 
κἀκείνης ζητούσης αὐτὸν φωνῆσαι, 
ὁ κύων 
αἴφνης πηδήσας 
αὐτὴν διεσπάραξεν.

Κύων καὶ ἀλεκτρυὼν  ...  A dog and a rooster
ἑταιρείαν ποιησάμενοι  ...  became friends 
ὥδευον  ...  and went on a journey. 
Ἑσπέρας δὲ καταλαβούσης  ...  Evening came on, 
ὁ μὲν ἀλεκτρυὼν  ...  and the rooster 
ἀναβάς  ...  flew up
ἐπὶ δένδρου ἐκάθευδεν  ...  and slept in a tree, 
ὁ δὲ κύων  ...  and the dog (slept) 
πρὸς τῇ ῥίζῃ τοῦ δένδρου  ...  at the tree's root 
κοίλωμα ἔχοντος  ...  where there was a hollow. 
Τοῦ δὲ ἀλεκτρυόνος  ...  When the rooster, 
κατὰ τὸ εἰωθὸς  ...  as was his custom, 
νύκτωρ φωνήσαντος  ...  crowed by night, 
ἀλώπηξ ἀκούσασα  ...  the fox heard 
πρὸς αὐτὸν ἔδραμε  ...  and ran to the rooster 
καὶ στᾶσα κάτωθεν  ...  and stood down below,  
κατελθεῖν ἠξίου  ...  expecting him to come down
πρὸς ἑαυτὴν  ...  to her, 
ἐπιθυμεῖν γὰρ  ...  for (she said that) she yearned 
ζῷον ἀσπάσασθαι  ...  to embrace the animal
ἔχον  ...  who had
ἀγαθὴν οὕτω φωνὴν  ...  such a fine voice.
Τοῦ δὲ εἰπόντος  ...  When the rooster said
πρότερον  ...   that the fox should first
τὸν θυρωρὸν διυπνίσαι  ...  wake the porter
καθεύδοντα  ...  who was sleeping
ὑπὸ τὴν ῥίζαν  ...  down on the root,
ὡς  ...  so that, 
ἐκείνου ἀνοίξαντος  ...  after the porter opened the door, 
κατελθεῖν  ...  he would come down; 
κἀκείνης ζητούσης  ...  when the fox asked
αὐτὸν φωνῆσαι  ...  the porter to call (the rooster), 
ὁ κύων  ...  the dog 
αἴφνης πηδήσας  ...  suddenly sprang to his feet 
αὐτὴν διεσπάραξεν  ...  and tore the fox to pieces.


And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



Wednesday, September 3, 2025

Greek Reading: 97

Today's stories come from Analecta Graeca Minora by Andrew Dalzel (Sir Walter Scott's Greek teacher!), which is available at the Internet Archive. 

You'll find the stories below, first in Greek, then segmented, and then interwoven with English; the title is linked to the Internet Archive page.



Παῖς λουσάμενος ἐν ποτᾶμῷ ἐκινδύνευε πνιγῆναι καὶ ἰδών τινα παροδίτην, ἐπεφώνει, βοήθησον. Ὁ δὲ ἐμέμφετο τῷ παιδὶ τὸ τόλμημα. Τὸ  παιδίον εἶπεν, ἀλλὰ νῦν μοι βοήθησον, ὕστερον δὲ σωθέντι μέμφον.

Παῖς 
λουσάμενος ἐν ποτᾶμῷ 
ἐκινδύνευε πνιγῆναι 
καὶ ἰδών τινα παροδίτην, 
ἐπεφώνει, 
βοήθησον. 
Ὁ δὲ 
ἐμέμφετο τῷ παιδὶ 
τὸ τόλμημα. 
Τὸ παιδίον εἶπεν, 
ἀλλὰ νῦν μοι βοήθησον, 
ὕστερον δὲ σωθέντι μέμφον.

Παῖς  ...  A boy
λουσάμενος ἐν ποτᾶμῷ  ...  bathing in the river 
ἐκινδύνευε πνιγῆναι  ...  was in danger of drowning 
καὶ ἰδών  ...  and when he saw
τινα παροδίτην  ...  a passer-by
ἐπεφώνει  ...  he shouted to him:
βοήθησον  ...  Help!
Ὁ δὲ  ...  But the passer-by 
ἐμέμφετο τῷ παιδὶ  ...  rebuked the boy
τὸ τόλμημα  ...  for his recklessness.
Τὸ παιδίον εἶπεν  ...  And the little boy said, 
ἀλλὰ νῦν μοι βοήθησον  ...  Just help me now,
ὕστερον δὲ μέμφον  ...  and then criticize me
σωθέντι  ...  once I'm safe.



βουκόλος ἀγέλην ταύρων βόσκων ἀπώλεσε μόσχον. Περιελθὼν δὲ πᾶσαν τὴν ἔρημον διέτριβεν ἐρευνῶν. Ὡς δὲ οὐδὲν εὑρεῖν ἠδυνήθη, ηὔξατο τῷ Διί, ἂν τὸν λαβόντα μόσχον κλέπτην ὑποδείξῃ, ἔριφον εἰς θυσίαν προσάξειν. Καὶ δὴ ἐρχόμενος εἴς τινα δρυμῶνα εὑρίσκει λέοντα κατεσθίοντα τὸν μόσχον. Ἔμφοβος οὖν γενόμενος καὶ μέγα δειλιάσας, ἐπάρας τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανόν, εἶπεν· Ὦ δέσποτα Ζεῦ, ἐπηγγειλάμην σοι ἔριφον δώσειν, ἐὰν τὸν κλέπτην εὕρω· νῦν δὲ ταῦρον σοι θύσειν ὑπισχνοῦμαι, ἐὰν τούτου τὰς χεῖρας ἐκφύγω.

βουκόλος 
ἀγέλην ταύρων βόσκων 
ἀπώλεσε μόσχον. 
Περιελθὼν δὲ 
πᾶσαν τὴν ἔρημον 
διέτριβεν ἐρευνῶν. 
Ὡς δὲ οὐδὲν εὑρεῖν ἠδυνήθη, 
ηὔξατο τῷ Διί, 
ἂν ὑποδείξῃ
τὸν λαβόντα μόσχον κλέπτην, 
ἔριφον εἰς θυσίαν προσάξειν. 
Καὶ δὴ ἐρχόμενος 
εἴς τινα δρυμῶνα 
εὑρίσκει λέοντα 
κατεσθίοντα τὸν μόσχον. 
Ἔμφοβος οὖν γενόμενος 
καὶ μέγα δειλιάσας, 
ἐπάρας τὰς χεῖρας αὐτοῦ 
εἰς τὸν οὐρανόν, 
εἶπεν· 
Ὦ δέσποτα Ζεῦ, 
ἐπηγγειλάμην σοι ἔριφον δώσειν, 
ἐὰν τὸν κλέπτην εὕρω· 
νῦν δὲ ταῦρον σοι θύσειν ὑπισχνοῦμαι, 
ἐὰν τούτου τὰς χεῖρας ἐκφύγω.

βουκόλος  ...  A cow-herd 
ἀγέλην ταύρων βόσκων  ...  tending a herd of cattle  
ἀπώλεσε μόσχον  ...  lost a calf. 
Περιελθὼν δὲ  ...  He went around
πᾶσαν τὴν ἔρημον  ...  all over the wilderness  
διέτριβεν ἐρευνῶν  ...  busying himself in the search.
Ὡς δὲ ἠδυνήθη  ...  And as he was not able 
οὐδὲν εὑρεῖν  ...  to find anything, 
ηὔξατο τῷ Διί  ...  he vowed to Zeus, 
ἂν ὑποδείξῃ  ...  that if he would show him
τὸν κλέπτην  ...  the thief
τὸν λαβόντα μόσχον  ...  who had taken the calf, 
ἔριφον προσάξειν  ...  he'd offer a kid
εἰς θυσίαν  ...  in sacrifice. 
Καὶ δὴ ἐρχόμενος  ...  And then, coming
εἴς τινα δρυμῶνα  ...  to a thicket,
εὑρίσκει λέοντα  ...  he finds a lion
κατεσθίοντα τὸν μόσχον  ...  eating the calf. 
Ἔμφοβος οὖν γενόμενος  ...  Struck by fear 
καὶ μέγα δειλιάσας  ...  and thoroughly terrified,
ἐπάρας τὰς χεῖρας αὐτοῦ  ...  he lifted up his hands
εἰς τὸν οὐρανόν  ...  to heaven
εἶπεν  ...  and said, 
Ὦ δέσποτα Ζεῦ  ...  O Lord Zeus, 
ἐπηγγειλάμην  ...  I promised 
σοι ἔριφον δώσειν  ...  to give you a kid, 
ἐὰν τὸν κλέπτην εὕρω  ...  if I found the thief, 
νῦν δὲ ὑπισχνοῦμαι  ...  and now I swear
ταῦρον σοι θύσειν  ...  to sacrifice a bull to you
ἐὰν ἐκφύγω  ...  if I escape
τούτου τὰς χεῖρας  ...  his clutches.


And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.