Tuesday, July 8, 2025

Greek Reading: 82

Today's stories come from Colson's Stories and Legends: A First Greek Reader which is available at the Internet Archive. 

You'll find the stories below, first in Greek, then segmented, and then interwoven with English; the title is linked to the Internet Archive page.


χήρα τις ἔχουσα πρόβατον αὐτὴ ἔκειρεν· τὴν δὲ σάρκα, ἄπειρος γὰρ ἦν τῆς τέχνης, μετὰ τοῦ πόκου ἔτεμνεν. τὸ δὲ πρόβατον ἔφη, “ὦ δέσποινα, εἰ μὲν ἔριον ξητεῖς, ἀνωτέρω τέμνε, εἰ δὲ κρέως ἐπιθυμεῖς, ἅπαξ ἐμὲ απόκτεινε.

χήρα τις 
ἔχουσα πρόβατον 
αὐτὴ ἔκειρεν· 
τὴν δὲ σάρκα, 
ἄπειρος γὰρ ἦν 
τῆς τέχνης, 
μετὰ τοῦ πόκου ἔτεμνεν. 
τὸ δὲ πρόβατον ἔφη, 
“ὦ δέσποινα, 
εἰ μὲν ἔριον ξητεῖς, 
ἀνωτέρω τέμνε, 
εἰ δὲ κρέως ἐπιθυμεῖς, 
ἅπαξ ἐμὲ απόκτεινε.

χήρα τις  ...  A widow woman 
ἔχουσα πρόβατον  ...  who had a sheep 
αὐτὴ ἔκειρεν  ...  was doing the shearing,
μετὰ τοῦ πόκου  ...  and with the wool
τὴν δὲ σάρκα ἔτεμνεν ...  she cut the flesh, 
ἄπειρος γὰρ ἦν  ...  for she was inexperienced
τῆς τέχνης  ...  in the skill.
τὸ δὲ πρόβατον ἔφη  ...  And the sheep said, 
“ὦ δέσποινα  ...  O mistress,
εἰ μὲν ἔριον ξητεῖς  ...  if you are seeking my wool,
ἀνωτέρω τέμνε  ...  cut higher up,
εἰ δὲ κρέως ἐπιθυμεῖς  ...  and if you crave my meat,
ἅπαξ ἐμὲ απόκτεινε  ...  then just kill me at once!


ὁ λέων γέρων ἤδη γενόμενος οὐκ ἐδύνατο τροφὴν ἑαυτῷ πορίζειν. κατακείμενος οὖν ἐν σπηλαίῳ ἐφασκεν ὅτι νοσεῖ. καὶ τοῦτο ἀκούσαντα πολλὰ τῶν ζῴων ἤρχετο ἐς τὸ σπήλαιον. ὁ δὲ λέων ἐλθόντα κατήσθιεν. ἡ δὲ ἀλώπηξ (τὸ γὰρ ἀληθὲς οὐκ ἐκείνην ἐλάνθανεν) οὐκ εἰσῆλθε τὸ σπήλαιον. ἔξω δὲ μένουσα ἠρώτησε τὸν λέοντα, ὅπως ἔχει καὶ ἐκεῖνος ἔφη, ἔγωγε δεινὰ πάσχω" σὺ δὲ τί οὐκ εἰσἔρχει; ἡ δὲ ἀλώπηξ ἀπεκρίνατο ὅτι ὁρῶ πολλῶν μὲν εἰσιὄντων τὰ ἴχνη, ἐξιόντος δὲ οὐδενὸς.

ὁ λέων 
γέρων ἤδη γενόμενος 
οὐκ ἐδύνατο 
τροφὴν ἑαυτῷ πορίζειν. 
κατακείμενος οὖν ἐν σπηλαίῳ 
ἐφασκεν ὅτι νοσεῖ. 
καὶ τοῦτο ἀκούσαντα 
πολλὰ τῶν ζῴων 
ἤρχετο ἐς τὸ σπήλαιον. 
ὁ δὲ λέων 
ἐλθόντα κατήσθιεν. 
ἡ δὲ ἀλώπηξ 
— τὸ γὰρ ἀληθὲς 
οὐκ ἐκείνην ἐλάνθανεν — 
οὐκ εἰσῆλθε τὸ σπήλαιον. 
ἔξω δὲ μένουσα 
ἠρώτησε τὸν λέοντα, 
ὅπως ἔχει
καὶ ἐκεῖνος ἔφη, 
ἔγωγε δεινὰ πάσχω
σὺ δὲ τί οὐκ εἰσἔρχει;
ἡ δὲ ἀλώπηξ ἀπεκρίνατο ὅτι 
ὁρῶ 
πολλῶν μὲν εἰσιὄντων τὰ ἴχνη, 
ἐξιόντος δὲ οὐδενὸς.

ὁ λέων  ...  The lion
γέρων ἤδη γενόμενος  ...  having now grown old 
οὐκ ἐδύνατο  ...  was not able 
τροφὴν ἑαυτῷ πορίζειν  ...  to procure food for himself. 
κατακείμενος οὖν ἐν σπηλαίῳ  ...  So he lay down in a cave 
ἐφασκεν ὅτι νοσεῖ  ...  saying that he was ill. 
καὶ τοῦτο ἀκούσαντα  ...  And when they heard this,
πολλὰ τῶν ζῴων  ...  many of the animals 
ἤρχετο ἐς τὸ σπήλαιον  ...  came to the cave. 
ὁ δὲ λέων  ...  And the lion 
ἐλθόντα κατήσθιεν  ...  ate them as they came. 
ἡ δὲ ἀλώπηξ  ...  But the fox 
— τὸ γὰρ ἀληθὲς  ...  for the truth 
οὐκ ἐκείνην ἐλάνθανεν   ...  did not escape her — 
οὐκ εἰσῆλθε τὸ σπήλαιον  ...  did not go into the cave. 
ἔξω δὲ μένουσα  ...  Remaining outside, 
ἠρώτησε τὸν λέοντα  ...  she asked the lion 
ὅπως ἔχει  ...  how he was doing,
καὶ ἐκεῖνος ἔφη  ...  and he said, 
ἔγωγε δεινὰ πάσχω  ...  I am suffering terribly.
σὺ δὲ τί οὐκ εἰσἔρχει  ...  Why don't you come in?
ἡ δὲ ἀλώπηξ ἀπεκρίνατο ὅτι  ...  And the fox replied, 
ὁρῶ τὰ ἴχνη  ...  I see the tracks
πολλῶν μὲν εἰσιὄντων  ...  of many going in, 
ἐξιόντος δὲ οὐδενὸς  ...  but not of anyone coming out.

And here's a random proverb and a random LOLCat too:




Click here to subscribe/unsubscribe to the email list.



No comments:

Post a Comment